← 叙利亚努斯

亚里士多德《形而上学》注释

§94.29-95.38

数学普遍者的超越性与灵魂的内在理则

针对亚里士多德将数学对象解释为从可感事物中抽象得出的观点,叙利亚努斯论证了普遍者的超越实在性,驳斥了以运动为例的类比,并主张数学的精确性源于灵魂中预存的本质理则而非来自感觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11#1

" Ἐπεὶ δ’ οὐδ’ ἓν... ἡ ὁμαλής." Εἰπὼν πῶς οὐκ οἴεται εἶναι τὰ μαθηματικά, νῦν πειρᾶται λέγειν ποίαν ἄν τις αὐτὰ νομίσειεν ἔχειν ὑπόστασιν. ἀρέσκει οὖν αὐτῷ μήτε καθ’ αὑτὰ ὑφεστάναι τὰ μαθηματικὰ μεγέθη καὶ σχήματα μήτε ἐν τοῖς αἰσθητοῖς εἶναι ἄλλα ὄντα παρὰ τὰ αἰσθητά, ἀλλ’ ἐκ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπινοεῖσθαι· ὥσπερ γὰρ καὶ τὸ καθόλου, φησίν, ἐν τοῖς μαθήμασιν οὐ περὶ κεχωρισμένων ἐστὶ παρὰ τὰ μεγέθη καὶ τοὺς ἀριθμούς, ἀλλὰ περὶ τούτων μέν, οὐχ ᾗ δὲ τοιαῦτα (οἷον ὅταν λέγωμεν ‘ἐὰν πρῶτον πρὸς δεύτερον καὶ τρίτον πρὸς τέταρτον τὸν αὐτὸν ἔχῃ λόγον, καὶ ἐναλλὰξ ληφθέντων σωθήσεται τὸ ἅμα τὸν αὐτὸν 〈ἔχειν〉 λόγον’), οὕτω, φησί, καὶ περὶ μεγεθῶν ἡ μαθηματικὴ διαλεγομένη περὶ αἰσθητῶν μὲν διαλέγεται, οὐχ ᾗ δὲ αἰσθητά. ἡμεῖς δὲ καὶ πρότερον μὲν ἐνέστημεν πρὸς τοῦτο τὸ ἐπιχείρημα εἰπόντες, ὅτι καὶ τοῦτο δεῖ περιληπτικώτερον εἶναι τῶν μεγεθῶν καὶ τῶν ἀριθμῶν, καὶ νῦν δὲ τὸ αὐτὸ τοῦτο λέγομεν. εἴπερ γὰρ τὸ καθόλου ἐστὶν ᾧ πρώτῳ ὑπάρχει, ἀνάγκη ἐκεῖνο εἶναι παρὰ τὰ εἰδικώτερα αὐτοῦ· οὐ γὰρ δὴ τῷ μὴ ὄντι πρώτως τι ὑπάρχει. εἰ δὲ τὸ καθόλου φησί τις ἐν αὐτοῖς εἶναι τοῖς εἰδικωτέροις, τὸ κατατεταγμένον ὁρᾷ, ὃ μόριόν ἐστι τοῦ ὑποκειμένου, καὶ οὐ τὸ ἀκατάτακτον, ὃ παντὸς τοῦ εἴδους κατηγορεῖται. πλὴν ἀγασθείη ἄν τις τὸν Ἀριστοτέλην καὶ ἐν τούτοις τῆς ἀκολουθίας συντάττοντα τὰ καθόλου τοῖς μαθηματικοῖς·1 ὡς γὰρ τὰ καθόλου ἐστίν, οὕτω καὶ τὰ μαθηματικά. ἔστι δὲ κατὰ μὲν τὸ ἀληθὲς ἄμφω 〈ἐν〉 τοῖς οὐσιώδεσι λόγοις τῆς ψυχῆς, κατ’ αὐτὸν δὲ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν ἐπινοίαις ἀφαιρούσαις τῶν αἰσθητῶν τὰς κοινότητας. ἐπεὶ δὲ καὶ κινήσεως ἐμνημόνευσε λέγων, ὅτι2 πολλοὶ περὶ κινουμένων εἰσὶ λόγοι οὐκ οὔσης κινήσεως κεχωρισμένης (ὅταν γὰρ λέγωμεν ‘τὰ ἰσοταχῶς κινούμενα ἐν ἴσῳ χρόνῳ τὸ αὐτὸ διάστημα διέξεισιν’, οὐδὲν μὲν ἁπτόμεθα τῶν ὑποκειμένων πραγμάτων, ἀλλὰ περὶ τῆς κινήσεως αὐτῶν διαλεγόμεθα μόνης, οὐ μὴν διὰ τοῦτο καὶ κίνησιν εἶναι κεχωρισμένην ὑπολαμβάνομεν)· ῥητέον οὖν ὅτι πρῶτον μὲν οὐχ ὅμοιόν ἐστι τὸ περὶ τὴν κίνησιν τοῖς σχήμασιν· ὁ μὲν γὰρ μὴ βουλόμενος εἶναι κίνησιν ἔξω τῶν αἰσθητῶν οὐκ ἐννοεῖ τὴν ἐν τοῖς ἀκινήτοις ἀκριβεστέραν, ὁ δὲ γεωμέτρης ἐπινοεῖ τῶν φαινομένων σχημάτων ἀκριβέστερα· ἔπειτα δὲ ὅτι καὶ τὸ πᾶν λαμβάνεται ψευδῶς· ἔστι γὰρ καὶ κίνησις ἐν ἀσωμάτοις καὶ σχῆμα καὶ μέγεθος, οὐ τοιαῦτα δὲ οἷα ἐν τοῖς αἰσθητοῖς. Ἁπλῶς δὲ πρὸς ἅπασαν αὐτοῦ τὴν δόξαν τοῦτο ῥητέον, ὅτι μήτε τεθεάμεθα πάντα τὰ σχήματα ἢ πάντας τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθητοῖς, περὶ ὅσα καὶ ὅσους αἱ μαθηματικαὶ διατρίβουσι, μήτε δυνατόν ἐστιν ἀκριβείᾳ τοσαύτῃ χρῆσθαι τὰ ἐκ τῶν αἰσθητῶν εἰλημμένα. εἰ δὲ ὅτι ἡμεῖς αὐτοῖς προστίθεμεν τὸ ἐνδέον καὶ ἀκριβέστερα ποιοῦμεν καὶ οὕτω θεωροῦμεν, ἀποφαίνοιτο,3 πρῶτον μὲν πόθεν δυνάμεθα αὐτὰ τελειοῦν, ἀναγκαῖον εἰπεῖν· οὐ γὰρ ἂν ἄλλην αἰτίαν ἀληθεστέραν εὕροιμεν τῆς ὑπὸ τῶν παλαιῶν εἰρημένης, ὅτι κατ’ οὐσίαν ἡ ψυχὴ προείληφε πάντων τοὺς λόγους. ἔπειτα δὲ ἐάν τι προσθῶμεν τοῖς ἀφαιρεθεῖσιν ἐκ τῶν αἰσθητῶν, οὐκ ἀκριβέστερον αὐτὸ καὶ ἀληθέστερον ἀλλὰ πλασματωδέστερον ἀποτελοῦμεν.

“然而,既然没有任何一个……均匀[运动]。” 在说明了依他之见数学对象不存在的方式之后,他现在试图陈述人们可以认为它们具有何种存有。因此他的观点是:数学的大小与形态既非独自自立,亦非作为有别于可感事物的另一类事物存在于可感事物之中,而是通过抽象从可感事物中被构想出来的;因为他说,正如数学中的普遍对象并非关于从大小和数中分离出来的事物,而是关于这些事物,却非就其为这种事物而言(正如当我们说“若第一项之于第二项正如第三项之于第四项具有相同比,则更迭取之,同时具有相同比的性质亦将保持”时那样),同样地,他说,数学在讨论大小的时候,是在讨论可感事物,却非就其为可感事物而言。然而我们先前也曾反驳过这一论证,指出这一普遍对象也必须比大小和数更为包容,而现在我们仍要说这完全相同的话。因为如果普遍是某性质最初所属者,那么那个普遍必然存在于其更具种性的诸事物之外;因为某性质绝不可能最初属于不存在者。但若有人说普遍恰恰存在于那些更具种性的事物本身之中,那么他所看到的是受编排的普遍,它是基体的一部分,而非述说整个种的未受编排的普遍。不过,人们或许在这些文句中也可以赞赏亚里士多德在将普遍与数学对象相提并论上的一贯性;因为普遍如何存在,数学对象亦如何存在。但照真实情况而言,二者都存在于灵魂的本质性理则之中,而按照他的说法,则存在于可感事物之中以及从可感事物中抽象出共同特性的诸构想之中。再者,由于他也提及了运动,声称关于运动着的事物有许多论述,却不存在分离的运动(因为当我们说“以等速运动的事物在相等的时间内穿过相同的距离”时,我们丝毫不触及底层的事物,而只讨论它们的运动,但我们绝不因此就假定存在分离的运动);因此应当说:首先,关于运动的情况并不类似于形态;因为不愿承认运动存在于可感事物之外的人,并没有领会存在于不动之物中的更精确运动,而几何学家构想出的形态却比表象的形态更为精确;其次,整个前设完全被错误地设定了;因为在非物体之物中也存在运动、形态和大小,只是并非如在可感事物中的那种而已。简而言之,针对他的全部观点应当说:我们既没有在可感事物中观照过数学所探讨的那么多形态或数,从可感事物中获取的对象亦不可能具有如此之高的精确性。然而,如果他声称是我们自己给它们补充了缺失的部分,使之更为精确并以此来进行考察,那么首先必须说明,我们究竟从何处获得了成全它们的能力;因为除了古人所说的原因——即灵魂在实体上预先把握了万物的理则之外,我们找不到其他更为真实的原因。其次,如果我们在从可感事物抽象出来的东西上有所添加,我们所造就的绝非更精确、更真实的事物,而是更加虚构的事物。

语法注3 条
  1. 3.11ἀγασθείη ἄν τις τὸν Ἀριστοτέλην καὶ ἐν τούτοις τῆς ἀκολουθίας συντάττοντα τὰ καθόλου τοῖς μαθηματικοῖς

    ἀγασθείη ἄν 是带有 ἄν 的潜在希求法(“人们或许可以赞赏”)。动词 ἄγαμαι 支配被赞赏之人的宾格(τὸν Ἀριστοτέλην)和表示赞赏原因或品质的属格(τῆς ἀκολουθίας),现在分词 συντάττοντα 与宾格一致,指明原因或伴随状况(“赞赏亚里士多德在将普遍与数学对象相提并论上的一贯性”)。

  2. 3.11ἐπεὶ δὲ καὶ κινήσεως ἐμνημόνευσε λέγων, ὅτι . . . · ῥητέον οὖν ὅτι

    由于表示原因的从属从句 ἐπεὶ δὲ ... 中间插入了较长的括注性解释(ὅταν γὰρ λέγωμεν ...),主句在开头使用了引出归结的复指小辞 οὖν(所谓的 apodotic οὖν,即 ῥητέον οὖν ὅτι)以恢复句子主干结构。

  3. 3.11εἰ δὲ ὅτι ἡμεῖς αὐτοῖς προστίθεμεν τὸ ἐνδέον καὶ ἀκριβέστερα ποιοῦμεν καὶ οὕτω θεωροῦμεν, ἀποφαίνοιτο

    在条件句框架 εἰ δὲ ... ἀποφαίνοιτο(希求法)内部,作为 ἀποφαίνοιτο 的内容和宾语的 ὅτι 从句(“如果他声称是我们给它们补充了缺失的部分……”)通过倒装(hyperbaton)被提前置于支配动词之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:94.29-95.38