- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:111.28-113.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯评注了亚里士多德引用恩培多克勒关于骨的比率的诗句以承认形式因的萌芽、同时指出其不足之处的段落,并在卷末总结《大阿尔法》并过渡到后续各卷。
" Ἐπεὶ καὶ Ἐμπεδοκλῆς ὀστοῦν τὸν λόγον φησὶν εἶναι." Ἐντεῦθεν βούλεται δεῖξαι πῶς ἐμνημόνευσαν οἱ πρὸ αὐτοῦ τῶν ἀρχῶν, καὶ φησιν ὅτι ὁ Ἐμπεδοκλῆς ἐμνημόνευσε τοῦ εἰδικοῦ αἰτίου (ἐπειράθη γὰρ ἀποδοῦναι τὸν λόγον τοῦ ὀστέου πῶς γίνεται, καὶ τὴν οὐσίαν αὐτοῦ ἀποδοῦναι), οὐκέτι δὲ καὶ ἐπὶ πάντων τοῦτο εἶπεν· ἔδει γὰρ αὐτὸν καὶ περὶ σαρκὸς καὶ τῶν ἄλλων ἁπάντων ὁμοίως εἰπεῖν. διὰ τὸν λόγον γάρ ἐστι, τουτέστι τὸ εἶδος, καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον, καὶ οὐ διὰ τὴν ὕλην μόνην, ἣν ἐκεῖνος λέγει πῦρ καὶ γῆν. ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης,1 τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο. εἰ δὲ τοῖς ὀστέοις κατὰ τὸν λόγον καὶ τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἶδος καὶ τὴν οὐσίαν, ἐστὶν ἡ ὕπαρξις2 κατ’ αὐτόν, δῆλον ὡς καὶ τῇ σαρκὶ καὶ τῷ νεύρῳ καὶ τῷ ξύλῳ καὶ τῷ λίθῳ καὶ ἑκάστῳ τῶν ὄντων· καὶ γὰρ ἐπὶ πᾶσι τὸ εἶδος καὶ ὁ λόγος αἴτιος τοῦ ἕκαστον εἶναι. διὰ γὰρ τὸν λόγον καὶ τὸ εἶδος ἡ διαφορὰ ἐν τοῖς οὖσι, καὶ ἔστιν αὐτῶν τὸ μέν τι σάρξ, τὸ δὲ ὀστοῦν, τὸ δ’ ἄλλο τι, ἐπεὶ ἥ γε ὕλη κατ’ αὐτὸν πᾶσι τοῖς οὖσιν ἡ αὐτή, ὡς ἔφαμεν· τὰ γὰρ τέσσαρα στοιχεῖα ἡ ὑλικὴ ἀρχὴ αὐτῷ.
“因为甚至恩培多克勒也说骨是比率。” 由此他意欲表明在他之前的人们是如何提及诸本原的,并说恩培多克勒提及了形式因(因为他试图说明骨是如何生成的比率,并说明它的本质),但并没有在所有事物上都如此表述;因为他理应就肉以及所有其他事物作同样的论述。实际上,正是由于比率即形式,肉、骨和其他每一事物才得以存在,而不仅仅是由于质料——后者被那位哲学家称为火和土:“而仁慈的大地在宽阔的熔炉中,在八份之中获得属于绝食之光亮的两份,以及属于赫淮斯托斯的四份;于是白色的骨生成了。”然而,如果按照他的看法,骨的实存是依据比率和本质即形式与实体,那么显然对于肉、筋、木、石以及存在物中的每一者而言亦复如是;因为在所有事物中,形式和比率都是每一者之所以存在的因。正是由于比率和形式,存在物中才产生出差异,它们之中有的成为肉,有的成为骨,有的成为其他事物,因为正如我们所言,在他看来对于所有存在物而言质料都是相同的;因为这四种要素对他而言就是质料性本原。
"Ἀλλὰ ταῦτα μὲν ἄλλου λέγοντος.3" Φησὶν ὅτι εἰ ἔσχε τινὰ ὁ Ἐμπεδοκλῆς χεῖρα ὀρέγοντα καὶ δεικνύντα ὅτι πάντα κατὰ τὸ εἶδος χαρακτηρίζεται, ἠγάπησεν ἂν τὰ λεγόμενα καὶ ἠκολούθησεν αὐτοῖς (αὐτὸς μὲν γὰρ διαρθρῶσαι οὐκ ἴσχυσεν) ὥσπερ καὶ περὶ Ἀναξαγόρου εἶπε τὴν δόξαν αὐτοῦ ἐπανορθῶν, ὅτι ἄλλῳ μὲν ἂν λέγοντι ταῦτα ἐπηκολούθησεν, οὐ μὴν αὐτὸς διήρθρωσε. περὶ γοῦν τῶν ἀρχῶν τούτων, φησί, καὶ πρότερον εἰρήκαμεν ἐν τοῖς Φυσικοῖς· εἶτα πάλιν ἐπαγγέλλεται λέγειν περὶ αὐτῶν ἐν τῷ ἐλάττονι ἄλφα καὶ ἀπορεῖν περὶ αὐτῶν καὶ ἐπιλύεσθαι τὰς ἀπορίας ἐν τοῖς Περὶ φιλοσοφίας. ἐκ γὰρ τῶν ἀποριῶν εὐπορώτεροι γινόμεθα εἰς τὰς λύσεις τῶν ἐν τοῖς ὑστέροις ἀπορουμένων· αἱ γὰρ περὶ τῶν ἀρχῶν ἀπορίαι τε καὶ λύσεις ἀρχαὶ τῆς τῶν μετὰ ταῦτα ἀπορουμένων λύσεως γίνονται. καὶ λέγει περὶ τῶν ἀπορουμένων ἐν τῷ ἐλάττονι ᾱ· διὸ ἐφεξῆς ἀναγινώσκεται. Τέλος τῶν εἰς τὸ μεῖζον ἄλφα σχολίων Ἀσκληπιοῦ. ΣΧΟΛΙΑ ΤΟΥ ΑΥΤΟΥ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ
“然而,如果别人说出这些话……” 他说,如果恩培多克勒有人向他伸出援手,并指出万物都是依据形式而获得规定性的,他就会乐于接受所说之话并顺从之(因为他自己没有能力将其明确分节),正如他在纠正阿那克萨戈拉的意见时所说的那样:如果是别人说出这些话,他就会赞同,但他自己并未予以明确分节。无论如何,他说,关于这些本原我们此前在《物理学》中已经谈过;接着他再次许诺在《小阿尔法》中论述它们,并就它们提出疑难,并在《论哲学》中解决这些疑难。因为正是从这些疑难中,我们才能更通达地解决随后诸问题中的疑难;关于诸本原的疑难与解决,正是解决其后诸多疑难的本原。他在《小阿尔法》中讨论了被质疑之事;因此它被顺次阅读。 阿斯克勒庇俄斯对《大阿尔法》的评注到此结束。同一阿斯克勒庇俄斯录自阿摩尼俄斯讲课之评注。
- 1.141τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης
恩培多克勒的诗句。动词 λάχε(λαγχάνω 的史诗无增音不定过去时直陈式)支配表示份额的属格,意为大地从“绝食之光亮”(水)中获得了“八份之中的两份”。τῶν ὀκτὼ μερέων 是表示整体的属格,τῶν δύο 表示所取得的部分。
- 1.141εἰ δὲ τοῖς ὀστέοις κατὰ τὸν λόγον καὶ τὸ τί ἦν εἶναι... ἐστὶν ἡ ὕπαρξις
与格 τοῖς ὀστέοις 是与存在动词 ἐστίν 结合的属有/归属与格(“对于骨而言实存是存在的”)。主语为 ἡ ὕπαρξις,介词短语 κατὰ τὸν λόγον καὶ τὸ τί ἦν εἶναι 则限定了其实存依据的方式(即“依据比率与本质”)。
- 1.142ἄλλου λέγοντος
引自亚里士多德原文(993a22: ἀλλὰ ταῦτα μὲν ἄλλου λέγοντος συνέφησεν ἂν ἐξ ἀνάγκης)的标目,作独立属格结构,带有与事实相反的条件意味(“若是别人说出这些话,[就会被迫赞同]”)。
