← 叙利亚努斯

亚里士多德《形而上学》注释

§97.5-98.11

几何学对象的优越性与数学精确性的根据

叙利亚努驳斥了亚里士多德关于几何学与可感属性的类比,论证数学的精确性并非源于单纯性,而是因为其研究对象比自然物具有更高的实在性与尊贵性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11#3

ἔπειτα δὲ οὐδὲ ὅμοιόν ἐστι πάντῃ τὸ παράδειγμα. ἡ μὲν γὰρ ἰατρικὴ ποιητική τις οὖσα τέχνη καὶ αἰσθητὸν ἔχουσα τέλος ἀναγκαίως περὶ αἰσθητὰ τετεύτακεν, ἡ δὲ γεωμετρία θεωρητική τις οὖσα φιλοσοφία καὶ κατ’ αὐτόν, εἰ μὴ περὶ ὄντα στρέφεται καὶ κρειττόνως ὄντα ἢ κατὰ τὰ αἰσθητά, οὐδὲν ἂν σπουδαῖον διαπράττοιτο. ἐπὶ τούτοις ἡ μὲν τῶν ὑγιεινῶν ἐπιστήμη οὐδὲν ἔχει περὶ τῶν λευκῶν ὅσον ἐπὶ τοῖς ἑαυτῆς θεωρήμασι διισχυρίσασθαι, γεωμετρία δὲ περὶ τῶν κατ’ οὐρανὸν ἀποδείκνυσιν — οὐκ ἄν, εἴ γε μὴ περὶ τοὺς τελειοτέρους λόγους καὶ περιληπτικωτέρους αὐτῶν ἀνεστρέφετο·1 πόθεν γὰρ διὰ τοῦ καθόλου τὸ ἐν οὐρανῷ μερικὸν ἀποδείκνυται, εἰ μή τι τῶν καθόλου τῶν ἐν οὐρανῷ τὴν αἰτίαν εἶχεν, ἢ ἔστι μὲν καὶ ἐν ταῖς ἡμετέραις ψυχαῖς θεωρητικῶς, ἐν δὲ ταῖς οὐρανίαις καὶ δημιουργικῶς. καὶ τοσαῦτα μὲν καὶ πρὸς τοῦτο τὸ ἐπιχείρημα. Ἐπειδὴ δὲ περὶ τὰ καθ’ αὑτὰ τοῖς μεγέθεσιν ὑπάρχοντα πραγματευομένης τῆς γεωμετρίας φησὶν ὅτι δύναται, καὶ εἰ μὴ χωριστὰ εἴη τῶν αἰσθητῶν τὰ μεγέθη, περὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς ἀχωρίστοις διατρίβειν (καὶ γὰρ ἄλλοις ἀχωρίστοις, φησί, καθ’ αὑτά τινα ὑπάρχει· τὸ γὰρ θῆλυ καὶ τὸ ἄρρεν ἀχώριστα μὲν τῶν ζῴων, ἴδια δέ τινα ἔχει πάθη, οἷον τὸ μέν ἐστι γεννητικόν, τὸ δὲ θρεπτικὸν καὶ ὑποδεκτικὸν τῶν σπερματικῶν λόγων), ῥητέον ὅτι πρῶτον μὲν καὶ τὸ θῆλυ καὶ ἄρρεν πανταχοῦ ἐστι καὶ οὐκ ἐν τοῖς αἰσθητοῖς μόνοις ζῴοις· καὶ γὰρ ἐν θεοῖς καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν γένεσι, καὶ οὐδ’ ἂν ἡ θνητὴ φύσις αὐτὰ ἔσχε σύν τινι ἰδιότητι μὴ ἄνωθεν προελθόντα. ἔπειτα τί ἀποδείκνυται τῶν κατ’ οὐρανὸν ἢ τῶν θείων διὰ τῆς ἀκριβοῦς τῶν τῇδε ἀρρένων ἢ θηλέων κατανοήσεως, ὥσπερ διὰ τῶν γεωμετρουμένων τὰ κατ’ οὐρανόν; εἰδὼς δὲ πάλιν, ὅσον διαφέρουσι κατ’ ἀκρίβειαν αἱ γεωμετρικαὶ μέθοδοι, 〈αἳ〉 τοῦτο οὐκ ἂν ἔσχον, εἰ μὴ περὶ σπουδαῖα καὶ καθαρὰ διέτριβον ὑποκείμενα, τὸ ἁπλούστερον αἰτιᾶται τῶν ὑποκειμένων τῆς ἀκριβείας.2 πρὸς ὃ εἴποιμεν ἂν ὅτι εἰ μὲν τὸ ἁπλούστερον τοῦτο καὶ τῇ οὐσίᾳ εἴη πρότερον καὶ τιμιώτερον τοῦ συνθετωτέρου, δέχοιτ’ ἂν ἀκριβῆ θεωρίαν, ὥσπερ ἡ ὁμαλὴς τῶν οὐρανίων κίνησις τῆς σκολιωτέρας καὶ πολυσυνθέτου τῶν θνητῶν ζῴων μεταβάσεως μᾶλλον γιγνώσκεται· εἰ δὲ τὸ ἁπλούστερον τοῦτο ἀτελέστερον εἴη τοῦ συνθετωτέρου, πῶς ἂν ἐπιδέξαιτο πλείους καὶ σεμνοτέρους καὶ ἀληθεστέρους λόγους; οὔτε γὰρ περὶ λευκότητος οὔτε περὶ εὐωδίας τοιαύτας ἀποδείξεις ἔστι ποιήσασθαι· καίτοι πᾶσαι μὲν ποιότητες, πᾶσαι δὲ σχέσεις ἁπλούστεραί εἰσι τῶν πεποιωμένων καὶ τῶν τὴν σχέσιν ἀναδεξαμένων σωμάτων. ὥστε τῶν δύο τὸ ἕτερον ἢ οὐκ εἰσι τῶν φυσικῶν λόγων αἱ μαθηματικαὶ δείξεις ἀκριβέστεραι ἢ περὶ μᾶλλον ὄντα διατρίβουσιν αἱ μαθηματικαὶ τῆς φυσικῆς· οὐ γὰρ ἔχει λόγον τὸ μᾶλλον ὂν ἀμυδρότερον εἶναι πρὸς γνῶσιν οὐδὲ τὸ ἧττον ὂν ἐναργέστερον γιγνώσκεσθαι· ἀλλὰ καὶ ὅτε τοῦτο συμβαίνει περί τι τῶν νοητῶν, διὰ τὴν ἡμετέραν ἀσθένειαν γίγνεται, οὐ διὰ τὴν τοῦ πράγματος ἰδιότητα· τὸ γὰρ τοῦ θείου Πλάτωνός ἐστι κἀν τούτοις ἀληθέστατον, ὅτιπερ ὡς ἕκαστον ἀληθείας τε μετέχει καὶ τοῦ ὄντος, οὕτω καὶ σαφηνείας καὶ γνώσεως. ταὐτὸν δὲ τούτῳ καὶ ἐν τῷ ἐλάττονι ᾱ σαφῶς εἴρηται τούτῳ τῷ φιλοσόφῳ·3 ὥστε χρὴ τῶν κοινῶν δογμάτων αὐτοῦ τε καὶ Πλάτωνος μὴ κατὰ τὸ σμικρότατον ἡμᾶς ἀφίστασθαι.

再者,该譬喻也绝非在所有方面都是相似的。因为医术作为一种制作性的技艺且具有可感的目标,必然忙碌于可感事物;而几何学即便照他本人的看法也是一种观照性的哲学,如果它并非探讨存在者、且探讨以比可感事物更优越的方式存在者,它就不会成就任何有价值之事。除这些之外,关于健康之物的科学就其自身的定理而言,关于白色的事物无从作出任何断言,而几何学却论证关于天体之中的事物——倘若几何学不是探讨它们更完备、更具包容性的理则,它绝不可能做出这种论证。因为,若非普遍者的某种东西具有天体之中诸事物的起因,或者普遍者在我们的灵魂中以观照的方式存在、而在天界灵魂中甚至以造物的方式存在,天界之中的个别事物又何从通过普遍者得到论证?关于这个论证,说这些也就足够了。此外,既然他声称几何学既然从事于大小本身所固有的属性,那么即使大小不能与可感事物相分离,它也能够探讨不可分离之物本身所固有的属性(因为他说,在其他不可分离之物中也有某些本身固有的属性;雌性与雄性虽不可脱离动物,却具有某些固有的受动,例如一方具有生育力,而另一方则具有滋养力并接纳种子的理则),我们必须指出,首先,雌性与雄性无处不在,并非仅仅存在于可感动物中;因为它们也存在于众神之中以及比我们更优越的族类之中,若非从上方下行而来,必死者的自然绝不可能连带某种特异性而拥有它们。其次,通过对这里雄性或雌性的精确理解,能够像通过几何学研究的对象论证天界之事那样,论证任何关于天体或神圣事物的事情吗?他又明知几何学的方法在精确性上有多大的优势——若非探讨崇高而纯粹的基底,几何学方法绝不会具备这种精确性——却将基底的更为单纯归为这种精确性的原因。对此我们可以回答说:如果这更为单纯之物在实体上先于且贵于更为复合之物,它就能够接纳精确的观照,正如天体的匀速运动比必死动物更为弯曲且高度复合的迁变更加可知一样;但如果这更为单纯之物比更为复合之物更加不完满,它又如何能容纳更多、更为尊严且更为真实的理则?因为无论关于白色还是关于芬芳,都不可能作出这样的论证;然而,一切性质和一切关系都比具有性质的物体以及承纳了关系的物体更为单纯。因此,二者必居其一:要么数学证明并不比自然学的理则更为精确,要么数学比自然学更探讨更具实在性的存在者。因为更具实在性的东西在认识上更为模糊,或者较少实在性的东西被认识得更为澄明,乃是不合道理的;相反,即使在某些理智对象上发生这种情况,也是由于我们自身的软弱所致,而非由于事物本身的特性;因为神圣柏拉图的断言在这些事上也是最为真实的:“每一事物如何分有真理与实在,也就同样如何分有澄明与认识”。而这同一观点,那位哲学家在《小阿尔法》卷中也已明确道出;因此,我们绝不应当在极微小的程度上背离他与柏拉图的共同学说。

语法注3 条
  1. 3.11οὐκ ἄν, εἴ γε μὴ περὶ τοὺς τελειοτέρους λόγους καὶ περιληπτικωτέρους αὐτῶν ἀνεστρέφετο

    这是一个反事实条件句的结论句(归结分句),在 οὐκ ἄν 之后省略了主动词,需从前文的 ἀποδείκνυσιν 补出未完成过去时 ἀπεδείκνυ,意为“若非……,[它便不会如此论证]”。

  2. 3.11τὸ ἁπλούστερον αἰτιᾶται τῶν ὑποκειμένων τῆς ἀκριβείας

    动词 αἰτιάομαι(指责/归因)在此采用宾格直接宾语(τὸ ἁπλούστερον τῶν ὑποκειμένων,“基底的更为单纯”)加上属格(τῆς ἀκριβείας,“精确性的”)的结构,意为“将基底的更为单纯归为精确性的原因”。

  3. 3.11καὶ ἐν τῷ ἐλάττονι ᾱ σαφῶς εἴρηται τούτῳ τῷ φιλοσόφῳ

    短语 ἐν τῷ ἐλάττονι ᾱ 指亚里士多德《形而上学》的《小阿尔法》卷(第2卷)。τούτῳ τῷ φιλοσόφῳ 是完成时被动语态动词 εἴρηται 的施事与格(“被那位哲学家[道出]”),表明亚里士多德本人在此论点上也认同柏拉图的学说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:97.5-98.11