← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§103.1-104.20

理念论在原因说明上的缺陷与数学偏向批判

阿斯克勒庇俄斯依据亚里士多德的论述,证明理念论者完全未能给出显明事物的动力因、形式因和目的因,并指出他们将存在者加倍且诉诸空洞“分有”的错误根源,在于把哲学等同于数学的片面偏向。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.128

" Ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον." Ἐντεῦθεν δείκνυται ὁ Ἀριστοτέλης ἄντικρυς λέγων ποιητικὸν αἴτιον εἶναι τὸν θεόν. φησὶ γὰρ ὅτι ἡ σοφία ζητεῖ τῶν φανερῶν τὸ αἴτιον, οἱ δὲ Πυθαγόρειοι τοῦτο παραλελοίπασιν· οὐδὲν γὰρ εἰρήκασι περὶ τῆς αἰτίας τῆς ποιητικῆς. ὡς γὰρ ἀνωτέρω ἐδείξαμεν, οἱ τὰς ἰδέας λέγοντες οὔτε ποιητικὸν αὐτὰς αἴτιον δύνανται ὑποτίθεσθαι (οὐδὲν γὰρ αἱ ἰδέαι ποιοῦσιν) οὔτε δὲ τελικόν (τὰ γὰρ γινόμενα οὐ πρὸς αὐτὰ ἐπεστραμμένα ὑπάρχουσιν) οὔτε δὲ εἰδικόν, ἀλλ’ εἰ ἄρα, ὑλικόν. λέγομεν οὖν ὅτι καὶ τελικὸν αἴτιον ὑπετίθετο Πλάτων, ἐξ οὗ λαβὼν εἶπεν ὅτι καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. καὶ ποιητικὸν δὲ λέγων “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός”, καὶ ὅτι “περὶ τὸν βασιλέα πάντων.” αἰτιᾶται οὖν τοὺς περὶ τῶν ἰδεῶν πραγματευσαμένους, ὅτι προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίνεται, τὸ μὲν οὖν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέλιπον1 (οὐδὲν γὰρ λέγουσι περὶ τῆς ποιητικῆς αἰτίας ἢ τίς ποιητική· οὐδενὸς γὰρ ποιητικὸν ἡ ἰδέα· οὐδὲ γὰρ τὴν ἀρχὴν ποιητικόν), οἰόμενοι δὲ τὴν οὐσίαν καὶ τὴν κατὰ τὸ εἶδος 〈αἰτίαν〉 αὐτῶν ἀποδιδόναι. (τετραχῶς γὰρ τὰ αἴτια) ἄλλας μέν τινας οὐσίας καὶ ἄλλα εἴδη παρὰ τὰ φανερὰ ὑποτίθενται (τὰς γὰρ ἰδέας), πῶς δὲ τούτων ἐκεῖνά ἐστιν εἴδη, οὐκέτι λέγουσιν, ὥσπερ λέγει καὶ ἀλλαχοῦ ὅτι ἐδιπλασίασαν τὰ ὄντα, ὡς ἐντεῦθεν καὶ τὰς αἰτίας τῶν ὄντων ἀποδιδόασι. κενὴν γὰρ φωνὴν προφέρονται τὴν μετοχήν· οὐ γὰρ διασαφοῦσι πῶς ταῦτα τῶν ἰδεῶν μετέχει, ὡς ἤδη εἶπεν. ὥστε εὐλόγως κατὰ τὴν ἀρχὴν αὐτοὺς ᾐτιάσατο ὡς τοῖς ζητουμένοις ἰσάριθμα προσθέντας. δείξας τοίνυν ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε δὲ ὡς εἴδη (τὸ γὰρ εἶδος ἐν τούτῳ οὗ ἐστιν εἶδος † οὔτε μηδὲν οὔτε τὸ τῆς μετοχῆς ὄνομα σημαίνει τι), λέγει ἐπὶ τούτοις ὅτι μηδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος αἰτίαι τοῖς οὖσιν αἱ ἰδέαι κατ’ αὐτούς, ἥτις αἰτία ἐν πᾶσι τοῖς κατ’ ἐπιστήμην καὶ νοῦν καὶ φύσιν γινομένοις ἐστὶ κυριωτάτη αἰτία· πάντα γὰρ τά τε κατὰ φύσιν καὶ κατὰ τέχνην καὶ ἐπιστήμην, ἔτι δὲ καὶ κατὰ προαίρεσιν γινόμενα ἕνεκά του γίνεται, καὶ ἔστιν ἐν αὐτοῖς κυριωτάτη αἰτία· οἷον ἡ ἰατρικὴ ἕνεκα τῆς ὑγιείας, ὁ νοῦς ἕνεκα τοῦ εὖ, ὁμοίως καὶ ἡ φύσις καὶ ἡ βούλησις. οὐχ οὕτως δὲ αἱ ἰδέαι αἰτίαι τοῖς οὖσι κατ’ αὐτούς· οὐ γὰρ τοῦ 〈εὖ〉 εἶναι τὰ πρὸς τὰς ἰδέας γινόμενα αἴτια τὰς ἰδέας λέγουσιν, ἀλλὰ τοῦ ὅλως εἶναι· παραδείγματα γὰρ ἀλλ’ οὐ τέλη λέγουσιν αὐτάς. πῶς γὰρ ἂν εἶεν ἐκεῖνα τέλη τούτων; οὔτε γὰρ προϋφέστηκε τὸ τέλος οὗ ἐστι τέλος, ἀλλὰ μόνον προεπινοεῖται ὕστερόν τε ἐπιγινόμενον ἐν τούτῳ ἐστὶν οὗ ἐστι τέλος· αἱ δὲ ἰδέαι καὶ προϋφεστᾶσι καὶ οὔτε γίνονται οὔτε εἰσὶν ἐν τοῖς γινομένοις. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε δὲ εἴδη τῶν γινομένων μήτε τέλη, λέγει πόθεν αὐτοῖς ἡ τῆς περὶ αὐτὰ πλάνης αἰτία· τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ τὸ ταύτας ἀρχὰς ὑποθέσθαι2 τῶν ὄντων, ἃς ᾤοντο καὶ τῶν μαθηματικῶν ἀρχὰς εἶναι, καίτοι λέγοντες περὶ τῶν μαθηματικῶν ὅτι μὴ χρὴ ταῦτα ποιεῖσθαι τέλη, ἀλλ’ ὅτι δεῖ ἄλλων χάριν ταῦτα μεταδιώκειν πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως. προπαιδείαν γοῦν τὴν τούτων θεωρίαν ἔλεγον, καὶ συνερίθους ὁ Πλάτων φιλοσοφίας τὰς μαθηματικὰς ἐπιστήμας καλεῖ. ὅτι ταῦτα λέγοντες οὐδὲν ἄλλο χωρὶς τούτων φιλοσοφοῦσί τε καὶ πραγματεύονται, καὶ τοῦτο δηλοῦσιν ἔκ τε τοῦ πάντων τῶν ὄντων ἀρχὰς τοὺς ἀριθμοὺς λέγειν καὶ τὰς ἰδέας ἀριθμούς τινας ὑποτίθεσθαι καὶ τὰ φυσικὰ γεννᾶν ἐκ τῶν μαθηματικῶν.

“然而,尽管智慧全然在探寻显明事物的起因。” 由此表明,亚里士多德直截了当地说神是动力因。因为他说智慧探寻显明事物的起因,而毕达哥拉斯派却遗漏了这一点;因为他们关于动力因毫无建树。正如我们上面所指出的,主张理念的人既不能假定它们是动力因(因为理念不造作任何事物),也不能假定它们是目的因(因为生成之物并不朝向它们),也不能假定它们是形式因,若有的话也只能是质料因。因此我们说,柏拉图也曾假定过目的因,[亚里士多德]从他那里继承并说,他们把善断言为一切事物所向往的东西是说得很妥当的;并且〔柏拉图〕说“诸神之神啊,我是其制作者”,又说“围绕着万物之王”,从而也[假定了]动力因。因此,他责备那些探讨理念的人,因为对于那些承担起对存在者进行观照的人来说,本有一项探究摆在面前,即看这些感觉的和显明的事物的动力因究竟是什么,以及这些事物中的每一者是如何生成的,而他们一方面遗漏了去探究这起因究竟是什么(因为他们关于动力因或何者是动力的毫无论述;因为理念对任何事物都不具动力性,根本就不具动力性),另一方面又以为自己给出了它们的实体和依形式的[起因](因为起因有四种),在显明的事物之外假定另一些实体和形式(即理念),却不再说明那些东西如何是这些东西的形式——正如他在别处也说过的,他们把存在者加倍了,仿佛由此就能给出存在者的起因。因为他们提出的“分有”乃是一句空话;正如他已经说过的,他们并未阐明这些事物是如何分有理念的。因此,他在一开始合理地指责了他们,因为他们给所探寻的事物增添了同等数量的事物。既然表明了理念既不是动力因,也不是作为形式的起因(因为形式存在于它作为形式所从属的那个事物之中……而分有这个名称也不表示任何东西),随后他又说,照他们的看法,理念也不是作为存在者的“所为何事”和目的的起因,而这一起因在一切依照知识、理智和自然而生成的事物中是最首要的起因。因为一切依照自然、技术、知识,进而依照抉择而生成的事物,都是为了某种事物而生成的,并且[目的因]在它们之中是最首要的起因;例如,医术是为了健康,理智是为了完满之善,自然与意愿亦然。但照他们的看法,理念并不是这样作为存在者的起因;因为他们并未说理念是依据理念生成之物“善好地存在”的起因,而是说它是“单纯存在”的起因;因为他们称理念为范型而非目的。那些东西怎么可能是这些东西的目的呢?因为目的并不会先于它作为目的所从属的事物而预先存在,而只是被预先构想,随后生成并在它作为目的所从属的事物之内;而理念既是预先存在的,自身既不生成,也不存在于生成之物内部。在表明了理念既不是动力因,也不是生成之物的形式,亦非目的之后,他说出了他们关于这些事物的错误起因何在:由于他们倾心于数学之学,认定哲学研究就在于关于这些数学对象的观照,并因此只专注于这些对象,他们便走向了把他们认为也是数学对象之本原的这些东西假定为存在者的本原,尽管他们关于数学对象说过不应当把它们当作目的,而应当为了其他事物、为了习惯于无形体的自然而去追求它们。至少他们曾把对这些对象的观照称为预备教育,柏拉图亦称数学各门科学为哲学的协作者。尽管他们这样说,他们除此以外却不从事任何其他哲学思考与研究,而他们从把数称为一切存在者的本原、将理念假定为某些数、以及从数学对象中生成自然事物这些做法中,清楚地表明了这一点。

语法注2 条
  1. 1.128αἰτιᾶται οὖν τοὺς περὶ τῶν ἰδεῶν πραγματευσαμένους, ὅτι προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίνεται, τὸ μὲν οὖν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέλιπον

    句首动宾结构为 αἰτιᾶται οὖν τοὺς...,其后的 ὅτι 从句引出责备的理由。在 ὅτι 从句内部,先是由独立属格 προκειμένης ζητήσεως 统辖与格分词与不定式 τοῖς ... ἐπανῃρημένοις ἰδεῖν(“对于承担……的人来说有去察看……的探求摆在面前”),随后由 τὸ μὲν οὖν ζητεῖν ... παρέλιπον(“一方面遗漏了去探究”)构成主干与之呼应。

  2. 1.128τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ τὸ ταύτας ἀρχὰς ὑποθέσθαι

    由定冠词与格 τῷ 统辖的三个中性不定式(σπουδάσαι、ὑπολαβεῖν、διατρῖψαι)构成原因与格,修饰主动词 ἦλθον(“由于致力于……,认定……,并专注于……”),解释了他们陷入将数学本原视同实在本原这一谬误的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:103.1-104.20