- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:113.3-114.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯从文体和篇章结构论证了《形而上学》小阿尔法卷(第二卷)的真属性,并解释了卷首关于考察真理既容易又困难的命题及其缘由。
" Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία. σημεῖον δὲ τὸ μήτε ἀξίως." Πληρώσαντες τὸ μεῖζον Α νῦν ἥκομεν ἐπὶ τὸ ἔλαττον Α. γνήσιον δέ ἐστι καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους τὸ βιβλίον. καὶ τοῦτο δῆλον ἔκ τε τῶν δογμάτων καὶ ἐκ τῆς λέξεως· καὶ τῆς φράσεως γὰρ τὸ ποικίλον πατέρα τὸν Ἀριστοτέλην προσαγορεύει. τινὲς δὲ ὑπέλαβον ἀλλότριον αὐτοῦ εἶναι, ἀποβλέψαντες εἴς τε τὴν ἀρχὴν τοῦ βιβλίου καὶ εἰς τὸ συμπέρασμα αὐτοῦ· ἐν μὲν γὰρ τῇ ἀρχῇ περὶ τῶν πρώτων διαλέγεται, τουτέστι τῶν πρωτίστων ἀρχῶν, ἐν δὲ τῷ συμπεράσματι περὶ φύσεως, ζητῶν τί ἐστι φύσις· τὸ δὲ τοιοῦτον τοῖς Φυσικοῖς μᾶλλον ἁρμόττει ἤπερ τοῖς Μετὰ τὰ φυσικά. ἄλλως τε δὴ ἐν τῷ τέλει τοῦ μείζονος Α ἔλεγε δεῖν ἀπορῆσαι περὶ τῶν ἀρχῶν· ἐνταῦθα δὲ τοῦτο οὐ πεποίηκεν, ἀλλ’ ἐν ἀρχῇ τοῦ Β ἀπορεῖ περὶ τῶν ἀρχῶν· ὥστε μᾶλλον τὸ Β ἐστὶν ἐφεξῆς, τοῦτο δὲ παρεμβέβληται. λέγομεν τοίνυν πρὸς ταῦτα ὅτι ἠβουλήθη πρότερον διαλεχθῆναι περὶ τῶν πρωτίστων ἀρχῶν. αἱ γὰρ πρώτισται ἀρχαὶ κυρίως ὄντα ὑπάρχουσι, τὰ δὲ κυρίως ὄντα ἀληθείας ἐστὶ δηλωτικά, ἡ δὲ κυρίως ἀλήθεια καὶ τοῖς ἄλλοις αἰτία γίνεται ἀληθείας. διὰ τοῦτο τοίνυν ἐνταῦθα πρότερον περὶ τῶν πρωτίστων ἀρχῶν διαλέγεται. ἀμέλει τοι καὶ διὰ τοῦτο εἰρήκασιν ἔλαττον αὐτὸ Α προσαγορεύεσθαι, ὡς ἂν ἀρχῆς οὔσης τοῦ ὄντος πρωτίστου τοῦ βιβλίου, ἐπειδὴ περὶ τῶν πρωτίστων ἀρχῶν διαλέγεται, εἶτα λοιπὸν πρὸς τῷ συμπεράσματι διαλέγεται καὶ περὶ τῶν φυσικῶν ἀρχῶν. ἔδει γὰρ περὶ πασῶν ἁπλῶς τῶν ἀρχῶν διαλεχθῆναι· ἡ γὰρ ἀρχὴ ὁμώνυμός ἐστι φωνὴ ἢ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἐφεξῆς τοίνυν διαλέγεται ἡμῖν περὶ τῆς θεωρητικῆς φιλοσοφίας καὶ δείκνυσιν ὅτι ἡ θεωρητικὴ φιλοσοφία προτέρα ἐστὶ τῆς πρακτικῆς, καὶ ὅτι οὐχ ὑπάρχουσιν αἱ ἀρχαὶ ἄπειροι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ὃ δὲ λέγει ἐν προοιμίοις τοιοῦτόν ἐστιν, ὅτι ἡ περὶ τῆς ἀληθείας θεωρία κατὰ τὶ μὲν χαλεπή ἐστιν εἰς τὸ θηραθῆναι, κατὰ τὶ δὲ ῥᾳδία. χαλεπὴ μέν ἐστι διὰ τὴν ἡμετέραν φύσιν μὴ δυναμένων ἐξικνεῖσθαι1 πρὸς τὸ ὕψος τῆς ἀύλου δυνάμεως, ὥσπερ καὶ ἐπὶ τῶν νυκτερίδων ὁρῶμεν γινόμενον ὅτι οὐκ ἀντιλαμβάνονται τοῦ ἡλιακοῦ φωτός, οὐ διὰ τὴν τοῦ ἡλίου οὐσίαν (φύσει γὰρ φανοτάτη ἐστίν), ἀλλὰ διὰ τὴν αὐτῶν ἀσυμμετρίαν τε καὶ ἀνεπιτηδειότητα· οὕτως οὖν καὶ ἐπὶ ἡμῶν χαλεπή ἐστιν ἡ περὶ τῆς ἀληθείας θεωρία διὰ τὴν ἡμῶν ἀσθένειαν, οὐ διὰ τὴν ἐκείνων φύσιν. ῥᾳδία δὲ πάλιν ἐστὶ διὰ τὸ πλάτος καὶ τὸ φανότατον τῶν τῆς ἀληθείας δυνάμεων. φησὶ γὰρ ὅτι 〈ὡς〉 οἱ πρὸς θύραν τοξεύοντες διὰ τὸ πλάτος τῆς θύρας οὐκ ἀποτυγχάνουσι τοῦ σκοποῦ, οὕτως οὐδὲ οἱ προσβάλλοντες τοῖς νοητοῖς γνησίως καὶ καθαρῶς ἀποτυγχάνουσι τῆς ἀληθείας· ἀλλ’ ἕκαστον αἱρεῖν τι ἐξ αὐτῶν·2 ὥστε τὸ ἐκ πάντων συναθροιζόμενον μέγα τι εἶναι, ἐπειδὴ ὁ μὲν προσβάλλει τῷδε τῷ μέρει τῆς ἀληθείας, ὁ δὲ τῷδε· καὶ λοιπὸν τὸ ἐκ πάντων συναθροιζόμενον μέγα τι γίνεται. οὐκ ἔστιν οὖν, ὡς εἴρηται, ἀλλότρια τὰ νῦν λεγόμενα τῆς προκειμένης πραγματείας, ἀλλ’ ἔστι προγραφόμενα· τελείως γὰρ ἐνταῦθα διαλέγεται περὶ τῆς θεωρητικῆς φιλοσοφίας, καὶ τί διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς, καὶ ὅτι ἡ τῆς αἰτίας γνῶσίς ἐστι κυρίως ἡ θεωρητικὴ φιλοσοφία, καὶ ὅτι εἰς τὴν εὕρεσιν ταύτης ἡ τῶν ἀρχῶν καὶ αἰτιῶν γνῶσις συντελεῖ.
“对真理的考察在某种意义上是困难的,在某种意义上则是容易的。其征相乃是:既没有人能配得上地……” 在完成了《大阿尔法》之后,我们现在来到了《小阿尔法》。该书确实是亚里士多德本人的真作。这一点从其学说和措辞中都显而易见;因为多变的文体就宣告了亚里士多德是其父亲。然而有些人认为它是伪作,他们着眼于该书的开端及其结语:因为在开端处他讨论了最先者即最初的诸本原,而在结语处他讨论了自然,探究自然是什么;而这种论题更适合于《物理学》而非《形而上学》。此外,在《大阿尔法》的末尾,他曾说应当就诸本原提出疑难;但在此处他并未这样做,而是在《贝塔》的开端就诸本原提出疑难;因此顺次后继的宁可说是《贝塔》,而本书则是被插进来的。对于这些观点,我们回答说,他希望首先讨论最初的诸本原。因为最初的诸本原是严格意义上的存在物,而严格意义上的存在物能昭示真理,严格意义上的真理对于其他事物而言也成为真理的因。因此之故,他在本书中首先讨论最初的诸本原。确实正因如此,人们才说它被称为《小阿尔法》,仿佛是由于论及最初的诸本原而成为本书最先的存在之本原,接着在接近结语处,他又讨论了自然的诸本原。因为他理应无条件地论述所有的本原;“本原”乃是一个同名异义的词,或者说是由于从一出发并朝向一而得名的词。因此,随后他向我们论述了理论哲学,并表明理论哲学优先于实践哲学,以及诸本原无论向上还是向下都不是无限的。他在序言中所说的意思是这样的:对真理的考察在某种意义上难以被捕获,但在某种意义上又是容易的。说它是困难的,是由于我们的本性,因为我们无力企及非质料性力量的高度,正如我们在蝙蝠身上所看到的那样,它们感受不到太阳的光芒,这并不是由于太阳的实体(因为其本性最为明亮),而是由于它们自身的不相称和不适应;因此在我们身上,对真理的考察也是由于我们自身的软弱而变得困难,并非由于那些对象的本性。但另一方面,由于真理之诸力量的广度与极度明朗,它又是容易的。因为他说,正如朝向门口射箭的人由于门的宽广而不会射偏目标一样,那些纯正而纯粹地进抵可知性事物的人也不会偏离真理,而是每个人都能从中捕获某些东西;以至于从所有人那里汇聚起来的东西成为某种宏大的东西,因为这一个人进抵真理的这一部分,那一个人进抵那一部分;最终从所有人那里汇聚起来的东西就变得十分宏大。因此,正如所说的那样,现在所论述的事情对于眼下的著作绝非异质的,而是前言性的;因为在这里他完备地论述了理论哲学,论述了理论哲学与实践哲学的区别,论述了关于原因的知识才是严格意义上的理论哲学,并且诸本原和诸原因的知识有助于对它的发现。
- 2.1διὰ τὴν ἡμετέραν φύσιν μὴ δυναμένων ἐξικνεῖσθαι
属格复数阳性分词 δυναμένων 在意念上与物主形容词 ἡμετέραν 中所蕴含的人称代词属格(ἡμῶν)相一致(即 constructio ad sensum)。在句法上,虽然 διά 支配对格短语 τὴν ἡμετέραν φύσιν,但实际动作的主体(“我们”)却由属格分词来补充说明。
- 2.1ἀλλ’ ἕκαστον αἱρεῖν τι ἐξ αὐτῶν
在直陈语气否定句 οὕτως οὐδὲ οἱ προσβάλλοντες... ἀποτυγχάνουσι 之后,句式转换为带对格主语的不定式结构(ἕκαστον αἱρεῖν)。该不定式重新承接了前文 φησὶ γὰρ ὅτι 中的动词 φησί(他说)的支配,转入间接引语。
