← 叙利亚努斯

亚里士多德《形而上学》注释

§99.16-100.13

对数学对象潜能说的反驳与几何学的本质

针对亚里士多德认为数学对象在可感基底中处于潜能的观点,叙利亚努反驳指出几何学家必须在自身内部拥有将对象现实化和完善的原因,且几何学探讨可感世界所不具备的图形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15

" Ὅπερ ὁ ἀριθμητικός... τὸ δ’ ὑλικῶς." Ἔνστασιν ἐνταῦθα κομιζομένην πρὸς τὴν ἑαυτοῦ δόξαν ἐθέλει διαλῦσαι· εἰ γάρ, φασί, μὴ συγχωρεῖς εἶναι χωριστοὺς ἀριθμοὺς μηδὲ σχήματα, περὶ μὴ ὄντων οἱ μαθηματικοὶ διαλέγονται· οὔτε γὰρ περὶ τῶν ἐν τοῖς σώμασι τοῖς αἰσθητοῖς, ἐπειδὴ τὰ τοιαῦτά ἐστιν ἔνυλα, οὔτε περὶ χωριστῶν, ἐπεὶ μηδ’ ὅλως χωριστά· περὶ μὴ ὄντων ἄρα. ὁ δέ φησι περὶ μὴ ὄντων μὲν ἐνεργείᾳ, δυνάμει δ’ ὄντων. πῶς οὖν δυνάμει ἐστὶ ταῦτα καὶ οὐκ ἐνεργείᾳ, διδάσκων τῷ ἀνθρώπῳ χρῆται παραδείγματι, καί φησιν ὅτι ἓν μὲν καὶ ἀδιαίρετον ὁ ἄνθρωπος ἐνεργείᾳ, τουτέστιν ἐν τῷ ὑποκειμένῳ· ἀλλ’ ὁ μὲν ἀριθμητικὸς προσελθὼν αὐτῷ τὸ μοναδικὸν αὐτοῦ καὶ τὸ ἄτομον θεωρεῖ, ὁ δὲ γεωμέτρης τὸ στερεὸν αὐτοῦ καὶ τὸ πάντῃ διαστατὸν ἐπισκέπτεται· ὑπάρχει γὰρ αὐτῷ καὶ ταῦτα· οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεωμέτρης τὸ ἀδιαίρετον,1 ἀλλὰ ταῦτα ἃ ὑπάρχει μὲν αὐτῷ μετὰ τοῦ ἀδιαιρέτου, ὑπάρξειε δ’ ἂν καὶ εἰ μὴ ἦν ἀδιαίρετος· ὥστε ὀρθῶς ἀποφαίνεται τριχῇ αὐτὸν εἶναι διαστατὸν καὶ ἐπ’ ἄπειρον τμητὸν καὶ ὅσα ὅλως περὶ τῶν στερεῶν ὁ γεωμέτρης λέγει τε καὶ δείκνυσι. πρὸς ἃ ῥητέον, ὅτι πρῶτον μὲν τί τὸ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν ἄγον τὸ σχῆμα καὶ τὸ μέγεθος;2 οὐ γὰρ δὴ τὸ δυνάμει φυλάξας δυνάμει νοεῖ ὁ γεωμέτρης, ἀλλ’ ἐνεργείᾳ αὐτὸ ποιήσας· εἰ δὲ τοῦτο, μορφοῖ αὐτὸ καὶ ἀκριβέστερον ποιεῖ καὶ τελειοῖ. πῶς ἂν οὖν δύναιτο ταῦτα ποιεῖν μὴ ἔχων τὰ ἐνεργείᾳ ἐν ἑαυτῷ; σὸν γάρ ἐστιν, ὦ Ἀριστότελες, ὅτι ὑπὸ μόνου τοῦ ἐνεργείᾳ τὸ δυνάμει τελειοῦται καὶ εἰς ἐνέργειαν ἄγεται. ἔπειτα δὲ οὐδὲ πάντα ἀπὸ τῶν αἰσθητῶν δύναται λαμβάνειν ἡ γεωμετρία· πολλὰ γὰρ σχήματα καὶ πάθη θεωρεῖ σχημάτων, ἃ ὁ αἰσθητὸς κόσμος οὐχ ὑποδέδεκται. εἶτα 〈εἰ〉 ἐνεργείᾳ μέν ἐστιν ἐν τοῖς αἰσθητοῖς ταῦτα (οὕτω γὰρ ὁ Ἀφροδισιεὺς τοῦτο τὸ ῥητὸν ἐξηγεῖται), δυνάμει δὲ θεωρεῖται καθ’ ἑαυτά, πῶς ἀκριβέστερόν ἐστι τὸ δυνάμει τοῦ ἐνεργείᾳ; ὃ δὴ καὶ εὐλαβηθεὶς ὁ νεώτερος Ἀριστοτέλης ὁ ἐξηγητὴς τοῦ φιλοσόφου Ἀριστοτέλους, ἀνάπαλιν ἔφη λέγειν τὸν φιλόσοφον, δυνάμει μὲν εἶναι ἐν τοῖς αἰσθητοῖς τὸ ἕν, ὃ ἐπισκέπτεται ὁ ἀριθμητικός, καὶ τὸ σχῆμα τὸ γεωμετρικόν, ἐνεργείᾳ δὲ ὑπὸ τῶν ἐπιστημῶν θεωρεῖσθαι. καὶ ἠβουλόμην ἐγὼ μᾶλλον οὕτως εἰρῆσθαι τῷ φιλοσόφῳ3 ὡς 〈ὁ〉 Ἀφροδισιεὺς ἐδοκίμασεν, ἵνα τά τε ἄλλα καθαρωτέρα γίγνηται αὐτῷ ἡ δόξα καὶ σὺν πλείονι παρρησίᾳ λέγειν αὐτὸν ἀπαιτῶμεν, τί τὸ τελειῶσαν τὴν δύναμιν καὶ εἰς ἐνέργειαν περιστῆσαν.

“正如算术家……另一方则是质料性地。” 在此,他意图化解针对他自己观点的诘难。因为他们说:如果你不承认数和图形是分离的,数学家们就是在探讨非存在;因为他们既不是在探讨可感物体之中的东西(因为此类事物是含质料的),也不是在探讨分离之物(因为根本不存在分离之物);因此,他们是在探讨非存在。而他说,他们所探讨的并非现实中的存在,而是潜能中的存在。为了阐明这些东西如何存在于潜能中而非现实中,他以人为例,并说人在现实中、亦即在基底中是一且不可分的;但算术家走近他,考察他身上的单子性和不可分性,而几何学家则考察他身上的立体性以及向各方延展之性质;因为这些性质也同样属于他。因此,几何学家并不去注意他身上的不可分性,而是[注意]那些虽与不可分性一同属于他、但即便他不是不可分的也仍会属于他的性质;因此几何学家正确地断言他在三维上是延展的且可无限分割,以及几何学家关于立体所言谈和证明的一切。针对这些说法必须指出,首先,究竟是什么把图形和大小从潜能引向现实?因为几何学家绝不是在保留潜能之物的同时按潜能来思维它,而是使其成为现实〔来思维〕;如果是这样,他就在给它赋予形态,使之更精确,并将之完善。那么,如果他自己内部并不拥有现实中的事物,他怎能做到这些呢?因为“潜能之物唯有由现实之物才能被完善并被引向现实”,正是你自己的主张啊,亚里士多德!其次,几何学甚至不可能从可感事物中获取一切;因为它考察许多可感宇宙根本未曾容纳的图形以及图形的受动。再者,如果这些东西在可感事物中是以现实存在(因为阿芙罗狄西亚人就是这样解释这段话的),而就其自身而言是以潜能被考察,那么潜能之物又怎能比现实之物更为精确?正是提防到了这一点,哲学家亚里士多德的注解者少年亚里士多德说,哲学家所言恰恰相反:算术家所考察的一以及几何图形,在可感事物中是以潜能存在,而通过诸门科学以现实被考察。但我宁愿哲学家按照阿芙罗狄西亚人所认同的方式去说,以便在其他方面他的学说对他而言变得更加清晰,并且我们能以更大的坦率要求他说明,究竟是什么完善了潜能并使之转变为现实。

语法注3 条
  1. 3.15οὐ προσποιεῖται οὖν αὐτοῦ ὁ γεωμέτρης τὸ ἀδιαίρετον

    动词 προσποιεῖται 支配宾格 τὸ ἀδιαίρετον(不可分者,受属格 αὐτοῦ“他的”修饰),在此意为“认领”、“归于自身”或“加以考虑”。在随后的 ἀλλά 分句中,宾格 ταῦτα 作为该动词的肯定性宾语被承接。

  2. 3.15τί τὸ ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν ἄγον τὸ σχῆμα καὶ τὸ μέγεθος;

    省略系词的疑问句,疑问代词 τί 作谓语,带冠词的分词短语 τὸ ... ἄγον 作主语。分词 ἄγον 支配宾语 τὸ σχῆμα καὶ τὸ μέγεθος(图形与大小),介词短语 ἀπὸ τοῦ δυνάμει εἰς ἐνέργειαν 则表明从潜能到现实的过渡。

  3. 3.15καὶ ἠβουλόμην ἐγὼ μᾶλλον οὕτως εἰρῆσθαι τῷ φιλοσόφῳ

    不带 ἄν 的未完成过去时 ἠβουλόμην 是表达与事实相反之愿望的习惯构式(“我宁愿/真希望……[然而并非如此]”)。完成时被动态不定词 εἰρῆσθαι 的施事者由施事与格 τῷ φιλοσόφῳ(由哲学家)表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:99.16-100.13