- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:93.21-94.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯反驳了亚里士多德关于数学对象在定义上先于可感对象但在实体上不居先的主张(1077a36–1077b12),援引《形而上学》卷Z的原则与本体优先性的不对称性进行批驳,并总结了其关于几何学广延在灵魂中相对于具质料物体的本体在先性学说。
" Τῷ μὲν οὖν... λέγεται." Ἐν τούτοις τῷ μὲν λόγῳ συγχωρεῖ εἶναι πρότερα τὰ μαθηματικὰ τῶν αἰσθητῶν, ἐπειδὴ τὸ αἰσθητόν τις ὁριζόμενος σῶμα δεῖται τῶν διαστάσεων αἳ ὁρίζουσι τὸ μαθηματικόν, τῇ οὐσίᾳ δὲ οὐκέτι. καίτοι κατὰ τοὺς κανόνας αὐτοῦ τοὺς ἐν τῷ Ζ παραδοθέντας ἐπὶ τῶν ἁπλῶν οὐσιῶν (ἁπλᾶς δὲ λέγω τὰς ἄνευ τῶν συμβεβηκότων θεωρουμένας) τὸ τῷ λόγῳ πρότερον καὶ τῇ οὐσίᾳ πρότερον ὂν ἀποδείκνυται·1 τὰ γὰρ τῷ λόγῳ πρότερα τῷ εἴδει πρότερα ἐν ἐκείνοις εἶναι ἐλέγετο, τὰ δὲ τῷ εἴδει πρότερα τῇ οὐσίᾳ πρότερα· ἐξ ὧν ἀμφοτέρων οὐκ ἄδηλόν ἐστι τὸ συναγόμενον. καὶ ὁ ἐν τούτοις δὲ τοῖς ῥητοῖς αὐτοῦ κανὼν δείκνυσιν, ὅτι τὰ μαθηματικὰ πρεσβύτερά ἐστι τῶν αἰσθητῶν οὐ τῷ λόγῳ μόνῳ (τοῦτο μὲν γὰρ συγκεχώρηκε καὶ αὐτός), ἀλλὰ καὶ τῇ οὐσίᾳ· τῷ γὰρ εἶναι ὑπερβάλλει.2 ὄντος μὲν γὰρ τοῦ τριχῇ διαστατοῦ μετὰ ἀντιτυπίας ἀνάγκη εἶναι καὶ προεῖναι τὸ τριχῇ διαστατὸν καὶ ἔτι τὸ διχῇ καὶ πολὺ πρότερον τὸ μίαν ἔχον διάστασιν· τούτων δὲ ὄντων οὐκ ἀνάγκη τὸ αἰσθητὸν εἶναι. ἀλλ’ ἵνα ταῦτα παρῶμεν, τί ἐστι τὸ καὶ ἐκ τῶν παραδειγμάτων αὐτῷ συναγόμενον; τί δὲ ἄλλο γε ἢ ὅτι τὸ τῷ λόγῳ πρότερον οὐ πάντως καὶ τῇ οὐσίᾳ πρότερον, οὐ μὴν ὅτι καὶ ὕστερον· τὸ γὰρ λευκὸν πρότερον ὂν τῷ λόγῳ τοῦ λευκοῦ ἀνθρώπου 〈οὐ〉 πρότερόν ἐστι κατ’ αὐτὸν τῇ οὐσίᾳ. καίτοι φαίη τις 〈ἂν〉 ὅτι εἰ καὶ μὴ ἀνθρώπου πρότερον, ἀλλ’ οὖν λευκοῦ ἀνθρώπου πρεσβύτερον εἶναι ὀφείλει· ὅμως τοῦτο μὲν συγκεχωρήσθω καὶ κείσθω εἶναί τινα, ἃ τῷ λόγῳ πρότερα ὄντα τῇ οὐσίᾳ σύνδρομά ἐστι τούτοις ὧν ἦν τῷ λόγῳ πρότερα.3 τί οὖν ἐκ τούτων συνάγομεν; ἢ ὅτι τὰ γεωμετρούμενα πρότερα ὄντα τῷ λόγῳ τῇ οὐσίᾳ οὔτε πρότερά ἐστιν οὔθ’ ὕστερα τῶν αἰσθητῶν; καίτοι πᾶς ὁ λόγος ἐπικεχείρηται ὡς ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν λαμβανομένης τῆς μαθηματικῆς ὕλης· διὸ καὶ τοιούτῳ ἐχρήσατο συμπεράσματι ‘ὥστε φανερὸν ὅτι οὔτε τὸ ἐξ ἀφαιρέσεως πρότερον οὔτε τὸ ἐκ προσθέσεως ὕστερον.’ ἀλλ’ ὅμως καὶ τοῦτο προαρπάσας ψεῦδός τε ὂν καὶ τῶν ἐν ἀρχῇ προκειμένων εἰς ζήτησιν4 † ὁρῶμεν ὅσον συνήγαγεν· εἰ δέ γε τὰς διαστάσεις, περὶ ἃς τῷ ὄντι ἡ γεωμετρία τετεύτακεν, ἠβούλετο σκοπεῖν ὀρθῶς, κατὰ πάντα ἂν αὐτὰς εὗρε πρεσβυτέρας τοῦ ἐνύλου σώματος, εἰ τὰ ἄυλα τῶν ἐνύλων καὶ τὰ καθόλου τῶν ἐν μέρει καὶ τὰ ἀίδια τῶν φθαρτῶν πάντες ὁμολογοῦμεν εἶναι πρεσβύτερα.
“因此在定义上……被言及。” 在这些文句中,他承认数学对象在定义上先于可感对象,因为对可感物体进行定义的人需要规定数学对象的广延[量度],但在实体上却不再承认。然而,按照他在卷Z中关于单纯实体(我所谓的单纯实体是指无偶性而被考量的实体)所给出的规则,在定义上居先者被证明在实体上也居先;因为在那些文句中,在定义上居先者被说成在形相上居先,而在形相上居先者在实体上居先;由这两者推导出的结论是显而易见的。而且他这些言辞之中的规则也表明,数学对象比可感对象更为古老,不仅在定义上(这一点他自己也已承认),而且在实体上亦然;因为它们在存在上胜过后者。因为既然带有抗阻的三维广延存在,那么三维广延必然存在且预先存在,乃至二维广延、以及远居其先的拥有一维广延者亦然;但当这些存在时,并不必然存在可感对象。不过撇开这些不论,从他所举的例子中又能为他推导出什么呢?难道不是除下述结论之外别无其他:在定义上居先者并不必然也在实体上居先,但绝非因此就居后;因为白在定义上虽先于白人,按他而言在实体上并不居先。尽管有人可能会说,即使它不先于人,但无论如何理应比白人更古老;即便如此,姑且承认这一点,并设定有些东西虽然在定义上居先,但在实体上却与它们在定义上所先于的对象相并行。那么我们从中推导出什么呢?难道是几何学对象在定义上居先,而在实体上对于可感对象既不居先亦不居后?然而他的全部论证都是在假定数学质料是从可感事物中抽象得出的前提下展开的;这也是为何他使用了这样的结论:“因此显而易见,既非由抽象得来者居先,亦非由附加得来者居后。”然而,他在预先攫取了这一既属虚妄又属最初提请探究的前提[乞题]之后,我们且看他得出了多么大的结论;但如果他愿意正确考察几何学真正潜心关注的广延,他本会在一切方面发现它们都比具质料的物体更为古老,只要我们大家都承认非质料之物先于具质料之物、普遍者先于个别者、永恒者先于毁灭者。
"Ὅτι μὲν οὖν... ἱκανῶς." Αὐτὸς μὲν ὡς ἐπὶ δεδειγμένοις τούτῳ χρῆται τῷ συμπεράσματι. ἡμεῖς δέ, ὅτι οἱ μὲν λόγοι αὐτῶν οὐσίαι ἀμερεῖς καὶ αἰτίαι τῶν φανταστῶν καὶ τῶν αἰσθητῶν διαστάσεων, εἰς δύναμιν ἡμετέραν ἐπεδείξαμεν· αἱ δὲ ἐν τῇ φαντασίᾳ τοῖς ἀμερέσι λόγοις μορφαὶ καὶ διαστάσεις συνυφιστάμεναι ὅτιπερ ὡς ἐν ὑποκειμένῳ εἰσὶ τῇ ψυχῇ πρεσβύτεραι οὖσαι καὶ αὐταὶ σώματος5 καὶ τῶν τοῦ σώματος παθημάτων, καὶ τοῦτο μετρίως συνεστήσαμεν· ἐπεὶ δὲ καὶ τὸ ἔναγχος εἰρημένον αὐτῷ περίληψιν ἐποιήσατο κατὰ τὸ συμπέρασμα, ὑπομνηστέον ὡς αἱ ἐν τοῖς αἰσθητοῖς διαστάσεις πρότεραι μὲν τῷ λόγῳ τῶν σωμάτων ἐδείχθησαν, τῇ δὲ οὐσίᾳ οὐχ ὕστεραι, ταύτας δὲ καὶ ἀνουσίους λέγειν ἄτοπον ἴσως οὐδέν.
“可见……充分地[论述了]。” 他自己把这一结论当作建立在已证明之事上的结论来使用。然而我们已尽己所能证明了:它们的理则是不可分的实体,并且是想象量度和可感量度的原因;而与不可分的理则共同实存于想象之中的形态与广延,如同在基体中一样存在于灵魂内,且它们自身也先于物体及物体的诸受动,这一点我们也已适度确立;由于他刚才所说的话在结论中做了概括,因而必须提醒道:可感事物之中的量度已被表明在定义上先于物体,但在实体上并不居后,而称它们为非实体的大概也并无不妥。
- 3.9τὸ τῷ λόγῳ πρότερον καὶ τῇ οὐσίᾳ πρότερον ὂν ἀποδείκνυται
动词 ἀποδείκνυται 带有补充性分词 ὂν,构成“在定义上居先者被证明在实体上也居先”的句式。副词性 καί 修饰 τῇ οὐσίᾳ πρότερον,起强调作用(不仅在定义上,而且在实体上)。
- 3.9τῷ γὰρ εἶναι ὑπερβάλλει
限定与格(dative of respect)τῷ εἶναι 修饰动词 ὑπερβάλλει,意为“在存在(即存在本身)上胜过”。紧随其后的单向依赖关系论述(ὄντος μὲν γάρ... τούτων δὲ ὄντων οὐκ ἀνάγκη...)对此本体优先性的判定标准作出了说明。
- 3.9τῇ οὐσίᾳ σύνδρομά ἐστι τούτοις ὧν ἦν τῷ λόγῳ πρότερα
τῇ οὐσίᾳ 为限定与格。形容词 σύνδρομος(“同行”、“相伴”、“并行”)支配与格 τούτοις,关系代词 ὧν 则是依附于 πρότερα 的比较属格,先行词为 τούτοις。全句意为“在实体上与它们在定义上所居先的对象相伴行[处于同等地位]”。
- 3.9προαρπάσας ψεῦδός τε ὂν καὶ τῶν ἐν ἀρχῇ προκειμένων εἰς ζήτησιν
分词 προαρπάσας(“预先攫取”)在句意上以“数学质料通过抽象而得”这一命题为宾语,随后的 ψεῦδός τε ὂν 等为修饰宾语的表语性分词短语。τῶν ἐν ἀρχῇ προκειμένων 为部分属格,意为“最初提请探究的事项之一”(即乞题)。
- 3.10ὅτιπερ ὡς ἐν ὑποκειμένῳ εἰσὶ τῇ ψυχῇ πρεσβύτεραι οὖσαι καὶ αὐταὶ σώματος
连词 ὅτιπερ 引导实质从句,其主语为前文的 αἱ δὲ ἐν τῇ φαντασίᾳ... μορφαὶ καὶ διαστάσεις。ὡς ἐν ὑποκειμένῳ 修饰与格 τῇ ψυχῇ(“如同在基体中一样存在于灵魂内”),πρεσβύτεραι οὖσαι 则作为修饰主语的分词,支配比较属格 σώματος(“它们自身也先于物体”)。
