← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§107.5-108.17

万物为一论证的批判与量度理念的否认

阿斯克勒庇俄斯注解了亚里士多德对通过“列示”以证明“万物为一”之论证的批评,指出这种方法所揭示的只是概念上的共相而非超离的原因,且否定谓词并不存在理念。随后他解释了下一条反驳:若数目先于量度(几何对象),量度便无法拥有理念,从而在柏拉图主义关于存在的划分(理念、居间数学对象、可感生灭物)中沦为无处安放的第四类存在,并讨论了柏拉图主义者的回应方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.133

" Ὅ τε δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα." Ὅπερ δοκεῖ εὐχερὲς εἶναι, τὸ δεῖξαι ὅτι ἓν ὑπάρχουσιν ἅπαντα, οὐ γίνεται· διὰ γὰρ τῆς ἐκθέσεως οὐ γίνεται τὰ πάντα ἕν. ἐξετίθεντο γὰρ τὰ εἴδη, οἷον ἄνθρωπον, ἵππον, κύνα, φυτόν, ζῷον καὶ λίθον, καὶ ἐπὶ πάντων ἐδείκνυον οὖσαν τὴν ἑνάδα, καὶ ὅτι μετέχουσι τῆς ἑνάδος, ἔστ’ ἂν ὦσι, διαφθαρέντα δὲ εἰς πολλὰ διαλύονται. ἐντεῦθεν οὖν ἐβούλοντο συλλογίζεσθαι ὅτι ἐπειδὴ πάντα μετέχουσι τῆς ἑνάδος, ἔστ’ ἂν ὦσι, φανερὸν ὅτι ἔστι τις ἑνὰς ἐξῃρημένη προακτικὴ πασῶν τῶν ἑνάδων. κἂν δὲ δοθῇ αὐτοῖς καὶ συγχωρηθῇ τὸ πρὸς παράδειγμα γίνεσθαι τὸ αὐτοέν, καὶ εἶναί τι ἕν, οὗ μετασχέσει ταὐτὰ τὰ πολλὰ ἀλλήλοις ἢ κατὰ εἶδος ἢ κατὰ γένος, οὐδὲ οὕτως γίνονται τὰ πάντα ἕν, ἀλλὰ καθ’ ἑκάστην ὁμοιότητα τῶν πολλῶν τούτων αὐτό τι ἓν γίνεται καὶ ἑνάς τις ἐννοηματική· οὐ γὰρ ταῦτα ἕν. ἀλλ’ οὐδὲ τοῦτο ἐπὶ πασῶν τῶν ὁμοιοτήτων οἷόν τε δείκνυσθαι καὶ γενέσθαι, ὡς κατὰ πᾶσαν ὁμοιότητα αὐτό τι ἓν εἶναι, κἂν μὴ κατά τι εἶδος ἢ γένος ἡ ὁμοιότης ᾖ τῶν λαμβανομένων· ἡ γὰρ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος τε καὶ τὸ εἶδος ταυτότης τε καὶ ὁμοιότης ἰδέα, ἀλλ’ οὐχ ἡ κατά τι συμβεβηκός. πολλὰ γάρ ἐστιν ἃ διά τινα ὁμοιότητα ἀλλήλοις ὁμοίως λέγεται, τῷ δὲ μὴ εἶναι ταὐτὸν τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν1 οὐδὲ αὐτό τι ἓν ἔσται ἐπ’ αὐτῶν· ταῦτα δέ ἐστι τὰ ἀποφατικῶς λεγόμενα. τὸ γὰρ οὐ τρέχει κοινὸν μὲν καὶ ὅμοιον τούτοις ὧν ἀληθῶς κατηγορεῖται, ἀλλ’ οὔτε γένος τὸ οὐ τρέχει οὔτε εἶδος οὔτε ἰδέα τὸ οὐ τρέχει καὶ ἄλλα τοιαῦτα.

“而且那看似容易的事,即证明万物为一[并未成立]。” 那看似容易的事,即证明万物作为一而存在,并未成立;因为通过列示,万物并不成为一。因为他们过去列示出诸形式,例如人、马、犬、植物、动物和石头,并在一切事物上证明一性存在,且只要它们存在,它们就分有一性,而当毁灭时它们就分解为多数。于是他们想由此推论出,既然万物只要存在就分有一性,显然存在着某个超离的、产生一切一性的一性。然而,即使给予并向他们承认“一自身”作为范型而生成,并且存在着某个一,许多事物通过分有它而在种或属上彼此相同,即便如此万物也不会成为一;相反,按照这许多事物的每一种相似性,只会生成某种一自身以及某种概念性的一性;因为这些事物并不是一。但甚至不能在所有的相似性上都证明并实现这一点,即按照每一种相似性都有某种一自身存在,即使所取之物的相似性并非依照某种种或属;因为依照实体、属与种的同一性与相似性才是理念,而依照偶性的则不是。因为有许多事物由于某种相似性而被彼此相似地言说,但由于该相似性与它们的属或种不相同,在它们之上甚至不会有某种一自身;而这些就是以否定方式言说的事物。因为“不奔跑”对于它所被真实断言的事物固然是共通且相似的,但“不奔跑”既不是属也不是种,而且“不奔跑”以及其他诸如此类的东西也不是理念。

§1.134

"Οὐδένα δὲ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη καὶ ἐπίπεδα." Πάλιν ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας. φασὶ γὰρ οὕτως ὅτι τὰ μεγέθη δεύτερα ὑπάρχουσι τῶν ἀριθμῶν· ἡ γὰρ γραμμὴ τὸ ἐφ’ ἓν διαστατὸν ἐκ τῆς μονάδος ἔχει, ὁμοίως δὲ καὶ τὸ τρίγωνον τὸ ἔχειν τρεῖς πλευρὰς ἐκ τῶν ἀριθμῶν. διὸ εἴρηται καὶ ἐν τῇ ἀριθμητικῇ πραγματείᾳ ὅτι προτέρα ἐστὶ πασῶν τῶν ἐπιστημῶν ἡ ἀριθμητικὴ καὶ παρὰ τῷ θεῷ ἐστιν. εἰ τοίνυν τὰ μεγέθη δεύτερα ὑπάρχουσι τῶν ἀριθμῶν, αἱ δὲ ἰδέαι ἀριθμοί, δῆλον ὅτι οὐχ ὑπάρχουσι τῶν μεγεθῶν ἰδέαι. λέγομεν οὖν πρὸς αὐτὸν ὅτι παραλογίζῃ ἡμᾶς ἐκ τῆς ὁμωνυμίας· αἱ μὲν γὰρ ἰδέαι τῶν μεγεθῶν ὑπάρχουσιν, ἐπειδὴ ἐκεῖναι οὐκ εἰσι δεύτεραι τῶν ἀριθμῶν. τὰ γὰρ αἰσθητὰ μεγέθη ὑπάρχουσι δεύτερα τῶν ἀριθμῶν, οὐχ αἱ ἰδέαι τῶν μεγεθῶν. ὃ οὖν λέγει ὁ Ἀριστοτέλης τοῦτό ἐστι· φησὶν ὅτι οὐδένα ἔχει λόγον, τουτέστιν ἰδέαν, οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη καὶ ἐπίπεδα καὶ στερεά, οὔτε ὅπως ὑπάρχουσιν ἢ ὑπάρξουσι μὴ ἔχοντα ἰδέας δι’ ἣν αἰτίαν εἰρήκαμεν, οὔτε εἰ ἔχουσί τινα δύναμιν τὴν προχειριζομένην αὐτά.2 ταῦτα γὰρ τὰ μεγέθη ἰδέαι οὐ δύνανται εἶναι (οὐ γὰρ ὑπάρχουσιν ἀριθμοί· δεύτερα γὰρ ὑπάρχουσι τῶν ἀριθμῶν, ὡς ἐδείξαμεν), οὔτε δὲ τὰ μεταξύ· τὰ γὰρ μαθήματα οὐκ ἔχουσιν ἰδέας· λόγοι γάρ εἰσιν ἐν τῇ φαντασίᾳ ὄντες ἤγουν ἐν τῇ ψυχῇ. εἰπὼν οὖν οὔτε τὰ μεταξὺ καὶ βουλόμενος δηλῶσαι τί ἐστι τὰ μεταξύ, φησὶ τὰ μαθηματικὰ γὰρ ἐκεῖνα. οὔτε πάλιν τὰ φθαρτὰ ἰδέαι ὑπάρχουσι, διότι αἱ ἰδέαι ἀΐδιοι ὑπάρχουσιν. εἰ τοίνυν μήτε ἰδέαι ὑπάρχουσι μήτε μεταξύ, διότι αἱ μὲν ἰδέαι ἀρχαὶ καὶ ἀδιαίρετοι, τὰ δὲ μαθήματα οὔτε ἀρχαὶ καὶ διαιρεῖται, οὔτε δὲ φθαρτὰ δι’ ἣν εἰρήκαμεν αἰτίαν, δῆλον ὅτι τετάρτη τις φύσις τῶν ὄντων ἔσται αὐτοῖς αὕτη, καὶ τέταρτόν τι γένος παρὰ τὰ τρία τὰ ὑπ’ αὐτῶν τιθέμενα.

“而在数目之后的长度和平面也没有任何理路。” 这又是针对诸理念的另一条反驳。因为他们这样说,量度是在数目之后的次级者;因为线从单一中获得其单一维度的延展,同样三角形具有三条边也是从数目中获得的。因此在算术论著中也曾说过,算术先于所有科学,并且存于神那里。如果量度在数目之后,而诸理念是数目,显然就不会有量度的理念。于是我们对他说,你是在利用同音异义性来向我们作谬误推理;因为量度的理念固然存在,因为它们并不在数目之后。因为是在感觉中的量度在数目之后,而不是量度的理念。因此亚里士多德所说的就是这个:他说,在数目之后的长度、平面和立体没有任何理路,也就是理念——既没有说明它们在不具有理念的情况下如何存在或将如何存在(由于我们所说过的原因),也没有说明它们是否拥有某种产生它们的能力。因为这些量度不可能是理念(因为它们不是数目;因为正如我们证明的那样,它们是在数目之后的次级者),也不是居间者;因为数学对象不具有理念;因为它们是存在于表象中、亦即存在于灵魂中的理路。于是他说完“也不是居间者”之后,想要指明居间者是什么,便说“因为那些乃是数学对象”。灭亡的事物同样也不是理念,因为理念是永恒的。因此,如果它们既不是理念也不是居间者(因为理念是本原且不可分,而数学对象既非本原而且可分),并且由于我们所说的原因也不是可灭亡的,显然对他们而言,这将是存在物的第四种本性,是他们所设定的三者之外的第四个属。

语法注2 条
  1. 1.133τῷ δὲ μὴ εἶναι ταὐτὸν τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν

    由表示原因的与格冠词 τῷ 加上不定式 εἶναι 构成的句式。不定式的宾格主语为 τὴν ὁμοιότητα,表语为 ταὐτὸν ... γένος ἢ εἶδος,意为“由于该相似性与它们的属或种不相同”。

  2. 1.134οὔτε ὅπως ὑπάρχουσιν ἢ ὑπάρξουσι μὴ ἔχοντα ἰδέας δι’ ἣν αἰτίαν εἰρήκαμεν, οὔτε εἰ ἔχουσί τινα δύναμιν τὴν προχειριζομένην αὐτά

    接在 οὐδένα ἔχει λόγον(没有任何说明/理路)之后的两个间接疑问从句(οὔτε ὅπως ... οὔτε εἰ ...)。二者并列,一个表示方式(“既没有说明它们如何存在……”),另一个表示是否有(“也没有说明它们是否拥有……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:107.5-108.17