← 叙利亚努斯

亚里士多德《形而上学》注释

§98.12-99.15

应用数学与非质料范型对抽离说的反驳

叙利亚努斯对《形而上学》M卷第3章1078a14–21作注,反驳亚里士多德将数学对象归结为可感事物抽离的观点,指出光学、和声学与机械学等应用数学科学都将可感现象引回于灵魂表象与推论理智中的非质料范型,且几何证明所依据的是普遍且非质料的理则,而非图中所画出的个别可感对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.12

" Ὁ δ’ αὐτὸς... ὡσαύτως." Ὅτι μὲν οὐ περὶ τοῦ τῆς ὄψεως εἴδους ὁ ὀπτικὸς οὐδὲ περὶ τοῦ τῆς φωνῆς ὁ ἁρμονικὸς ἐπισκέπτονται, ἀλλ’ ὁ μὲν περὶ ἀκτίνων, ὁ δὲ περὶ τῶν πρός τι ἀριθμῶν, ἅ πέρ ἐστι καθ’ αὑτὰ πάθη τῆς ὄψεως καὶ τῶν φωνῶν, συγκεχωρήσθω. ἀλλ’ ὅμως ἐκεῖνό γέ ἐστιν ἀληθές, ὅτι ἡ μὲν ὀπτικὴ τὰς ἀκτῖνας τὰς πεμπομένας ἀπὸ τοῦ αὐγοειδοῦς ἡμῶν πνεύματος ἐπὶ τὰ ὁρατὰ ἀφομοιοῖ ταῖς γραμμαῖς ταῖς ἐν τῇ φαντασίᾳ καὶ ἐν αὐτῷ τῷ πνεύματι τὴν ὑπόστασιν ἐχούσαις· διὸ καὶ αὐτὸς ἐν ἄλλοις ὁ Ἀριστοτέλης ταῖς φυσικαῖς γραμμαῖς ὡς μαθηματικαῖς ἔφη κεχρῆσθαι τὸν ὀπτικόν, ὀρθῶς γε τοῦτο ποιοῦντα, καὶ ἐπὶ τὰ προσεχῆ παραδείγματα τὰς εἰκόνας ἐπανάγοντα, ἐπεὶ μηδὲ ἄλλως ἦν γνῶναι τὸ ἀπεικασθέν, εἰ μὴ τῇ πρὸς τὸ αἴτιον τὸ παραδειγματικώτερον ἀναφορᾷ. ὁ δέ γε ἁρμονικὸς καὶ αὐτὸς τοὺς ἐν ὑποκειμένῳ καὶ ἐν ἄλλοις τὴν ὑπόστασιν ἔχοντας ἀριθμοὺς ἐπὶ τοὺς χωριστοὺς ἀναπέμπει, καὶ ποιητικοὺς αὐτῶν ὄντας καὶ παραδειγματικούς, ὡς ἐκεῖθεν ἀκριβείας καὶ οὐκ ἀλλαχόθεν μετασχεῖν δυναμένους. ὁμοίως καὶ ὁ μηχανικὸς τὴν ὕλην σχηματίζων ἐπανάγει πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἐπὶ τὰ ἄυλα σχήματα καὶ ἐν φαντασίᾳ μὲν διαστατῶς, ἐν διανοίᾳ δὲ ἀμερῶς τὴν ὑπόστασιν ἔχοντα· πᾶσαι γὰρ αὗται αἱ μέθοδοι, καὶ εἰ τῇ ὕλῃ προστρέχουσι καὶ πρὸς τὰ ἔξω ῥέπουσιν, ἀλλ’ οὖν ὑπὸ τὰς μαθηματικὰς πράττουσαι πρὸς ἐκείνας ἀναφέρονται καὶ παραδείγμασι κέχρηνται τοῖς ἐκείνων θεωρήμασιν.1

“同样的道理……也是如此。” 诚然应当承认,光学研究者并不探讨视觉的形式,和声学研究者也不探讨声音的形式,而是一方探讨光线,另一方探讨相对的数,而这些正是视觉与声音自身固有的受动。然而尽管如此,至少这一点是真实的:光学将从我们明亮的光气发向可见对象的光线,比拟于在表象中以及在光气自身中具有实在存有的线。因此亚里士多德本人在别处也说过,光学研究者把自然的线当作数学的线来使用,〔光学研究者〕这样做是正确的,并将影像引回于邻近的范型,因为若非通过与更具范型性的原因相联系,本来就不可能认识被临摹出来的东西。另一方面,和声学研究者自己也将那些在基底中、在其他事物中具有实在存有的数,引回于分离的数——这些数既是它们的造作因也是范型因——因为它们唯有从那里、而不能从别处分有精确性。同样,机械学研究者在塑造质料时,也把他全部的制作引回于非质料的图形,这些图形在表象中具有延展性地、在推论理智中则不可分地具有实在存有。因为所有这些方法,即使奔向质料并偏向外在事物,但毕竟在数学门类的管辖下行事,被引回于数学,并以数学的定理作为范型。

§3.13

"Ὥστε εἰ... ψεύσεται." † Ἐν τούτῳ τοῦτο συμβαίνειν φαμὲν οὐ δι’ ἣν αὐτὸς αἰτίαν ἐπιφέρει, ἀλλ’ ἐπειδὴ μέτεισιν ἀπὸ τοῦ κατατεταγμένου σχήματος ἐπὶ τὸ ἀκατάτακτον, καὶ ἀπὸ τοῦ μερικοῦ 〈καὶ〉 ἐνύλου ἐπὶ τὸ καθόλου καὶ ἄυλον, ἐν ᾧ καὶ ἡ ποικιλία τῶν λόγων καὶ τῶν θεωρημάτων ἀναφαίνεται τὸ πλῆθος. ὥσπερ... ψεῦδος. οὐχ ὅμοιον τοῦτο ἐκείνῳ· τῆς μὲν γὰρ καταγραφείσης τὸ ποσὸν εἰς τὴν πρότασιν οὐ παραλαμβάνεται,2 τῶν δὲ καθόλου μέμνηται καὶ ἐκ τῶν καθόλου πλέκεται ἡ ἀπόδειξις· ὥστε περὶ αὐτῶν ἐστιν ὁ προηγούμενος λόγος τῷ μαθηματικῷ καὶ οὐχὶ περὶ τῶν ἐν τοῖς αἰσθητοῖς μεγεθῶν τε καὶ σχημάτων.

“因此,如果……并不会说谎。” 我们认为,在此事上出现这种情况,并非由于他本人所提出的原因,而是因为人们从受限定的图形转向未受限定的图形,从个别的、含质料的转向普遍的、非质料的,正是在这普遍而非质料者之中,理则的多样性与定理的丰硕才得以显现。“正如……并非谎言。”这一情况与那一种并不相似。因为所画出的[线]的分量并未被纳入前提之中,而受到提及的是普遍者,论证也是从普遍者编织而成的;因此,对于数学家而言,首要的理则是关于它们的,而绝非关于可感事物中的大小与图形。

§3.14

"Ἄριστα δ’ ἂν... χωρίσας." Τοῦτο οὔ τι πάντως ἀληθές· τὸ γὰρ ἐν ὑποκειμένῳ ἔχον τὸ εἶναι καὶ μίαν αἰτίαν μὴ ἔχον χωριστὴν ἐν τῷ ὑποκειμένῳ ἂν μᾶλλον ἄριστα ὀφθείη· οἷον ἡ Σωκράτους μορφὴ ἐν τῷ Σωκράτους σώματι μᾶλλον ἂν ὀφθείη καὶ ἐναργέστερον ἢ εἴ τις ἀποδιαλαβὼν αὐτὴν καθ’ αὑτὴν ἐπισκέπτοιτο. καὶ ὅτε δὲ τοῦτο συμβαίνει (συμβαίνει γὰρ ἐπὶ πασῶν ἐν τοῖς σώμασι κοινοτήτων), δι’ οὐδὲν ἄλλο ἡ ἀρίστη κατανόησις αὐτῶν γίγνεται χωριζομένων ἢ διότι3 ἔχομεν ἑκάστων εἴδη παρ’ ἡμῖν αὐτοῖς, ἅπερ ἀνελίττοντες τὰς περὶ ἕκαστον ἐπιστήμας ἀπογεννῶμεν.

“但如果有人把未分离的……分离出来,每一事物就能得到最好的考察。” 这绝非完全真实。因为凡是在基底中拥有存在且没有单一的分离原因的事物,在基底之中反倒会被看得最清楚;例如,苏格拉底的身形在苏格拉底的身体中,比起有人将其单独区分出来就其自身加以考察,会被看得更好、更明晰。而且,即便在发生这种情况时(事实上在身体之中的一切共性上都会发生),在它们被分离时对它们产生最好的理解,无非是因为我们在自身之中拥有各事物的形式,展开这些形式我们便产生了关于每一事物的科学。

语法注3 条
  1. 3.12ἀλλ’ οὖν ὑπὸ τὰς μαθηματικὰς πράττουσαι πρὸς ἐκείνας ἀναφέρονται καὶ παραδείγμασι κέχρηνται τοῖς ἐκείνων θεωρήμασιν

    ὑπὸ τὰς μαθηματικὰς πράττουσαι 意为“在数学门类的管辖/统属之下行事”(ὑπό 接宾格表示从属或管辖)。随后的 παραδείγμασι 作为支配与格动词 κέχρηνται 的表语名词,构成相当于双与格的结构,意为“把它们的定理(τοῖς ἐκείνων θεωρήμασιν)作为范型(παραδείγμασι)来使用”。

  2. 3.13τῆς μὲν γὰρ καταγραφείσης τὸ ποσὸν εἰς τὴν πρότασιν οὐ παραλαμβάνεται

    τῆς καταγραφείσης 是属格(所属属格或部分属格),在上下文里承接并省略了阴性名词 γραμμῆς(线),该句的主语是 τὸ ποσόν(数量、分量)。全句结构为“所画之[线]的分量并未被采纳进前提”。

  3. 3.14δι’ οὐδὲν ἄλλο ἡ ἀρίστη κατανόησις αὐτῶν γίγνεται χωριζομένων ἢ διότι

    分词 χωριζομένων 与属格代词 αὐτῶν(指代身体之中的共性)性数格一致,作状语分词(“当它们被分离时/以被分离的形式”)。整句的主干是相关结构 δι’ οὐδὲν ἄλλο ... ἢ διότι ...(“不因其他任何理由,而正是因为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:98.12-99.15