- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:100.14-101.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努考察了亚里士多德对阿里斯提波(后者认为数学缺乏美与善)的辩护,指出数学通过对称、界限和秩序深入探讨美。随后叙利亚努反驳道,若数学对象仅仅是从可感事物中后生抽象而来的虚影,便不可能具有真正的美和精确性;因此数学对象必须拥有介于可知物与可感物之间的中间性非质料实体,其根基在于灵魂的中介理性原则。
" Ἐπεὶ δὲ... τρόπον τινά." Ἐν τούτοις ἀποτείνεται μὲν πάνυ δεόντως πρὸς Ἀρίστιππον καὶ εἴ τις ἄλλος ἀπεσκοράκιζε τὰ μαθήματα μηδενὸς αὐτὰ καλοῦ ἢ ἀγαθοῦ νομίζων στοχάζεσθαι. καί φησι τοῦ χρησίμου μὲν καὶ συμφέροντος τοῦ ἐν τοῖς πρακτοῖς (τοῦτο γὰρ νῦν ἀγαθὸν καλεῖ) μὴ μετεῖναι τοῖς μαθήμασιν,1 ἐπεὶ μηδὲ τὴν ἀρχὴν πολιτική τις ἕξις ἦν ἡ μαθηματική· τοῦ μέντοι καλοῦ μάλιστα τοὺς μαθηματικοὺς ἔχεσθαι περὶ τὰ σύμμετρα καὶ ὡρισμένα καὶ εὔτακτα διατρίβοντας· κἂν γὰρ μὴ ὀνομάζωσι τὸ καλὸν ἐν τοῖς συμπεράσμασιν, ἀλλ’ οὖν δήλη ἐστὶν αὐτῶν ἡ πραγματεία πᾶσα συμμετριῶν καὶ ὁμοιοτήτων καὶ ἀναλογιῶν καὶ τάξεων στοχαζομένη· πολλὰ δὲ καὶ ἐν τῇ φύσει τέλος ποιεῖται τὸ καλὸν καὶ τὸ εὔτακτον καὶ τὸ ὡρισμένον. ταῦτα τοίνυν ἀποδεξάμενοι τοῦ Ἀριστοτέλους πρῶτον ἀξιώσομεν αὐτὸν εἰπεῖν, πόθεν τὸ καλὸν καὶ τὸ σύμμετρον καὶ τὸ ὡρισμένον ἐπιπρέπει τοῖς μαθήμασι; τὰ μὲν γὰρ αἰσθητά, κἂν οὐράνια ᾖ, μερικώτερον τούτων μετέχει καὶ οὐ σὺν ἀκριβείᾳ τοιαύτῃ, τὰ δὲ νοητὰ κρείττονά ἐστι ταύτης τῆς διαιρέσεως καὶ ἀνελίξεως τῶν λόγων. λείπεται δὴ οἶμαι μέσην αὐτὰ φύσιν ἔχοντα τῶν τε νοητῶν εἰδῶν καὶ τῶν ἐνύλων μεμερίσθαι μὲν μᾶλλον τῶν νοητῶν καὶ διῃρῆσθαι καὶ πεπληθύνθαι, ἡνῶσθαι δὲ2 τῶν αἰσθητῶν ἐπὶ πλέον καὶ τετάχθαι καὶ μεμετρῆσθαι, καθολικοῖς τισι λόγοις καὶ ἀύλοις εἴδεσι διαπρέποντα καὶ τοῖς αἰσθητοῖς τὴν προσεχῆ διακόσμησιν ἐπιφέροντα. ἐφ’ ἅπασι δὲ τούτοις παρρησιασόμεθα πρὸς αὐτόν, οὐκ ἀλλαχόθεν εὐτέλειαν〈ἐγκαλεῖν〉 τοῖς μαθήμασι φήσαντες τοὺς ὑπεριδόντας αὐτῶν ἢ ἐκ τοῦ μὴ δοῦναι αὐτοῖς οὐσίαν ἀφωρισμένην, ἀλλὰ φαντασίας ἀθύρματα τῶν αἰσθητῶν αὐτὰ παρασπωμένης ὑπολαβεῖν εἶναι· ἣν εἰ ἀκυρώσειεν αὐτὸς ὑπόληψιν, κατεγνωκὼς ἔσται τῶν ἀνεπαισθήτως μὲν ἐσχηκότων τοῦ κάλλους τῶν μαθημάτων, ἀκολουθότερον δὲ ταῖς ἑαυτοῦ ὑποθέσεσι περὶ αὐτῶν δοξασάντων· περὶ ἀνούσια γὰρ πράγματα καὶ ὑστερογενῆ καὶ τῶν αἰσθητῶν ἀφομοιώματα τί ἂν εἴη κάλλους ἢ τάξεως ἐχόμενον; τὴν γὰρ τῶν εἰκαστῶν ἀμυδρότητα καὶ οὐδένειαν καὶ ἀγνωσίαν εἰς πάντα πάντως, εἰ καὶ μὴ ἀλλαχόθεν, ἀλλ’ οὖν ἐκ τῶν ἐν τῇ Πολιτείᾳ διαιρέσεων τῆς γραμμῆς ἀκριβῶς κατανενοήκαμεν· εἰς ἃ εἴ τις ἀποπέμψαιτο τὰ μαθήματα ὡς τῶν αἰσθητῶν εἰκόνας ὄντα, ποίαν ἔτ’ ἀπόδειξιν ἢ τάξιν ἢ ὅρον ἢ κάλλος ἀπονείμειε3 τῆς πρὸς ἑαυτὸν συμφωνίας ἀντεχόμενος; δήλη μὲν οὖν ἡ ἀνάγκη τοῦ λόγου, κἂν ἡμεῖς μηδὲν ἐπιφέρωμεν· ὅμως δὲ ῥηθεῖσα μᾶλλον ἢ σιωπηθεῖσα γενήσεται σαφεστέρα. εἰ μὲν γὰρ ἐκ τῶν αἰσθητῶν τὸ ὑποκείμενον τοῖς μαθήμασιν, οὐδὲν ἔχει κάλλος οὐδὲ εὔτακτον οὐδὲ ὅροις διακεκοσμημένον· τὸ γὰρ ἔσχατον κάλλος καὶ ἡ ἀμυδροτάτη τάξις καὶ οἱ τελευταῖοι ὅροι ἐν τοῖς αἰσθητοῖς ὑπῆρχον· μετὰ δὲ τὴν αἰσθητὴν φύσιν εἴ πέρ τί ἐστιν, ἀκαλλὲς αὐτὸ εἶναι καὶ ἄτακτον ἀνάγκη καὶ ἀόριστον καὶ ἀνούσιον. εἰ δὲ κάλλους καὶ ὅρου καὶ ἀναλογιῶν παντοδαπῶν καὶ ποικιλίας θεωρημάτων καὶ θαυμαστῆς τάξεώς ἐστιν ὑποδοχή, κρεῖττόν τε ἄν εἴη καὶ πρεσβύτερον τῶν αἰσθητῶν καὶ τῷ παντὶ τιμιώτερον, ὅσῳ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον τῶν ποτὲ μὲν ὧδε ποτὲ δὲ ἑτέρως διακειμένων· καὶ γὰρ εἴ τι ἐν τοῖς αἰσθητοῖς ἀεὶ ὡσαύτως, οὐκ ἀλλαχόθεν ἢ ἐκ τῶν μέσων λόγων τῆς ψυχῆς προσεχῶς παραγέγονε.
“既然……在某种方式上。” 在这些文字中,他极为适当地驳斥了阿里斯提波以及其他任何轻视数学、认为数学根本不以任何美或善为目标的人。他说,数学虽不分有实践事务中有用和有利的东西(因为他现在称此为“善”),毕竟数学起初就并非某种政治性品质;然而数学家最致力于美,专心于对称的、确定的和有序的事物。因为即便他们在结论中不提及美,但他们的全部探讨显然都是以对称、相似、比例和秩序为目标的;而且自然界中的许多事物也把美、秩序和确定性作为目的。因此,我们在接受了亚里士多德的这些观点之后,首先要要求他说明:美、对称和确定性究竟是从何处赋予数学对象的? 因为可感事物即便是属天的,也只是更为局部地分有这些,并不具有如此的精确性;而可知事物则超越于这种对理性原则的划分与展开。因此我认为剩下的结论必定是:既然它们具有介于可知形式与含质料事物之间的中间本性,它们便比可知事物更为分散、划分和多数化,但比可感事物更具统一度、秩序和尺度,以某些普遍的理性原则和非质料的形式著称,并赋予可感事物直接的编排秩序。在这一切之外,我们还要坦率地对他说,那些蔑视数学的人之所以指责数学没有价值,正是出于不肯给予数学对象确定的实体,反而认为它们是想象力从可感事物中抽离出的玩物;如果他自己推翻了这种见解,他实际上就谴责了那些虽未能察觉数学之美、但其意见却更为符合他自己前提假说的人;因为对于那些无实体的、后生的事物以及可感事物的摹件,又有什么能关涉美或秩序呢?确实,对于相似摹本之物的晦暗、虚无以及在各方面的全然不可知,即使没有别的依据,我们至少也从《理想国》中线段的划分里准确地认识到了;如果有人把数学归入这些、视其为可感事物的影像,那么若要保持自洽,他还能赋予数学何种证明、秩序、界限或美呢? 因此,即使我们不作任何补充,论证的必然性也是显而易见的;然而言说出来比起保持沉默,终究会更加清楚。因为如果数学的基底来自可感事物,它就根本不具有美,也不具有秩序,更没有以界限来装饰;因为最低等的美、最微弱的秩序和最终的界限原本存在于可感事物之中;而在可感本性之后如果真有什么东西,它必然是无美的、无序的、不定的和缺乏实体的。但如果它是美、界限、各种比例、多样定理和奇妙秩序的承受者,它就必定优越且先于可感事物,并在一切方面更加尊贵,正如始终处于相同状态且同样持存之物比时而如此、时而处于不同状态之物更为尊贵一样;因为事实上,可感事物中若有任何始终以同样方式持存的东西,也无非是直接来自灵魂的中间理性原则。
- 3.16τοῦ χρησίμου μὲν καὶ συμφέροντος τοῦ ἐν τοῖς πρακτοῖς... μὴ μετεῖναι τοῖς μαθήμασιν
非人称动词 μετεῖναι(μέτεστι 的不定式)句式。被分有的事物作属格(τοῦ χρησίμου καὶ συμφέροντος),参与者则作与格(τοῖς μαθήμασιν)。
- 3.16λείπεται δὴ οἶμαι μέσην αὐτὰ φύσιν ἔχοντα... μεμερίσθαι μὲν... ἡνῶσθαι δὲ...
非人称动词 λείπεται(“剩下的是……”)支配带宾格的不定式结构。不定式 μεμερίσθαι 和 ἡνῶσθαι 的逻辑主语是宾格 αὐτά(数学对象),分词 ἔχοντα、διαπρέποντα 和 ἐπιφέροντα 均与之在性数格上一致(中性复数宾格)。
- 3.16εἰς ἃ εἴ τις ἀποπέμψαιτο τὰ μαθήματα... ποίαν ἔτ’ ἀπόδειξιν... ἀπονείμειε
关系代词连接句,εἰς ἃ 指代前文的 τὰ εἰκαστά(摹本对象)并引出假设条件句。由条件从句 εἴ τις ἀποπέμψαιτο(祈愿语气)与主句 ἀπονείμειε(省略了 ἄν 的潜势祈愿语气)组合成潜势假设句。
