- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:110.17-111.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德关于万物要素不可习得以及无感觉者无法认识感觉对象的论点(993a2–11),从柏拉图主义视角予以辩护,并阐释了《形而上学》第一卷关于早期哲学家所探讨的诸本原皆可归纳为《物理学》四因说的总结。
" Ἔτι πῶς τις γνωρίσειεν ἐκ τίνων ἐστί, καὶ πῶς ἔσται δῆλον;" Ἀδύνατόν ἐστι γνωρίζειν τὰ πράγματα μὴ γνωριζομένων τῶν ἀρχῶν. τὰς δὲ κοινὰς ἀρχὰς ἀδύνατόν ἐστιν εὑρεῖν· εἰ γὰρ κοιναὶ ὑπάρχουσιν, οὐ δυνατόν ἐστιν αὐτὰς ἑλεῖν ἐκ προϋπαρχούσης γνώσεως. ἀμέλει τοι, ὥς φησιν αὐτὸς ἐπὶ τῆς σμα συλλαβῆς, οἱ ἀγνοοῦντες τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται ἡ σμα συλλαβή, οὐδέποτε δύνανται γνῶναι εἴτε ἐκ τοῦ σ σύγκειται εἴτε ἐκ τοῦ ζ ἢ δ· ὥσπερ γάρ ἐστιν ἄδηλον τὸ τι τῶν Ἀλεξανδρέων, ὡς φησιν ὁ ἡμέτερος φιλόσοφος. πῶς οὖν τις, φησί, γνωρίσειε; καὶ γὰρ τοῦτο ἔχει ἀπορίαν. ἀμφισβητήσειε γὰρ ἄν τις, ὥσπερ καὶ περὶ ἐνίας συλλαβάς· οἱ μὲν γὰρ τὴν σμα ἐκ τοῦ σ μ α φασὶν εἶναι, οἱ δέ τινες ἕτερον φθόγγον φασὶν εἶναι καὶ οὐδένα τῶν γνωρίμων.
“此外,一个人又如何能认出[某物]是由哪些要素构成的,这又如何能变得清楚呢?” 在诸本原未被认识的情况下,要认识事物是不可能的。然而,要发现共通的本原也是不可能的;因为如果它们是共通的,就不可能从预先存在的知识中把握它们。诚然,正如他自己在谈到“斯玛(σμα)”这个音节时所说的那样,那些不知晓构成“斯玛”音节的字母要素的人,绝不可能知道它是从“斯(σ)”构成,还是从“兹(ζ)”或“德(δ)”构成;因为正如我们的哲学家所说,亚历山大里亚人的“提(τι)”也是不明确的。那么,他说,一个人又如何能认出来呢?因为这确实包含着疑难。一个人可能会提出争议,正如在某些音节上确实如此;因为一些人说“斯玛”是由“斯(σ)”、“穆(μ)”、“阿(α)”构成的,而另一些人则说它是一个不同的发音,根本不是熟知之物中的任何一个。
"Ἔτι δὲ ὧν ἡ αἴσθησις,1 ταῦτα πῶς ἄν τις μὴ ἔχων τὴν αἴσθησιν γνοίη;" Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰ κοιναὶ ἀρχαὶ ὑπάρχουσι πάντων τῶν ὄντων καὶ οὐ διῄρηνται, ὁ εἰδὼς αὐτὰς φανερὸν ὅτι εἴσεται πάντα τὰ ὄντα. ὁ γοῦν ἐκ γενετῆς τυφλὸς ἢ κωφὸς εἰδὼς τὰς κοινὰς ἀρχὰς εἴσεται καὶ περὶ χρωμάτων καὶ ψόφων. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἐὰν οἶδε τὰς κοινὰς ἀρχάς, εἰ καὶ μὴ ὡς ψόφους οἶδεν ἢ ὡς χρώματα, ἀλλ’ οὖν ὡς ὄντα οἶδεν αὐτὰ καὶ ὡς ἔχοντα ὕπαρξιν, ὥσπερ καὶ αὐτὸς φῃς, ὦ Ἀριστότελες, ὅτι ἴσμεν καὶ τὸν ἰδίᾳ ἄνθρωπον καὶ πάντας ὡς ζῷον λογικὸν θνητὸν ὑπάρχοντα. τοῦτο οὖν ἐστιν ὃ λέγει. ἔτι δὲ ὧν ἔστιν αἴσθησις, ταῦτα πῶς δυνατόν ἐστι γνῶναι, φησίν, τὸν μὴ ἔχοντα αἴσθησιν, ὡς ἄνθρωπον; καίτοι ἔδει, εἴ γε πάντων τὰ αὐτὰ στοιχεῖα τῶν ὄντων· ὁ γὰρ εἰδὼς τὰς ἀρχὰς οἶδε καὶ τὰ ἐκ τῶν ἀρχῶν, ὥσπερ καὶ αἱ σύνθετοι φωναὶ ὑπάρχουσιν ἐκ τῶν οἰκείων στοιχείων, καὶ γινωσκομένων τῶν στοιχείων αὐτῶν καὶ αἱ φωναὶ γινώσκονται.
“此外,对于那些以感觉为[认识方式]的事物,没有感觉的人又如何能认识它们呢?” 他所说的是这样的:如果存在着属于一切存在物的共通本原且它们未经分立,显然知晓这些本原的人就会知晓一切存在物。无论如何,一个生来盲或聋的人,若知晓共通的本原,就也会知晓关于颜色和声音的事。于是我们对此回答说:如果他知晓共通本原,纵然他并非将它们作为声音或作为颜色来知晓,但他依然将它们作为存在物并作为具有实存之物来知晓,正如你自己所说,亚里士多德啊,我们既知晓个别的人,也知晓一切[人]作为必死的有理性动物而存在。因此,这正是他所说的。此外,他说,像人这样没有感觉的人,又如何可能认识存在关于它们之感觉的那些事物呢?然而他本应当能认识,倘若一切存在物的要素确实相同;因为知晓本原的人也知晓源自本原之物,正如复合的声音由其特有的要素构成,当这些要素本身被认识时,声音也就被认识了。
"Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς φυσικοῖς αἰτίας ζητεῖν.2" Συμπεραίνεται τὰ εἰρημένα πληρώσας τὴν ἀντιλογίαν τὴν πρὸς τὰς ἰδέας, καί φησιν ὅτι σαφὲς ἡμῖν γέγονεν ὅτι πάντες οἱ περὶ ἀρχῶν διαλεχθέντες ἐοίκασι ζητεῖν τὰς ἀρχὰς τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς, τουτέστι τελικὴν ποιητικήν, ὑλικὴν εἰδικήν. τούτων γὰρ ἐκτὸς οὐδεμίαν ἐστὶν εἰπεῖν δυνατόν· ἐδείχθη γὰρ ὅτι ἡ παραδειγματικὴ οὐκ ἔστι, τουτέστιν ἡ περὶ τῶν ἰδεῶν. ἀμυδρῶς οὖν περὶ τῶν τεσσάρων τούτων ἀρχῶν εἰρήκασι· καὶ τρόπον μέν τινα πᾶσαι εἴρηνται πρότερον αἱ τέσσαρες ἀρχαὶ ὑπὸ τῶν παλαιοτέρων, διότι οἱ μὲν αὐτῶν μίαν εἰρήκασι τὴν ὑλικήν, ὥσπερ Θαλῆς Ἀναξίμανδρος καὶ Ἡράκλειτος, οἱ δὲ δύο, τὴν ποιητικὴν πρὸς τῇ ὑλικῇ, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οἱ δὲ καὶ τὴν εἰδικήν, ὥσπερ οἱ τὰς ἰδέας· τρόπον οὖν τινα οὐκ εἰρήκασιν. ἀδιαρθρώτως γὰρ γέγονεν ἡ προσεχῶς ἐπαναβεβηκυῖα φιλοσοφία, ἤγουν πᾶσα ἡ πρὸ ἡμῶν (Πλάτων μὲν γὰρ ἐμνημόνευσε τῶν τεσσάρων, Ἐμπεδοκλῆς δὲ τῶν τριῶν ἀλλ’ οὐ διηρθρωμένως περὶ πάντων), ἅτε νέα τε οὖσα κατ’ ἀρχὰς καὶ τὸ πρῶτον. φησὶ δὲ ὁ ἡμέτερος φιλόσοφος ὅτι ‘καὶ διηρθρωμένως ὁ Πλάτων καὶ πρὸ σοῦ, καὶ αὐτὸς ἐξ αὐτοῦ λαβὼν λέγεις’.
“由此可见,[所有人似乎都在]寻求《物理学》中所提及的原因。” 在完成了对相论的反驳之后,他对所言之事作了总结,并说我们已经清楚:凡探讨本原的人,似乎都在寻求《物理学》中所提及的诸本原,即目的因、动力因、质料因和形式因。因为除了这些之外,不可能说出任何其他原因;因为已经证明范型因并不存在,即关于诸相的原因不存在。因此,他们只是隐约地谈到了这四种本原;而且在某种意义上,这四种本原早在古人那里就已被全部提及,因为他们中的一些人提及了一种即质料因,如泰勒斯、阿那克西曼德和赫拉克利特;另一些人提及了两种,即在质料因之外加上动力因,如阿那克萨戈拉和恩培多克勒;还有一些人甚至提及了形式因,如主张诸相的人;因此在某种意义上他们又未曾明言。因为近来发展起来的哲学,即我们之前的所有哲学,在形成时都未经明确分节(因为柏拉图提及了全部四种,而恩培多克勒提及了三种,但并未就所有原因都作了明确的分节),因为哲学在最初阶段和肇始之时尚属幼年。但我们的哲学家说:“柏拉图在你之前就已经明确分节地谈论了,而你自己也是从他那里继承并陈述的。”
- 1.139ὧν ἡ αἴσθησις
关系代词 ὧν 在关系从句中作 αἴσθησις 的宾格性属格(“关于它们的感觉”),从句省略了系动词 ἐστί。其先行词为主句中的指示代词 ταῦτα。
- 1.140Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς φυσικοῖς αἰτίας ζητεῖν
这是引文在 lemma 中被中途截断的省略结构。在由连词 ὅτι 引导的间接引语从句中,不定词 ζητεῖν 与其宾语 τὰς... αἰτίας 构成结构,原本依附于亚里士多德原文中的主语 πάντες 和支配动词 ἐοίκασι,但在 lemma 的引用中于支配动词前被截断。
