← 叙利亚努斯

亚里士多德《形而上学》注释

§95.38-97.5

批判抽象说与基于回忆的数学对象认识

叙利亚努指出,通过从可感事物的抽象无法解释数学对象的纯粹性与精确性,从而批评了阿芙洛狄西亚的亚历山大和亚里士多德的抽象说,并捍卫了灵魂的回忆说及其内在理则的展开。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11#2

τὸ γοῦν εἶδος τὸ Σωκράτους ἀναμαξάμενός τις εἰ μὲν οἷον ἐκ τοῦ αἰσθητοῦ Σωκράτους ἐδέξατο, διαφυλάττοι τῇ φαντασίᾳ, μᾶλλον ἂν αὐτοῦ τυγχάνοι τῆς γνώσεως· εἰ δὲ ἐπὶ τὸ εὐπρεπέστερον μεταρρυθμίζειν αὐτὸ θελήσειε, πᾶν μᾶλλον ἂν ἢ τὸ Σωκράτους εἶδος ἔτι παρ’ ἑαυτῷ θεωρήσειεν. ἐπὶ δὲ τῶν ἴσων καὶ ὁμοίων ἀριθμῶν καὶ σχημάτων οὐ ταὐτὸν τοῦτο πεπόνθαμεν, ἀλλ’ ὅσῳ ἂν ἐπὶ τὸ ἀκριβέστερον καὶ τελειότερον αὐτὰ περιάγωμεν, τοσούτῳ μᾶλλον ἐγγυτέρω τοῦ ἀμεροῦς αὐτῶν εἴδους ἐρχόμενα σαφέστερα ἡμῖν καὶ εὐγνωστότερα γίγνεται. ὅλως δὲ ἀναμιμνήσκεσθαι μὲν ἀπὸ τῶν αἰσθητῶν συγχωρητέον ἡμῖν τὴν διάνοιαν, μόρφωμα δὲ ἀπ’ αὐτῶν εἰσδέχεσθαι μὴ οὐδὲ θεμιτὸν ἦ λέγειν·1 ἄχρι γὰρ φαντασίας χωρεῖν δύναται τὰ δι’ αἰσθήσεως εἰς ἡμᾶς εἴδη παραπεμπόμενα, ἃ δὴ καὶ ἐν αὐτῇ τῇ φαντασίᾳ ἄτομα μένειν ἐθέλει καὶ τοιαῦτα οἷα εἰσελήλυθεν· ὅταν δὲ ἡ ἔννοια λοιπὸν ἀπὸ τούτων ἐπὶ τὸ καθόλου καὶ ἐπὶ τὰ τῷ ἀκριβεῖ λόγῳ θεωρητὰ μεταβαίνῃ, δήλη ἐστὶ τὰ ἑαυτῆς ἐπισκεπτομένη. διὸ καὶ ζηλωτὴ αὕτη ἡ ἐνέργεια καὶ οὐ πολυπράγμων καὶ διεγερτικὴ τοῦ τῆς ψυχῆς ὄμματος τυφλουμένου καὶ κατορυττομένου διὰ τῶν πολλῶν ἐπιτηδευμάτων· ὃ περὶ τὰ ἐξ ἀφαιρέσεως διατρίβουσα πότ’ ἂν κατεπράξατο;2 τοὐναντίον μὲν οὖν ἐποίησεν ἄν· ἐτύφλωσε καὶ τὸ βλέπον τῆς διανοίας καὶ προσήλωσε τῷ σώματι καὶ κατέχωσεν ἂν αὐτῆς τὴν ἐπὶ τὰ ὄντως ὄντα μεταβατικὴν ὁρμήν, εἰ καθάπερ φησὶν ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, νοητὰ ἄττα ἑαυτῇ ἀναπλάσασα, οὐκ ὄντα τῇ οἰκείᾳ φύσει νοητά, περὶ αὐτὰ ταῦτα μάτην ἐσκιαμάχει. εἰ μὲν γὰρ ἀνούσια μὲν ἐοικότα δὲ τοῖς νοεροῖς εἴδεσιν αὐτὰ εἶναι ὑπετίθεντο, μάλιστα μὲν καὶ αὐτὸ τοῦτο θαυμαστὸν ἦν, πῶς ἐκείνοις ἔοικεν ἃ μὴ ἔστιν οὐσιώδη. οὐ μὴν ἀλλ’ ὑπελείπετο λέγειν αὐτοῖς, ὅτι γυμνασαμένη περὶ αὐτὰ ἡ διάνοια συνάπτεσθαι δυνήσεταί ποτε καὶ τοῖς νοητοῖς εἴδεσι, καθάπερ οἱ ῥήτορες μελετήσαντες πλασματώδεις τινὰς λόγους πρὸς τοὺς ἀληθινοὺς ἀγῶνας παρασκευὴν ἴσχουσι διὰ τὸ ἐοικέναι τὰ πλάσματα ταῖς δικανικαῖς περιστάσεσιν. ἐπειδὴ δὲ οὔτε ἰδέας εἶναι βούλονται οὔτε τὰ μαθηματικὰ τῶν θείων εἰδῶν εἰκόνας εἶναι οὔθ’ ὅλως εἶναι πλὴν ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, οὐχ ὁρῶ πῶς ἂν πρὸς ἀναγωγὴν ψυχῆς ἡμῖν ἔτ’ ἂν συντελέσειε κατὰ ταύτας τὰς ὑποθέσεις ἢ γεφύραις ἀναλογήσειε μεθιστάσαις ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν ἀληθινὴν νόησιν, πῶς τε οὐκ ἄμεινον τὸ αἰσθητὸν μέγεθος, ὡς πέφυκε, δι’ αἰσθήσεως καταλαμβάνειν, ἢ ὑποσυλήσαντας αὐτὸ τοῦ ὑποκειμένου προστιθέναι μὲν αὐτῷ τὴν μήτε ὑπάρχουσαν μήτε ὑπάρξαι δυναμένην ἀκρίβειαν, ἐπισκέπτεσθαι δὲ αὐτὸ οὐχ ᾗ ὑφέστηκεν ἀλλ’ ᾗ μήτ’ ἔστι μήτ’ εἶναι δύναται. διὸ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τοῦθ’ ὑφορώμενος, μὴ περὶ αἰσθητὰ φὰς διατρίβειν τὴν γεωμετρίαν χείρονα τῆς αἰσθήσεως αὐτὴν ὁμολογεῖν ἀναγκασθῇ, οὐ περὶ αἰσθητά φησι διατρίβειν αὐτὴν ἀλλ’ ἢ κατὰ συμβεβηκός·3 ὥσπερ οὐδὲ τὸν ἰατρὸν περὶ τὰ λευκά, κἂν πάντα τὰ ὑγιεινὰ λευκὰ ᾖ, ἀλλὰ περὶ τὰ ὑγιεινά, οὕτω καὶ τὴν γεωμετρίαν περὶ τὰ μεγέθη καὶ σχήματα, κἂν μηδὲν ἔξω τῶν αἰσθητῶν μέγεθος ἢ σχῆμα τὴν ὑπόστασιν ἔχῃ. ἀλλὰ πρῶτον μὲν οὐδ’ ἂν περὶ τὰ ὑγιεινὰ διέτρεχεν ἰατρικὴ μὴ προσποιουμένη τὰ ἐν οἷς ἔστιν, εἰ μὴ ἑκάστου εἴδους λόγον εἶχεν ἡ ψυχή, ὃν ἀνελίττουσα ὑφίστη τὴν περὶ αὐτὸ ἐκεῖνο ἐπιστήμην· πόθεν γὰρ οἱ καθόλου λόγοι καὶ παρὰ τοῖς ἰατροῖς καὶ παρὰ τοῖς ἄλλοις ἐπιστήμοσιν, εἰ μὴ ἐκ τῆς τοῦ θεωρητοῦ αὐτοῖς εἴδους ἀνελίξεως;

无论如何,如果有人印摹了苏格拉底的形相,并在其表象中照着他从可感的苏格拉底那里领受的样子加以保存,他就更有可能获得关于他的知识;但如果他想将其改造得更加俊美,他在自己心中所观照的就绝不再是苏格拉底的形相了。然而,在相等的数、相似的数以及形态上,我们经历的却并非这同一回事;相反,我们越是将它们引向更为精确与更为完备的境地,它们就越是临近其不可分的形相,对我们而言也就变得越发清晰、越发可知。大体而言,我们必须承认思想因可感事物而回忆,但说它从可感事物中接受形态恐怕是不正当的;因为通过感觉传送到我们这里的形相只能到达表象,这些形相在表象本身中甚至意图保持为个别者并保持它们进入时的原样;然而,当思考进而从这些出发转向普遍者以及通过精确理则观照的对象时,它显然是在审视它自身的内容。因此,这一活动既令人赞赏又非多管闲事,并且能唤醒因繁多事务而盲目受埋没的灵魂之眼;而如果它从事于来自抽象之物,它何时曾能成就这一壮举?恰恰相反,它倒会适得其反:若正如阿芙洛狄西亚的亚历山大所说的那样,它为自己虚构了某些依其本性并非可理知的可理知者,并徒劳地围绕着这些东西本身打空拳,它就会弄瞎思想的视力,将其钉在肉体上,并埋没它向着真正实在者过渡的冲动。因为如果他们假设这些东西并非实体性的,却类似于智思形相,那么首先最让人惊异的恰恰是:非实体性的东西何以类似于那些形相。尽管如此,他们尚且可以说:思想在围绕这些东西受到锻炼之后,某一天将能够与理智形相相结合,正如同修辞学家练习了某些虚构的演说,由于这些虚构类似于法庭的情境,从而为真实的法庭辩论做好了准备一样。然而,既然他们既不愿存在理念,又不愿数学对象成为神圣形相的摹像,也不愿它们在从可感事物的抽象之外有任何存在,我便看不出依照这些假说,它们还如何能有助于我们灵魂的提升,或者如何能比作将我们从可感事物渡向真正知解的桥梁,也看不出按照可感大小的自然本性通过感觉去把握它,为何不比从基体中窃取它并给它添加上既不存在也不可能存在的精确性、进而不照它自立的方式而是照它既不存在也不可能存在的方式去审视它更为优越。正是由于亚里士多德本人也察觉到了这一点,生怕一旦声称几何学探讨的是可感事物便不得不承认它逊色于感觉,他才说几何学探讨的并非可感事物,而只是偶然地如此;正如医生探讨的并非白色的事物——即使所有健康的事物都是白色的——而是探讨健康的事物一样,几何学探讨的也是大小和形态,即使在可感事物之外没有任何大小或形态具有其实存。但首先,如果灵魂不具有每个形相的理则并通过展开它而确立关于那件事物本身的科学,医术绝不可能在不考虑健康之物所在的事物的情况下探讨健康之物;因为如果不是源自展开他们所观照的形相,无论在医生中还是在其他专家中,普遍的理则又从何而来?

语法注3 条
  1. 3.11μὴ οὐδὲ θεμιτὸν ἦ λέγειν

    句中的 μὴ… ἦ 是表达犹豫或审慎顾虑的独立虚拟语气结构(“说……恐怕是不正当的”),与前面的动词性形容词 συγχωρητέον(“必须承认”)形成对比。

  2. 3.11ὃ περὶ τὰ ἐξ ἀφαιρέσεως διατρίβουσα πότ’ ἂν κατεπράξατο;

    关系代词 ὃ 指代前文所述的“唤醒灵魂之眼”这一整体内容,作直接宾语。阴性单数分词 διατρίβουσα 与上下文承接的主语 διάνοια(思想)或 ἔννοια 一致,与过去直陈式加 ἄν(πότ’ ἂν κατεπράξατο)一同构成反事实的修辞性疑问句。

  3. 3.11ἀλλ’ ἢ κατὰ συμβεβηκός

    ἀλλ’ ἤ 与否定词 οὐ(οὐ περὶ αἰσθητά φησι διατρίβειν)呼应,属于固定短语,表示“除……之外不……”或“仅仅”。整句表达几何学除了偶然地涉及可感事物之外,并不以可感事物为探讨对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:95.38-97.5