← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§101.14-102.34

几何实体的类属关系与不可分线原理

依循亚里士多德的论证(992a10–19),本文阐明柏拉图主义的原理说无法解释几何实体(立体、面、线)的相互内含,即使假定从属属也会导致荒谬;随后讨论了柏拉图否定点而主张不可分线,以及该立场带来的矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.125#2

ἔστι δὲ τοιοῦτον τὸ λεγόμενον. τοῦ μὲν σώματος, ὅπερ στερεόν ἐστι, πέρας ἡ ἐπιφάνεια, ὅπερ ἐπίπεδον εἶπε, καὶ τοῦ ἐπιπέδου πέρας ἡ γραμμή, ὅπερ μῆκος γίνεται· ὥστε καὶ ἐν τῷ ἐπιπέδῳ τὸ μῆκός ἐστι καὶ ἐν τῷ στερεῷ τὸ ἐπίπεδον. λέγεται οὖν τὸ μὲν σῶμα βάθος ἔχειν καὶ πλάτος καὶ μῆκος, ἡ δὲ ἐπιφάνεια πλάτος καὶ μῆκος, ἡ δὲ γραμμὴ μῆκος. ταῦτα μὲν οὕτως ἔχει φύσει· κατὰ δὲ ἐκείνους ἄλλα λέγοντας καὶ διαφέροντα γένη εἶναι τὸ βραχὺ καὶ μακρόν, καὶ στενὸν καὶ πλατύ, καὶ βαθὺ καὶ ταπεινόν, καὶ ὡς ὑπὸ διαφέροντα γένη καὶ οὐχ ὑπάλληλα αὐτὰ ὄντα τιθέντας πῶς δυνήσονται ἔτι ἢ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ εἶναι ἢ ταῦτα ἐν τῷ στερεῷ; ὥσπερ γὰρ οὐδὲ ὁ ἀριθμός ἐστιν ἐν τούτων τινί, ὅτι ἄλλαι αἱ τοῦ ἀριθμοῦ ἀρχαὶ κατ’ αὐτοὺς ἦσαν, οὕτως οὐδὲ ἐπὶ τούτων [ὅτι] ὑπάρχει οὐδὲν τῶν ἀνωτάτω ἐν τοῖς κάτω, τουτέστι τῶν πρώτων ἐν τοῖς ὑστέροις. ἔστι γὰρ τούτων τῶν τριῶν πρῶτον καὶ ἄνω γραμμή, δεύτερον τὸ ἐπίπεδον, τρίτον τὸ στερεόν· ἔστι γὰρ ἁπλούστερα τοῦ στερεοῦ καὶ προεπινοούμενα· τούτων δὲ πάντων ἓν πρῶτον ὁ ἀριθμός. ὡς οὖν ὁ ἀριθμὸς οὐκ ἔστιν ἐν τούτοις, καίτοι πρῶτος ὤν, διότι ἄλλο γένος τὸ πολὺ καὶ τὸ ὀλίγον, ἐφ’ ᾧ ὁ ἀριθμός, τῶν γενῶν ἑκάστου ὑφ’ ἃ ταῦτα, οὕτως οὐδὲ ἐπὶ τούτων ἔσται κατ’ αὐτοὺς θάτερον ἐν θατέρῳ. οὔτε γὰρ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ, ἐπειδὴ τὸ μὲν μῆκος ἐκ βραχέος καὶ μακροῦ, τὸ δὲ ἐπίπεδον ἐκ στενοῦ καὶ πλατέος, ἅ ἐστιν ἕτερα ἀλλήλων γένη, οὔτε δὲ ταῦτα ἐν τῷ στερεῷ. οὐδὲ γὰρ τοῦτο ἔνεστι λέγειν, ὅτι ταῦτα μὲν ἀλλήλων διαφέρει τὰ γένη καὶ ἔστιν ἕτερα, ὑπάλληλα μέντοι ἐστίν, ὡς εἶναι ὑπὸ τὸ πλατὺ τὸ βαθὺ καὶ ὁμοίως ὑπὸ τὸ μακρὸν τὸ πλατύ, καὶ διὰ τοῦτο δύνασθαι ἐν τῷ στερεῷ ἐκεῖνα εἶναι, ὡς ἔστιν ἐν τῷ ὄρνιθι τὸ πτερωτὸν καὶ τὸ ζῷον. ταῦτα γὰρ τῶν διαφερόντων γενῶν ἃ κοινωνίαν ἔχει πρὸς ἄλληλα· γένος γὰρ τὸ ζῷον τοῦ πτερωτοῦ καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται· ὑπάλληλα γάρ ἐστιν. ὥστε εἰ ἔστι τοῦ βάθους γένος τὸ πλατύ, καὶ ἔστι βαθὺ μὲν τὸ στερεόν, πλατὺ δὲ τὸ ἐπίπεδον, ἔσται τὸ στερεὸν ὅπερ ἐπίπεδον· καὶ γὰρ τὸ ὄρνεον ὅπερ ζῷον·1 ἄτοπον δὲ τὸ σῶμα ἐπίπεδον λέγειν, ὁμοίως δὲ καὶ τὸ ἐπίπεδον μῆκος.

所说的内容是这样的:作为立体的物体的界限是面(即他所谓的平面),而平面的界限是线(即长);因此,长既在平面之中,平面也在立体之中。所以说物体具有深、宽和长,面具有宽和长,而线具有长。这些在自然上是如此的;但按照他们的说法,既然他们称短与长、窄与宽、深与浅是不同的、有差别的属,并将它们设定为属于互不从属的不同之属,那么长如何还能在平面之中,或者这些如何在立体之中呢?因为正如数也不在这些当中的任何一个之中(由于在他们看来数的原理是另外的),同样在这些事物上,最上位的任何东西也不存在于下位者之中,即在先的任何东西不存在于在后者之中。因为在这三者中,第一且处于上位的是线,第二是平面,第三是立体;因为它们比立体更为单纯,并在构想上先于立体;而在这一切之中最初的一个是数。因此,正如数虽然是在先的,却不在这些之中,因为数所依凭的多与少与这些事物从属的各个属乃是不同的属,同样在他们看来,在这些事物中也不可能一者存在于另一者之中。因为长既不在平面之中(由于长产生自短与长,而平面产生自窄与宽,它们是彼此相异的属),这些也不在立体之中。因为甚至不能这样说:虽然这些属彼此有别且相互不同,但它们却是从属的,以至于深在宽之下,同样宽在长之下,并因此那些能够在立体之中,正如具翼者与动物在鸟之中一样。因为这些是彼此具有共通性的不同之属;动物是具翼者的属,并且在本质上被述谓;因为它们是从属的。因此,如果宽是深的属,且立体是深而平面是宽,那么立体就恰恰是平面;因为鸟也是动物;但把物体说成平面是荒谬的,同样把平面说成长也是如此。

§1.126

"Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ἐνυπάρχουσι;" Φησὶν οὖν ὅτι κατ’ αὐτοὺς οὐκ ἔσονται στιγμαί· οὔτε γὰρ ἐμνημόνευσε τῶν στιγμῶν, ἀλλὰ γραμμῶν καὶ ἐπιπέδων καὶ στερεῶν. ταῖς οὖν στιγμαῖς, φησίν, ὁ Πλάτων καὶ διεμάχετο ὡς ὄντι γεωμετρικῷ δόγματι· ἔλεγε γὰρ ὅτι οὐχ ἁρμόττει τῷ πρώτῳ φιλοσόφῳ περὶ στιγμῶν διαλέγεσθαι, ἀλλὰ τῷ μαθηματικῷ. καὶ ταῦτα λέγων, φησίν, οὐδὲν ἧττον εἰσέφερε τὰς στιγμάς· ἐκάλει γὰρ ἀρχὴν γραμμῆς, τὴν δὲ ἀρχὴν τῆς γραμμῆς ἔλεγε τὰς ἀτόμους γραμμάς. εἰ τοίνυν πέρατα τῶν γραμμῶν ὑπάρχουσι τὰ σημεῖα, φανερὸν ὅτι εἰσάγων ἄτομον γραμμὴν εἰσῆγε καὶ τὰς στιγμάς. λέγομεν οὖν ἡμεῖς ὅτι συμβολικῶς ταῦτα ἔλεγεν ὁ Πλάτων· διὰ γὰρ τῆς ἀτόμου γραμμῆς τοὺς ἀμερίστους λόγους τῆς ψυχῆς ἐδήλου· ὥσπερ γὰρ ἡ ἄτομος γραμμὴ ἀμέριστος, οὕτω καὶ οἱ λόγοι τῆς ψυχῆς.

“此外,点从何内在于其中?” 因此他说,按照他们的看法,点将不存在;因为〔柏拉图〕并未提及点,而只提及线、平面和立体。他说,柏拉图甚至与点作斗争,认为点是一种几何学的独断;因为他说,第一哲学家谈论点是不相称的,而数学家才相称。他说,〔柏拉图〕虽然说了这些话,却同样引入了点;因为他称[点]为线的原理,而又称不可分线为线的原理。因此,如果点是诸线的界限,显然他引入不可分线也就是引入了点。因此我们说,柏拉图是象征性地谈论这些的;因为通过不可分线,他表明了灵魂不可分的名理;正如不可分线是不可分的一样,灵魂的名理也是如此。

§1.127

"Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ἐνυπάρχουσιν;" Ὃ λέγει τοιοῦτόν ἐστι. δοκεῖ μὲν τὰ σημεῖα καὶ αἱ στιγμαὶ ἐνυπάρχειν τῷ μήκει καὶ τῇ γραμμῇ, ὥσπερ καὶ αὕτη τῷ ἐπιπέδῳ καὶ τὸ ἐπίπεδον τῷ στερεῷ, εἶναι δὲ ἄλλης φύσεως παρ’ ἐκεῖνα ὡς κἀκεῖνα ἀλλήλων. τίνες οὖν αἱ τούτων ἀρχαί; καὶ εἰς τί γένος ταῦτα ὑπαχθήσεται; καὶ πῶς ἀναχθήσεται εἰς τὸ μέγα καὶ τὸ μικρόν; καὶ πῶς ἔσονται ἐν τῷ μήκει; ἀπορήσας δὲ τοῦτο ἐφεξῆς ἱστορεῖ τὴν Πλάτωνος δόξαν περὶ τῶν στιγμῶν· φησὶ γὰρ αὐτὸν μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι2 ὡς οὖσάν τινα φύσιν σημείου, ἀλλὰ λέγειν δόγμα τι τοῦτο καὶ θέσιν τινὰ γεωμετρικήν, οὐκ ἐν τῇ φύσει τῶν ὄντων οὖσαν. τὸ μὲν οὖν σημεῖον οὐκ ἔλεγεν εἶναί τι οὐδὲ ὠνόμαζεν, ἐκάλει δέ τινα ἀρχὴν γραμμῆς, ἣν ἄτομον πολλάκις γραμμὴν ἔλεγεν. ἱστορεῖ δὲ καὶ ὡς Πλάτωνος, οὐ μόνον Ξενοκράτους, ἀτόμους γραμμὰς τιθεμένου. καίτοι πᾶσα ἀνάγκη ἐστὶν εἶναί τι πέρας ἀτόμου ταύτης γραμμῆς· ἔστι δὲ πέρατα τὰ σημεῖα· ὥστε ἐξ οὗ λόγου γραμμή ἐστι, καὶ στιγμὴ ὑπάρχει.

“此外,点从何内在于其中?” 他所说的是这样的:点和印迹似乎内在于长和线之中,正如线内在于平面、平面内在于立体一样,但它们与那些具有不同的本性,正如那些彼此之间也具有不同的本性一样。那么,它们的原理是什么?它们又将被归于哪一个属?它们将如何被还原为大与小?它们又将如何存在于长之中?在提出这一疑难之后,他接着记述了柏拉图关于点的观点;因为他说,他〔柏拉图〕根本不承认存在点的某种本性,而是说这是一种几何学的独断和假设,并不存在于存在者的本性之中。因此,他并不称点为某种事物,也没有为其命名,而是称之为线的某种原理,并常称之为不可分线。他还记述了不仅是色诺克拉底,而且柏拉图也设定了不可分线。然而,这根不可分线必然具有某种界限;而界限就是点;因此,根据线存在的同一理据,点也必然存在。

语法注2 条
  1. 1.125ἔσται τὸ στερεὸν ὅπερ ἐπίπεδον· καὶ γὰρ τὸ ὄρνεον ὅπερ ζῷον

    ὅπερ 后接名词补足语的句构(ὅπερ ἐπίπεδον, ὅπερ ζῷον)体现了亚里士多德式本质述谓的惯用法,表示属对种的本质属性限定,即“立体恰恰就是平面”、“鸟恰恰就是动物”。

  2. 1.127μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι

    宾格短语 τὴν ἀρχήν 与否定词(此处为 μηδέ)连用作副词性用法,表达“根本不”、“起初就完全不”的全盘否定含义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:101.14-102.34