← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§109.16-110.16

第一本原的不可学习性与回忆说的辩护

亚里士多德根据一切学习均需以预先存在的知识为前提这一论点,论证了认识万物的本原是不可能的(992b24)。阿斯克勒庇俄斯提及通过类比进行的把握并对此加以阐发,而针对亚里士多德对知识天赋说(回忆说)的反驳(992b33),阿斯克勒庇俄斯则代表柏拉图主义立场以生成所导致的遗忘来予以辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.136

" Πῶς δὲ ἄν τις καὶ μάθοι τὰ τῶν πάντων στοιχεῖα;" Ἐντεῦθεν πειρᾶται δεικνύναι αὐτοὺς ἀναιροῦντας γνῶσιν. μεμαθήκαμεν γὰρ ὅτι “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως.” εἰ τοίνυν πάντων τῶν ὄντων αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι, τὰ δὲ πράγματα γινώσκομεν τῶν ἀρχῶν αὐτῶν γινωσκομένων,1 φανερὸν ὅτι ἀδύνατόν ἐστιν ἐκ τῶν πραγμάτων γνῶναι τὰς ἀρχάς· τοὐναντίον γὰρ ἐκ τῶν ἀρχῶν γινώσκομεν τὰ πράγματα· ὥστε ἢ οὐδὲν εἰσόμεθα, εἴπερ τῶν πάντων αἱ αὐταὶ ἀρχαί, ἢ τῶν ἀρχῶν ἀρχὰς 〈δεῖ〉 ζητῆσαι. καίτοι κοινὰς ἀρχάς, καθάπερ αὐτὸς λέγεις, ἀνιχνεύομεν ἢ διὰ τῶν κοινῶν ἐννοιῶν ἢ διὰ ἀναλογίας ἤγουν ἐξ ἀποφάσεως. οὕτως τοίνυν καὶ αὐτὸς ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκας· ἐξ ἀναλογίας γάρ τινος ἔννοιαν ἡμῖν τῆς ὕλης δέδωκας φάσκων ὅτι ὃν τρόπον ὁ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα, καὶ ξύλον [καὶ] πρὸς ναῦν καὶ κλίνην, τοῦτον καὶ ἡ ὕλη πρὸς τὰ φυσικὰ πράγματα. τοῦτο οὖν ἐστιν ὅπερ λέγει ὁ Ἀριστοτέλης· πῶς δὲ δυνατόν ἐστι γνῶναι τὰ τῶν πάντων στοιχεῖα; εἰ γὰρ πάντων στοιχεῖά εἰσι, φανερόν ἐστιν ὅτι ἀδύνατόν ἐστι προϋπάρχειν γνωριζόμενον,2 εἴ γε πάντων ὑπόκεινται ἀρχαί, τὰ δὲ ἐκ τῶν ἀρχῶν γινώσκονται τῶν ἀρχῶν γινωσκομένων. ὥσπερ γὰρ τῷ γεωμετρεῖν μανθάνοντι ἄλλα μὲν ἐνδέχεται προειδέναι, οἷον ἀριθμητικὴν μουσικήν, ὧν δέ ἐστιν ἡ ἐπιστήμη καὶ περὶ ὧν μέλλει μανθάνειν, τουτέστι περὶ τῶν γεωμετρικῶν θεωρημάτων, οὐδὲν προγινώσκει (οὐκ οἶδε γὰρ τί σημεῖον ἢ τί γραμμὴ ἤγουν ἄλλο τι τοιοῦτον), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὥστε εἴ τις τῶν πάντων ἐστὶν ἐπιστήμη, ὡς τινές φασιν, οὐδὲ προυπάρχει ὅπερ δυνατὸν γνωρίζειν, ὡς εἰρήκαμεν. καίτοι πᾶσα μάθησις διὰ προγινωσκομένων πάντων ἢ τινῶν ἐστιν ἢ δι’ ἀποδείξεως ἤγουν δι’ ὁρισμοῦ· δεῖ γὰρ τὸν μέλλοντα εἰδέναι τί ἐστιν ὁρισμὸς γινώσκειν τὰ ἐξ ὧν ὁ ὁρισμός· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπαγωγῆς δεῖ προγινώσκειν τὰ ἐξ ὧν ἡ ἐπαγωγή.

“而且一个人又如何能够去学习万物的构成要素呢?” 从这里起,他试图表明他们取消了知识。因为我们已经学到,“一切教学与一切学习都来自预先存在的知识。”那么,如果同一批本原属于一切存在物,并且我们是在这些本原本身被认识时才认识事物,显然就不可能从事物中认识诸本原;因为相反,我们是从诸本原中认识事物的;因此,如果同一批本原确实属于万物,我们要么什么也不会知道,要么[必须]去寻求本原的本原。然而,正如你自己所说,我们要么通过共通观念,要么通过类比,要么通过否定来探寻共通本原。因此你自己也是在《物理学》中这样做的;因为你从某种类比中赋予了我们质料的观念,宣称正如青铜对于雕像和大锅、木材对于船只和卧榻那样,质料对于自然事物也是如此。那么,这正是亚里士多德所说的:认识万物的构成要素怎么可能呢?因为如果它们是万物的构成要素,显然不可能预先存在着被认识之物,倘若所假设的是万物的本原,而事物是在诸本原被认识时才由诸本原被认识的。因为正如对于一个学习几何学的人来说,固然可能预先知晓其他事物,如算术和音乐,但关于该科学的对象、关于他将要学习的内容,即关于几何学定理,他却预先什么也不知道(因为他不知道什么是点,或者什么是线,或者任何其他此类事物),在其他科学中同样也是如此;因此,正如某些人所言,如果存在一门关于万物的科学,如我们所说,也就没有任何可以被认识的事物预先存在了。然而,一切学习都是通过预先被认识的事物进行的,无论是全部还是部分,要么通过证明,要么通过定义;因为将要知晓定义是什么的人,必须知道构成定义的那些成分;同样在归纳的情况下,也必须预先知道构成归纳的那些成分。

§1.137

"Ἀλλὰ μὴν καὶ εἰ τυγχάνει σύμφυτος οὖσα." Ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι πρὸς αὐτὸν ὅτι συνουσίωται ἡμῖν ἡ ἐπιστήμη, καὶ ἅτε συνουσιωμένην ἔχοντες αὐτὴν ἐν τῇ ψυχῇ προχειριζόμεθα αὐτήν. πρὸς ταύτην οὖν τὴν ἀπορίαν ἀπαντῶν φησιν ὅτι θαυμαστόν, πῶς σύμφυτον ἔχοντες αὐτὴν λανθάνομεν τῆς κρατίστης τῶν ἐπιστημῶν μετέχοντες.3 λέγομεν οὖν πρὸς αὐτὸν ὅτι σύμφυτον αὐτὴν ἔχομεν, ἀλλὰ λοιπὸν πίπτουσα ἡ ψυχὴ εἰς τὴν λήθην τῆς γενέσεως καὶ πληρουμένη τῆς ἐντεῦθεν ἀχλύος ἐπιλανθάνεται καὶ σκοτίζεται· εἰ γὰρ μὴ εἴχομεν οὐκ ἄν ποτε μεμαθήκαμεν, καθάπερ εἴρηται ἐν τῷ Φαίδωνι, ὅτι τὸ ἀγνοούμενον κἄν τις θεάσηται, οὐδέποτε γινώσκει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ οἰκέτου τοῦ Μένωνος.

“但是,即使它恰好是天生的。” 他消解了一条反驳,以免有人对他说知识与我们同质,并且正因为我们在灵魂中拥有作为同质的知识,我们才随时能调动它。因此针对这个疑难,他回答说,令人惊奇的是,我们既然拥有天生的知识,分享着最卓越的科学,竟然浑然不知。于是我们对他说道:我们固然天生拥有它,但在那之后,灵魂堕入生成的遗忘之中,充斥着由此而来的昏蒙,因而遗忘并变得昏暗;因为如果我们不曾拥有它,我们就绝不可能学到任何东西,正如在《斐多篇》中所说的那样:对于未被认识的事物,即便有人注视着它,也绝不会认出它。在美诺的家奴身上同样也是如此。

语法注3 条
  1. 1.136τῶν ἀρχῶν αὐτῶν γινωσκομένων

    独立属格,表示时间或条件(“当这些本原本身被认识时/通过这些本原本身被认识”),修饰主句动词 γινώσκομεν,说明认识得以成立的前提条件。

  2. 1.136ἀδύνατόν ἐστι προϋπάρχειν γνωριζόμενον

    在无人称句式 ἀδύνατόν ἐστι 中,不定式 προϋπάρχειν 充当真正主语,而中性单数宾格分词 γνωριζόμενον 则作该不定式的主语(“预先被认识之物先行存在”)。

  3. 1.137λανθάνομεν τῆς κρατίστης τῶν ἐπιστημῶν μετέχοντες

    动词 λανθάνω 与补语分词(μετέχοντες)连用的惯用句式,意为“我们参与……却不自知”。属格 τῆς κρατίστης τῶν ἐπιστημῶν 是由动词 μετέχω(分词 μετέχοντες)支配的表示分享的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:109.16-110.16