← 叙利亚努斯

亚里士多德《形而上学》注释

§92.11-93.20

数学量度的结合因与在灵魂中的完全性

叙利亚努斯注解《形而上学》1077a20–31,针对亚里士多德关于数学量度结合原因的质问,指出灵魂不可分的理则及其所维系的想象量度具有更优越的同一性。同时,他批判了诉诸生成及实体两难(形相还是质料)的论证,强调存在于灵魂中的数学对象比具质料的物体更为居先且更为完全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6

" Ἔτι τίνι... συμμένειν." Τοῦτο διὰ μέσου μὲν ἔοικεν εἰρῆσθαι· ἀναδραμεῖται γὰρ πάλιν ἐπὶ τὸ πρότερον ἑαυτοῦ ἐπιχείρημα, ἐν ᾧ ἐζήτει πῶς ἀτελέστερά τε ἅμα καὶ πρότερα τῶν αἰσθητῶν τὰ μαθηματικά. ζητεῖ δὲ ἐν αὐτῷ, τί τὸ αἴτιον τοῖς μαθηματικοῖς μεγέθεσι τῆς ἑνώσεως· τοῖς μὲν γὰρ αἰσθητοῖς φύσις ἢ ἔνυλον εἶδος ἢ κόλλα ἢ δεσμός, τοῖς δὲ μαθηματικοῖς τί; ῥητέον οὖν πρὸς αὐτόν, ὅτι οἱ μὲν ἀμερεῖς λόγοι τῶν μεγεθῶν κρείττους * * * † εἰ συνυφιστάμενα φανταστὰ μεγέθη τῆς ἑαυτῶν αἰτίας τῆς ἀμεροῦς ἐξηρτημένα οὐ μήποτε διασκεδασθῇ,1 καὶ ἔτι ἐν ψυχῇ ὄντα συνέχεται ὑπ’ αὐτῆς μᾶλλον ἢ τὰ αἰσθητά.

“此外,究竟凭何……保持在一起。” 这似乎是插入而言的;因为他将再次返回到他先前的论证,在其中他曾探究数学对象如何既比可感对象更为不完全,又同时居先。但在此处他探究的是,数学量度结合的原因是什么;因为对可感对象而言是自然、或具质料的形相、或胶水、或纽带,但对数学对象而言又是什么呢?因此必须对他指出:量度的不可分理则更为优越,……如果共同实存的想象量度悬系于其自身的不可分原因而绝不消散,并且存在于灵魂之中,因而比可感对象更受到灵魂的维系。

§3.7

"Ἔτι αἱ γενέσεις... μᾶλλον." Ἄνεισι μὲν ἐπὶ τὸ ἐξ ἀρχῆς, ἐν ᾧ τὸ αἰσθητὸν πρότερον ἐδείκνυ τοῦ μαθηματικοῦ τῇ οὐσίᾳ. δείκνυσι δὲ οὐ τὸ προκείμενον ἑαυτῷ, γένεσιν παραλαμβάνων ὅλως ἐπὶ τῶν ἀγενήτων (ἀγένητα γὰρ τὰ μαθηματικά), ἀλλ’ εἴπερ ἄρα, ὅτι τοῦ ἐν τοῖς αἰσθητοῖς ἐπιπέδου τὸ σῶμα καὶ πρότερον τῇ οὐσίᾳ καὶ τελειότερον. καὶ ὅτι ἔμψυχον... ἀξίωμα. ὁρᾷς γὰρ τὴν ἐν τῷ ἀβακίῳ γραμμὴν καὶ τὸ ἐν τῇ τέφρᾳ ἐπίπεδον· ἐπεὶ τί ἄν εἴη τῶν ἐν ψυχῇ κειμένων ἐμψυχότερον;

“此外,生成……更加。” 他返回到最初的主题,在其中他曾表明可感对象在实体上先于数学对象。但他并未证明自己所提出的命题,因为他竟在全然无生成之物(数学对象本是无生成的)上引入了生成;如果说他确实证明了什么,那也不过是证明了在可感事物中的物体在实体上既先于平面又更为完全。“以及有生命之物……公理[前提]。”因为你看到了沙盘上的线和灰烬中的平面;否则,又有何者能比置于灵魂之中的事物更有生命呢?

§3.8

"Ἔτι τὸ μὲν... πάσχειν." Καὶ τοῦτο κατασκευαστικὸν τοῦ δευτέρας εἶναι τὰς γραμμὰς καὶ τὰ ἐπίπεδα τῶν σωμάτων· εἰ μὲν γὰρ οὐσίαι, φησί, καὶ αἱ γραμμαί, πῶς οὐσίαι, ὡς εἶδος ἢ ὡς ὕλη; εἰ δὲ ἀνούσιοι, δεύτεραι τῶν οὐσιῶν. ῥητέον οὖν ὅτι αἱ μὲν ἀδιάστατοι ὡς λόγοι καὶ εἴδη οὐσίαι, αἱ δὲ ἐν τῇ φαντασίᾳ αἱ διασταταὶ ὡς ὗλαι τῶν εὐθειῶν ἢ τῶν περιφερειῶν. εἰ δὲ καὶ ὅλην τὴν φανταστὴν οὐσίαν ὡς ἐν ὑποκειμένῳ φαίη τις εἶναι τῇ φαντασίᾳ ἢ τῷ πνεύματι, ἐκείνων μὲν ἂν αὐτῶν ἀναγκάζοιτο δευτέραν αὐτὴν ἀποφαίνεσθαι καὶ ἀτελεστέραν, οὐ μέντοι τῆς αἰσθητῆς οὐσίας· οὐ γὰρ πᾶν τὸ ἐν ὑποκειμένῳ ὂν δεύτερον ἡστινοσοῦν οὐσίας (ἐπεὶ οὕτω καὶ αἱ ἀρεταὶ τῆς ψυχῆς αἵ τε ἐπιστῆμαι καὶ λίθων καὶ τῶν ἄλλων ἐνύλων σωμάτων ἂν εἶεν δεύτεραι), ἀλλ’ ἐκείνης μὲν ἐν ᾗ ἔχει τὸ εἶναι δεύτερον, ἄλλης δὲ καταδεεστέρας οὔτε δεύτερον οὔτ’ ἀτελέστερον, εἰ μή τις ὁμόσε χωρῶν ὡς οὐδὲν ἄτοπον ὂν καὶ ἐπιστήμην καὶ ἀρετὴν ἀντιδιαταττόμενος τῷ θείῳ Πλάτωνι σώματος εἶναι φαίη καταδεεστέρας· ἀλλ’ οἶμαι ψυχὴ μὲν καὶ τὰ ψυχῆς πάντα πρεσβύτερα σώματος καὶ τῶν τοῦ σώματος, αὐτῶν δὲ τούτων ψυχὴ μὲν τῶν ἐν ἑαυτῇ ποτὲ μὲν ὄντων, ποτὲ δὲ μὴ ὄντων ἐνεργείᾳ πρεσβυτέρα, σῶμα δὲ τῶν συμβεβηκότων αὐτῷ σεμνότερον· τὰ δὲ ἐν ψυχῇ ὄντα ἢ ἀεὶ ἢ ποτὲ τῷ σώματι παραβάλλειν μὴ πλημμελὲς ᾖ,2 καὶ ἔτι τοῦδε πλημμελέστερον τὸ παραβάλλοντα προτιθέναι τῶν ἐν ψυχῇ τὴν ὑπόστασιν ἐχόντων τι ἔνυλον σῶμα ὡς τελειότερον αὐτῶν καὶ ἐμψυχότερον· τοῦτο γάρ ἐστι τὸ πάντων θαυμαστότατον, εἰ ἐμψυχότερόν ἐστι τὸ σῶμα τούτων, οἷς τὸ εἶναι ἐν ψυχῇ ἐστιν εἶναι.

“此外,一者……承受。” 这也是用来确立线与平面相对于物体是次等之物的;因为他说,“如果线也是实体,那么它们如何作为实体,是作为形相还是作为质料?如果它们不是实体,则它们次于实体。”因此必须指出:无广延的线作为理则和形相是实体,而在想象中具广延的线则是作为直线或圆周的质料。即使有人说整个想象实体作为在基体之中存在于想象力或气息中,他也只会被迫判定它次于并比那些基体本身更为不完全,却绝不会次于可感实体;因为并非一切在基体之中的事物都次于任何一种实体(否则灵魂的美德与知识就将次于石头和其他具质料的物体),而是次于它在其内拥有其存在的那种实体,对于另一种低劣的实体则既非次等亦非更不完全——除非有人迎头直上,仿佛这毫无荒谬一般,与神圣的柏拉图排阵对立,硬说知识与美德低于物体。但我认为,灵魂及属于灵魂的一切事物都先于物体及属于物体的事物;而在这些事物本身之中,灵魂先于那些有时在其内以现实态存在、有时不存在的事物,物体则比其自身的偶性更为崇高。把(无论是始终还是有时)存在于灵魂之中的事物拿来与物体相比较,恐怕这是一种过失;而比这更为过失的是,在比较之后,竟然将某种具质料的物体置于在灵魂中获得实立的事物之上,视其比后者更为完全且更有生命;因为如果物体竟然比那些“其存在即是在灵魂中存在”的事物更有生命,这实乃一切事情中最令人惊异的。

语法注2 条
  1. 3.6οὐ μήποτε διασκεδασθῇ

    由 οὐ μή 后接不定过去时被动态从属连接式(διασκεδασθῇ)构成的双重否定结构,表示强烈的否定(“绝不会散逸”)。在含有残缺的条件从句(εἰ...)中,它作为悬系于不可分原因的想象量度得以保持结合状态的论据。

  2. 3.8μὴ πλημμελὲς ᾖ

    独立从属连接式 μὴ ᾖ 表达顾虑或委婉断言(“恐怕本就是一种过失”)。它与后文的 καὶ ἔτι τοῦδε πλημμελέστερον(“比这更为过失的是”)形成递进与对比,引导出修辞性的断言:即把灵魂内部之物与物体相比较本身就已是不妥当的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:92.11-93.20