← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§108.18-109.15

寻求一切存在物共通构成要素的不可能性

亚里士多德论证了寻求一切存在物的共通构成要素(质料要素)是不可能的,阿斯克勒庇俄斯则通过“存在”的多义性以及非实体范畴在本质上缺乏质料来解释并维护这一论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.135

" Ὅλως τε τῶν ὄντων ζητεῖν στοιχεῖα." Πάλιν ἑτέρα ἐπιχείρησις κατὰ τῶν ἰδεῶν· καί φησιν ὅτι τὸ ὑποτίθεσθαι στοιχεῖα πάντων τῶν ὄντων οὐκ ἀληθές. ἔλεγον γὰρ τὴν δυάδα καὶ τὴν μονάδα στοιχεῖα εἶναι τῶν πάντων. τοῦτο οὖν εἶναι οὐκ ἔστιν ἀληθές· οὔτε γὰρ τὰ τῶν σωμάτων στοιχεῖα πάντως καὶ τῶν ἀσωμάτων ὑπάρχουσιν ἀρχαί. λέγομεν οὖν ὅτι τὸ μὲν ποιητικὸν καὶ τὸ τελικὸν πάντων τῶν ὄντων ἐστὶν αἴτια (ὁ γὰρ θεὸς πάντων ἐστὶν αἴτιος τῶν ὄντων, ὡς φῂς καὶ αὐτός, καὶ 〈τὸ〉 τελικόν, διότι πρὸς αὐτὸ ἐπεστραμμένα ὑπάρχουσι), πάντων μέντοι τῶν ὄντων ὑλικὰ αἴτια ὑποτίθεσθαι οὐκ ἔστιν ἀληθές. καὶ Πλάτων μὲν συμβολικῶς ταῦτα ὑπετίθετο· τὴν γὰρ δυάδα ἀρχὴν τῆς προόδου ὑπετίθετο, τὴν δὲ μονάδα τῆς ἑνώσεως, ἐπειδὴ καὶ ἕνωσίς ἐστιν ἐν πᾶσι τοῖς οὖσι καὶ διαφορὰ καὶ πρόοδος. ὁ λόγος οὖν οὕτως προέρχεται· ὧν μή εἰσι κοιναὶ ἀρχαί, τούτων ἀδύνατον κοινάς τινας ἀρχὰς εὑρεῖν· τῶν δὲ ὄντων οὐκ εἰσιν κοιναὶ ἀρχαί· ὥστε καὶ ἀδύνατόν ἐστιν εὑρεῖν αὐτῶν κοινὰς ἀρχάς. ὅτι δὲ τῶν ὄντων οὐκ εἰσιν ἀρχαὶ κοιναί τε καὶ αἱ αὐταί, φανερὸν ἐντεῦθεν· τῶν πολλαχῶς λεγομένων οὐκ εἰσιν ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί· τὰ δὲ ὄντα πολλαχῶς λέγεται· τῶν ὄντων ἄρα οὐκ εἰσὶν ἀρχαὶ αἱ αὐταί. ὅτι δὲ τὸ ὂν τῶν πολλαχῶς λεγομένων, ἐν πολλοῖς εἴρηται, εἴ γε ὁμώνυμός ἐστι φωνὴ καὶ κατηγορεῖται πασῶν τῶν κατηγοριῶν. αἰτιᾶται οὖν αὐτοὺς ὅτι ἐζήτουν ἀρχὰς τῶν ὄντων μὴ πρότερον διελόμενοι αὐτὰ καὶ τὰ σημαινόμενα ἐκθέμενοι τοῦ ὄντος. ἄλλως τε αἰτιᾶται πρότερον τὸ τὰς τοιαύτας τῶν ὄντων ἀρχὰς τὰς αὐτὰς ζητεῖν τὰς ἐξ ὧν εἰσιν·1 αὗται δέ εἰσιν ἡ ὕλη τε καὶ τὸ εἶδος· τοιαῦται γὰρ ἃς ὑποτίθενται ἀρχάς, ἥ τε ἀόριστος δυὰς καὶ ἡ μονάς. ἔνια γὰρ τῶν ὄντων οὐδὲ ἔχει κατὰ τὴν οἰκείαν φύσιν τοιαύτας ἀρχὰς καὶ στοιχεῖα, εἰ μὴ κατὰ συμβεβηκός· ἐκ τίνος γὰρ ὕλης τὸ ποιεῖν ἢ πάσχειν; κατὰ συμβεβηκὸς μὲν γὰρ καὶ ταῦτα ὕλην ἔχει· ὅτι γὰρ ταῖς οὐσίαις, ὧν ἐστί τις ὕλη, ταῦτα ὑπάρχει, κατὰ τοῦτο ἂν εἴη τις ὕλη καὶ τῶν τοιούτων, καθ’ αὑτά δὲ οὔ. ὁμοίως δὲ οὐδὲ τοῦ εὐθέος ὕλη τίς ἐστιν οὐδέ τινος ἄλλου παρὰ τὴν οὐσίαν. διὰ τοῦτο γὰρ εἶπε μὴ εἶναι τούτων λαβεῖν τοιαῦτα στοιχεῖα, ὅτι μηδὲ τὴν ἀρχὴν ἔστι·2 τὰς γὰρ τοιαύτας ἀρχὰς τὰς ὡς στοιχεῖα καὶ ἐνυπάρχοντα καὶ ἐξ ὧν λέγεταί τι εἶναι μόνης τῆς οὐσίας ἔστιν εὑρεῖν· μόνη γὰρ αὕτη τῶν ὄντων ὑποκείμενον, τὰ δὲ ἄλλα ἐν ταύτῃ. ὥστε τὸ ζητεῖν πάντων τῶν ὄντων στοιχεῖα † ποιεῖσθαι οὐκ ἔχει ἀληθές.

“而且概括地寻求存在物的构成要素[是不可能的]。” 这又是对诸理念的另一条反驳;而且他说,设定一切存在物的构成要素是不真实的。因为他们过去说二元和单一是一切事物的构成要素。因此,这个说法并不真实;因为物体的构成要素绝不必然也是无形之物的本原。于是我们说,动力因和目的因固然是一切存在物的原因(因为正如你自己所说,神是一切存在物的原因,并且是目的因,因为它们都朝向它而回转),然而设定一切存在物的质料因却是不真实的。而且柏拉图是象征性地设定这些的;因为他把二元设定为展开的本原,而把单一设定为合一的本原,因为在一切存在物中既有合一,也有差异和展开。因此该论证是这样推进的:凡是没有共通本原的事物,便不可能找到它们共通的本原;但存在物没有共通的本原;因此也不可能找到它们共通的本原。而存在物没有共通且相同的本原,从以下这一点是明显的:以多种方式言说的事物,没有共通且相同的本原;但存在物是以多种方式言说的;因此存在物并没有相同的本原。至于“存在”属于以多种方式言说的事物,在许多地方都已讨论过,既然它是一个同音异义的声音,并且被述说于所有的范畴。因此他责难他们,是因为他们没有预先区分存在物并列明“存在”的各种涵义,就去寻求存在物的本原。特别是,他首先责难他们去寻求存在物的那些相同的本原,即它们由之构成的那些本原;而这些就是质料和形式;因为他们所设定的本原就是这类东西,即不定二元与单一。因为存在物中的某些东西按照其本性甚至根本不具有这类本原和构成要素,除非是出于偶性;因为主动或被动是由何种质料构成的呢?因为出于偶性它们固然也具有质料;因为既然它们属于那些拥有某种质料的实体,就这一点而言,这类事物也会具有某种质料,但按其自身则不然。同样,直线没有任何质料,在实体之外的任何其他事物也没有。事实上,他之所以说不可能把握这些事物的这类构成要素,正是因为根本就没有〔质料〕存在;因为只有对于实体,才能找到作为构成要素和内在成分、某种事物被说成是由之而来的这类本原;因为只有它在存在物中作为基底,而其余事物都在它之中。因此,寻求一切存在物的构成要素是不具有真实性的。

语法注2 条
  1. 1.135τὸ τὰς τοιαύτας τῶν ὄντων ἀρχὰς τὰς αὐτὰς ζητεῖν τὰς ἐξ ὧν εἰσιν

    主句动词 αἰτιᾶται 的直接宾语是带有定冠词的不定词短语 τὸ ... ζητεῖν,而 ζητεῖν 自身的宾语由带有多重定冠词的修饰成分构成(τὰς τοιαύτας... τὰς αὐτὰς... τὰς ἐξ ὧν εἰσιν)。整个结构表示“寻求存在物的那些相同的、即它们由之构成的本原”。

  2. 1.135μηδὲ τὴν ἀρχὴν ἔστι

    宾格短语 τὴν ἀρχήν 与否定词(μηδέ)连用,是表示“根本”、“压根(不)”的习用副词性宾格。省略的主语由上下文补足为“质料”或“构成要素”,意为“因为[质料]根本就完全不存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:108.18-109.15