- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:104.21-105.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》992b1,阐明对柏拉图派将“大与小”(不定之二)假定为质料的批判,指出它实为数学对象和种差而非自然底层,并记述了其师阿摩尼奥斯的解释。
" Ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτέραν ἄν τις ὑπολάβοι." Ἔτι ἔνστασις πρὸς τὰς ἰδέας ἐκ τῆς ὕλης, ἐπειδὴ βουλόμενος δηλῶσαι ὁ Πλάτων τὴν ὕλην διὰ τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐδήλου αὐτήν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τῶν μεγεθῶν θεωρεῖται, ἅτινα μεγέθη τῶν μαθημάτων ὑπάρχουσιν. ἔπειτα αἱ διαφοραὶ κατηγοροῦνται μᾶλλον ἤπερ ὑπόκεινται· τὸ δὲ κατηγορεῖσθαι τοῖς εἴδεσιν ἁρμόττει. αἱ γὰρ ἐναντιότητες κατὰ τὰ εἴδη θεωροῦνται τὰ ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχοντα· μάχεται γὰρ τὸ λευκὸν τῷ μέλανι καὶ τὸ θερμὸν τῷ ψυχρῷ, ταῦτα δὲ εἴδη ὑπάρχουσιν. αὐτὸς δὲ τὰς ἐναντιότητας κατὰ τὴν ὕλην ἐχαρακτήρισε, τουτέστι κατὰ τὸ μέγα καὶ τὸ μικρόν· διὰ γὰρ τούτων τὴν ὕλην δηλοῖ. ἔπειτα οὐκ ἔδει αὐτὸν εἰπεῖν τὸ μέγα καὶ τὸ μικρόν, ἀλλ’ εἰ ἄρα, τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· τοῖς γὰρ φυσικοῖς πράγμασι ταῦτα μᾶλλον οἰκειότερα. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. αὖθις δὲ ὁ φιλόσοφός φησιν1 ὅτι συμβολικῶς ὁ Πλάτων διὰ τοῦ μεγάλου καὶ μικροῦ τὴν ὕλην ἐδήλου, ἐπειδὴ πρῶτον ἡ ὕλη ποσοῦται καὶ ὄγκον δέχεται καὶ τότε ποιότητας, τὸ δὲ μέγα καὶ τὸ μικρὸν τοῦ ποσοῦ ὑπάρχουσιν.
“此外,人们或可认为作为质料的基础实体更为数学化。” 这是从质料的角度针对理念提出的进一步反驳,因为柏拉图想要指明质料,便通过“大与小”来指明它。亚里士多德因而说,大与小是在量度上被观照的,而这些量度属于数学对象。其次,差异是被述说的,而不是作为底层的;而被述说是适合于形式的。因为对立是在以质料为底层而具有其存在的一众形式上被观照的;因为白与黑相抗争,热与冷相抗争,而这些都是形式。但他自己却依质料规定了对立,亦即依大与小规定之;因为他是通过这些来指明质料的。其次,他不该说大与小,而顶多该说过度与不及;因为对于自然事物而言,这些更为适宜。以上是亚里士多德的论述。另一方面,那位哲学家又说,柏拉图通过大与小指明质料是象征性的,因为质料首先被量化并接受体积,然后才接受性质,而大与小属于量。
"Ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτέραν." Φησὶν ὅτι καὶ ἡ ὑποκειμένη οὐσία, ἥντινα οὐσίαν ὡς ὕλην ὑποτίθενται τῶν φύσει γινομένων (αὕτη δέ ἐστιν ἡ ἀόριστος δυάς, τὸ μέγα καὶ τὸ μικρόν), μαθηματικὴ μᾶλλόν ἐστιν ἢ φυσική· ἡ γὰρ δυὰς ἀριθμοῦ μᾶλλόν ἐστιν ἀρχὴ ἤπερ τῶν φύσει συνεστώτων· διὸ μαθηματικωτέρα καὶ οὐχ ὑποκειμένη τις φύσις, ἀλλὰ μᾶλλον κατηγορούμενόν τι τῆς ὕλης δόξειεν ἂν εἶναι καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑποκείμενόν τι αὐτὸ καὶ ὕλην. εἰπὼν δὲ καὶ μᾶλλον κατηγορεῖσθαι, πῶς κατηγορεῖται ἐδήλωσεν εἰσενεγκὼν τὸ καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης· αἱ γὰρ διαφοραὶ τοῖς εἴδεσι μᾶλλον ἁρμόττουσιν ἤπερ τῇ ὕλῃ, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. ὡς γὰρ καθ’ οὕς ἐστιν ἐν ταῖς ἀρχαῖς τῶν φυσικῶν τὸ μανὸν καὶ τὸ πυκνόν,2 οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραὶ τῆς ὕλης καὶ τοῦ ὑποκειμένου κατ’ αὐτούς, εἴτε ἄπειρον εἴτε πῦρ εἴτ’ ἄλλο τι ὑποκείμενον, οὕτως καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις διαφοραί τινες μᾶλλον ἂν δόξαιεν εἶναι ὑποκειμένου τινός, καθ’ ἃς ἡ μεταβολὴ αὐτῶν,3 ἀλλ’ οὐχὶ αὐτὰ ὑποκείμενα. τὸ δὲ ταῦτα δέ ἐστιν ὑπεροχή τε καὶ ἔλλειψις ἐπὶ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ εἶπε· τὸ γὰρ μανὸν ἐν ὑπεροχῇ ἐστιν ὡς πλείονα τόπον κατέχον, τὸ δὲ πυκνὸν ἐν ἐλλείψει ὡς ἥττονα.
“此外,作为质料的基础实体[人们或可认为]更为数学化。” 他说,他们假定为依照自然生成之物的质料的基础实体(这就是不定之二,即大与小),也是数学性的而非自然性的;因为二毋宁是数的本原,而不是由自然构成之物的本原。因此它更为数学化,并不是某种作为底层的自然,而是更会被看作是关于质料被述说者并指明质料的差异,而不是它本身作为某种底层和质料。他在说了“并且毋宁被述说”之后,通过引入这也是实体和质料的差异,从而表明了它是如何被述说的;因为正如我们在通论中所说,差异更适合于形式,而非适合于质料。因为正如在那些将“稀与密”列入自然事物本原的人看来,在他们眼中这些并不是质料,而是质料和底层(无论底层是无定,还是火,抑或是其他某种事物)的差异,同样,大与小以及过度与不及,也更会被看作是某个底层的某些差异,底层之变化正是依照这些差异而发生的,而它们本身绝非底层。至于“而这些乃是过度与不及”这句话,他是关于稀与密说的;因为稀由于占据更大的空间而处于过度之中,而密由于占据较小的空间而处于不及之中。
- 1.129αὖθις δὲ ὁ φιλόσοφός φησιν
此处的“那位哲学家”(ὁ φιλόσοφος)与前文的“亚里士多德”(ὁ Ἀριστοτέλης)相对立;在阿斯克勒庇俄斯的注解中,这一短语作为显性主语,指代其师赫尔米亚之子阿摩尼奥斯。
- 1.130ὡς γὰρ καθ’ οὕς ἐστιν ἐν ταῖς ἀρχαῖς τῶν φυσικῶν τὸ μανὸν καὶ τὸ πυκνόν
整个句子的骨干是由“ὡς γὰρ καθʼ οὕς... οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραί... οὕτως καὶ τὸ μέγα καὶ τὸ μικρὸν... διαφοραί τινες μᾶλλον ἂν δόξαιεν εἶναι”构成的对应比较结构。关系代词 οὕς 作介词 κατά 的宾语,意为“照那些人的看法”,统领从属的分句。
- 1.130καθ’ ἃς ἡ μεταβολὴ αὐτῶν
关系代词 ἅς 的先行词是前面的“差异”(διαφοραί)。系动词 ἐστί 被省略,属格 αὐτῶν 作主格性属格,指代底层事物(ὑποκείμενα),意为“底层之变化乃依照这些[差异]而发生”。
