← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§105.20-107.4

理念论中运动原因的缺失与柏拉图学派的辩护

亚里士多德反驳理念论未能说明运动的来源(从而取消了自然哲学),且通过列示个别一性并不能证明万物为一而只能得出概念上的共相;注解者(阿摩尼乌)则通过不动原因以及欲求之物向超越一性的回转为柏拉图主义辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.131

" Περί τε κινήσεως, εἰ μέν ἐστι ταῦτα κίνησις, δῆλον ὅτι κινήσεται τὰ εἴδη· εἰ δὲ μή, πόθεν ἦλθεν;" Ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας· καί φησιν ὅτι ἀκίνητοι ὑπάρχουσιν αἱ ἰδέαι ἢ κινοῦνται. εἰ μὲν γὰρ ἐν κινήσει ὑπάρχουσι τὰ εἴδη, φανερὸν ὅτι καὶ αἱ ἰδέαι κινηθήσονται· καθ’ ὁμοιότητα γὰρ τῶν ἰδεῶν βούλονται εἶναι τὰ ἐνταῦθα. νῦν δὲ τοῦτο ὑμεῖς οὐχ ὁμολογεῖτε· ἀκινήτους γὰρ ὑποτίθεσθε τὰς ἰδέας. εἰ δὲ μὴ κινοῦνται αἱ ἰδέαι, πόθεν γέγονεν ἐνταῦθα ἡ κίνησις; εἰ γὰρ αἱ ἀρχαὶ ἀκίνητοι, φανερὸν ὅτι καὶ τὰ ἐκ τῶν ἀρχῶν, καὶ οὕτως ἔσται ἀκινησία ἐν τοῖς οὖσι· καὶ οὕτως ἀναιρεθήσεται πᾶσα ἡ φυσικὴ θεωρία, εἴ γε οὐδέν ἐστιν ἕτερον φύσις ἢ ἀρχὴ κινήσεως καὶ ἠρεμίας. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· οὐδὲν δὲ ἧττον καὶ πρὸς τοῦτο ἐνίσταται ὁ φιλόσοφος πρὸς αὐτὸν λέγων ‘ὥσπερ σὺ λέγεις τὴν μίαν τῶν πάντων ἀρχὴν ἀκίνητον εἶναι καὶ ἐξ αὐτῆς προαχθῆναι τὴν ψυχήν, καὶ ὑπὸ τῆς ψυχῆς κινεῖσθαι τὰ σώματα διὰ τῆς ὀρεκτικῆς δυνάμεως, οὕτως καὶ αὐτοί φασι τοὺς λόγους τοὺς δημιουργικοὺς ἀκινήτους εἶναι καὶ γίνεσθαι αἰτίους κινήσεως τῆς ἐνθάδε.’ χρὴ δὲ εἰδέναι ὅτι τὸ ἐζωωμένον σῶμα τὸ σύνθετον καθ’ αὑτὸ κινεῖται καὶ ἐνεργοῦν καὶ κατὰ τόπον· τοῦτο1 δέ φημι διὰ τὴν φυσικὴν ψυχήν, ἐπειδὴ ζωή ἐστι τοῦ σώματος, καὶ οὐχ ὥσπερ ἡ λογικὴ ψυχὴ κατὰ συμβεβηκὸς κινεῖται κινουμένου τοῦ σώματος, οὕτως καὶ ἡ φυσικὴ σύνθετος οὖσα. ὥστε, φησίν, οὐδὲ περὶ κινήσεως τι λέγουσι τῶν φύσει γινομένων, πόθεν ἡ κίνησις ἐν αὐτοῖς· καίτοι 〈τῷ περὶ〉 τῶν φυσικῶν λέγοντι καὶ παραδείγματα τὰς ἰδέας τιθέντι ἀναγκαιότερος ὁ περὶ κινήσεως λόγος.2 εἰ μὲν γάρ ἐστι ταῦτα κίνησις, ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις, ἔσται κινούμενα τὰ εἴδη, ἔχοντά γε ὡς ἀρχὰς ἐν ἑαυτοῖς τὴν ὑπεροχήν τε καὶ ἔλλειψιν οὔσας κινήσεις, ὃ οὐ βούλονται· ἀκίνητα γὰρ τὰ εἴδη κατ’ αὐτούς. εἰ δὲ μὴ κινήσεις ἐκεῖναι, πόθεν ἡ κίνησις ἐν τοῖς φυσικοῖς τοῖς κατὰ τὴν ἐκείνων μετοχὴν οὖσιν ἃ ἔστι; τὸ γὰρ πρὸς παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον ἔχον τὴν κίνησιν παρὰ τοῦ παραδείγματος ἔχειν 〈δεῖ〉 τοῦτο, ὄντος καὶ αὐτοῦ τοιούτου, ἢ παρά τινος ἄλλης αἰτίας. ἀναιρουμένης δὲ κινήσεως πᾶσα ἡ περὶ φύσεως ἀναιρεῖται θεωρία.

“关于运动,如果这些是运动,显然诸形式将会运动;但若不然,它又从何而来?” 这是针对理念的另一条反驳;他说,诸理念要么是不动的,要么是运动的。因为如果诸形式处于运动之中,显然诸理念也将运动;因为他们希望这里的事物依照与诸理念的相似性而存在。然而现在你们并不承认这一点;因为你们假定诸理念是不动的。但如果诸理念不运动,这里的运动又是从何而来的呢?因为如果本原是不动的,显然源于本原的事物也是如此,这样在存在物之中就将存在不动性;从而整个自然的研究都将被取消,如果自然确实无非是运动和静止的本原的话。以上是亚里士多德的论述;然而那位哲学家针对这一点也同样向他提出异议,说:“正如你说万物的单一本原是不动的,灵魂从它产生,而物体由灵魂通过欲求能力而被运动,同样他们也说,创造性的理路是不动的,并且成为这里运动的原因。”但应当知道,被赋予灵魂的复合身体就其自身而言不仅在现实活动中而且在空间上运动;我说这话是由于自然灵魂,因为它乃是身体的生命,并不是像理智灵魂在身体运动时依附带性而运动那样,复合的自然灵魂也如此。他说,因此他们对于依照自然生成之物的运动,关于运动在它们之中从何而来,根本未置一词;然而对于谈论自然事物并把诸理念设定为范型的人而言,关于运动的论理是更为必然的。因为如果这些,即过度与不及,是运动,诸形式就将处于运动之中,既然它们自身之内具有作为本原的过度与不及这些运动——而这并非他们所愿;因为按照他们的看法,诸形式是不动的。但如果那些不是运动,在那些依照对它们的分有而成为其所是的自然事物中,运动又从何而来?因为相对于范型而具有其存在、并且天然具有运动的事物,必须要么从范型那里获得这一点(当范型本身也是这般时),要么从某种别的原因那里获得。而运动一旦被取消,关于自然的整个研究也就被取消了。

§1.132

"Καὶ ὃ δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν τὰ πάντα, οὐ γίνεται· τῇ γὰρ ἐκθέσει οὐ γίνεται τὰ πάντα ἕν." Πάλιν ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας· καί φησιν ὅτι ἐν ἅπασι τοῖς οὖσίν ἐστιν ἡ ἑνάς. εἰ μὴ γὰρ τῷ ὄντι ὑποθώμεθα εἶναι ἐν ἅπασι τοῖς οὖσι τὴν ἑνάδα, ἀπειρίαν εἰσάξομεν ἐν τοῖς οὖσιν. εἰ μὴ γάρ ἐστιν ἡ μονὰς ἐν ὅλῳ, ἀλλ’ ἐν τῷ μέρει· εἰ δὲ μηδὲ ἐν τῷ μέρει, φανερὸν ὅτι ἀπειρία ἔσται. ὥστε φησὶν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἐνταῦθα ἑνὰς καὶ πανταχοῦ, φανερὸν ὅτι δεῖ εἶναι ἑνάδα ἐξῃρημένην πάντων τούτων, ἥτις ἐστὶ παρακτικὴ ἁπασῶν τῶν ἑνάδων. φησὶν οὖν πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης, ὅτι τὸ οὕτως λέγειν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἀλλαχοῦ δεῖ εἶναι μονάδα ἐξῃρημένην3 * * * οὐδὲν γὰρ ἔστιν ἄλλο συνάγειν ἐντεῦθεν ἢ τὸ καθόλου τὸ ἐννοηματικόν. λέγομεν γὰρ ὅτι ὅδε ἄνθρωπος καὶ ὅδε ἄνθρωπος, καὶ ἔχομεν λοιπὸν ἐννοηματικῶς ἅπαντα τὸν ἄνθρωπον ἤγουν τὸ ζῷον. οὐδὲ ὅπερ ἄρα βούλεσθε δείκνυται· βούλεσθε μὲν γὰρ τὸ ἐξῃρημένον αἴτιον δηλῶσαι, οὐ δείκνυται δὲ τοῦτο ἀλλὰ τὸ ἐννοηματικόν, καὶ αὐτὸ ἡνίκα γένος ἐστὶ τὸ κατηγορούμενον, ὡς ἐπὶ ζῴου· εἰ γάρ ἐστιν ὁμώνυμος φωνή, οὐδὲ ἐννοηματικῶς ἔστιν ἑλεῖν τοῦτο (οὐδὲ γὰρ ἔστιν ἐννοηματικῶς ἑλεῖν ὅτι ἔστι καθόλου Αἴας ἢ κύων), ἤγουν ἐπὶ ἀποφάσεων ὅ ἐστι καθολικόν,4 τὸ οὐ περιπατεῖ ἤγουν τὸ οὐχ ὑγιαίνει. λέγομεν οὖν ἡμεῖς πρὸς αὐτὸν ὅτι καὶ πάνυ ἀκριβῶς λέγουσι περὶ τῆς πρώτης ἑνάδος. φασὶ γὰρ ὅτι πάντα ὀρεγόμενα αὐτοῦ ἐπέστραπται πρὸς αὐτό. εἰ τοίνυν ἕτερόν ἐστι τὸ ὀρεκτὸν παρὰ τὸ ὀρεγόμενον (οὐδεὶς γὰρ ὀρέγεται οὗ ἔχει), φανερὸν ὅτι ἕτερόν τι ὑποτίθενται εἶναι τὴν πρώτην ἑνάδα, ἥν φασιν ὀρεκτήν, πρὸς ἣν πάντα τὰ ὄντα ἐπεστραμμένα ὑπάρχουσι. διὸ καὶ αὐτὸς ἀπεδέχετο αὐτοὺς λέγοντας τἀγαθὸν οὗ πάντα ἐφίεται.

“而且那看似容易的事,即证明万物为一,并未成立;因为通过列示,万物并不成为一。” 这又是针对诸理念的另一条反驳;他说,在所有存在物中都有一性。因为如果我们不真实地假定在所有存在物中都有一性,我们就会将无限性引入存在物之中。因为如果单一不在整体中,就在部分中;而如果连在部分中也没有,显然就会有无限。他说,因此既然这里有一性,这里也有一性,并且处处皆有,显然必须有一个超离于这一切的一性,它是一切一性的产生者。亚里士多德于是对他们说,这样说,即因为这里有一性,在别处也必然有超离的单一……[缺文]因为从中除了概念上的共相之外,推论不出任何别的东西。因为我们说“这个人和这个人”,于是我们接下来在概念上就拥有了所有的人,或者说动物。因此就连你们所希求的东西也没有被证明;因为你们固然想要指明超离的原因,但这并未被证明,被证明的只是概念上的东西,并且这本身也只是在谓项如动物那样是属的时候才被证明;因为如果是一个同音异义词,甚至在概念上也是无法把握它的(因为在概念上无法把握存在着普遍的埃阿斯或犬),或者在否定中是普遍的东西,如“不散步”或“不健康”,也是如此。于是我们对他说,他们关于第一一性的论述是极其准确的。因为他们说,万物由于欲求它而向它回转。既然被欲求者不同于欲求者(因为没有人欲求自己所拥有的东西),显然他们假定第一一性是某种别的东西,他们称之为被欲求者,所有存在物都朝向它回转。因此他自己也赞同他们说“善乃是万物所企求的”。

语法注4 条
  1. 1.131τὸ γὰρ πρὸς παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον ἔχον τὴν κίνησιν παρὰ τοῦ παραδείγματος ἔχειν 〈δεῖ〉 τοῦτο

    主语为带冠词分词短语 τὸ πρὸς παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον ἔχον τὴν κίνησιν(相对于范型而具有其存在且天然具有运动之物),在所补出的无人称动词 〈δεῖ〉 之下作为不定式 ἔχειν 的逻辑主语构成宾格加不定式结构。即便不添加补词,亦可视为受上下文松散统摄的不定式破格结构,其语义一致。

  2. 1.131ἀναγκαιότερος ὁ περὶ κινήσεως λόγος

    在由 καίτοι 引导的从句中,与格短语〈τῷ περὶ〉 τῶν φυσικῶν λέγοντι καὶ παραδείγματα τὰς ἰδέας τιθέντι(对于论述自然事物并将理念设定为范型的人而言)依附于比较级谓语 ἀναγκαιότερος(更加必然),主语是 ὁ περὶ κινήσεως λόγος。系词 ἐστί 被省略。

  3. 1.132τὸ οὕτως λέγειν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἀλλαχοῦ δεῖ εἶναι μονάδα ἐξῃρημένην * * *

    定冠词不定式短语 τὸ οὕτως λέγειν ὅτι... 充当句首主语,但由于星号( *)所示的文本脱漏,导致后半部述谓中断而形成破格(anacoluthon)。从紧接着由 γάρ 引出的句子(“因为从中推论不出别的……”)可知,脱落部分原本应包含“是不成立的”或“是错误的”等述谓判断。

  4. 1.132ἤγουν ἐπὶ ἀποφάσεων ὅ ἐστι καθολικόν

    ἤγουν(或者/即)引出概念把握不成立的另一种情况,与前文同音异义词的情况(εἰ γάρ ἐστιν ὁμώνυμος φωνή)并列。关系代词 ὅ 所引导的从句 ὅ ἐστι καθολικόν 指代否定命题中算作普遍者的事物(例如“不散步”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:105.20-107.4