← 叙利亚努斯

亚里士多德《形而上学》注释

§91.10-92.10

几何对象的实在性与对抽象说的批判

叙利亚努指出几何学对象既非不完全亦非无生命,以此为柏拉图学派辩护;他揭露亚里士多德抽象说的内在矛盾,并论证几何学的真正对象是灵魂中不可分的普遍理则,而想象中的形象与作图只是因认知孱弱而产生的投影。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5

" Ὅλως δὲ... ἐμψύχου." Ἐκεῖνοι μὲν οὔτε ἑαυτοῖς οὔτε τοῖς πράγμασιν ἀσύμφωνοι· οὔτε γὰρ ἀτελὲς τὸ ἐν τῇ διανοίᾳ εἶδος τοῦ μεγέθους οἴονται εἶναι ἢ τὸ ἐν τῇ φαντασίᾳ τῷ εἴδει τούτῳ μέγεθος συνυφιστάμενον οὔτε ἄψυχον· πῶς γάρ, ὅ γε ἐν ψυχῇ ἵδρυται; ἡμεῖς δὲ πῶς ἡμῖν αὐτοῖς συνῳδὰ πρεσβεύσομεν, ὅταν καὶ αἴτια λέγωμεν εἶναι τῶν πραγμάτων, δι’ ὧν αἰτίων καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις,1 καὶ μὴ διδῶμεν οὐσίαν τούτοις (εἰ μὴ ἄρα τὸ ἀνούσιον τῆς οὐσίας αἴτιον), ὅταν τε πρότερα μὲν τῇ φύσει τὰ καθόλου πολλάκις ἀποφαινώμεθα εἶναι ὡς συναναιροῦντα μὲν οὐ συναναιρούμενα δέ, καὶ πάλιν αὐτὰ ταῦτα ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν τὴν ὑπόστασιν ἔχειν διισχυριζώμεθα; εἰ μὲν γὰρ διττὸν τὸ καθόλου, τὸ μὲν αἴτιον τοῦ αἰσθητοῦ τὸ δὲ ὑστερογενές, φίλα ἂν λέγοις καὶ τῷ πατρὶ καὶ πᾶσι τοῖς ἀπὸ Πυθαγόρου· καὶ δέχου καὶ τὸ μέγεθος εἶναι διττόν, τὸ μὲν ἐν λόγῳ διανοητικῷ, ᾧ καὶ τὸ φανταστὸν εἶδος αὐτοῦ συνυφίσταται, τὸ δὲ ἐξ ἀφαιρέσεως τοῦ αἰσθητοῦ, καὶ περὶ μὲν τὸ ἐξ ἀφαιρέσεως μὴ λέγε διατρίβειν τὴν γεωμετρίαν· οὐδὲν γὰρ ἔχει ἀκριβὲς μετὰ τοῦ μηδὲ ἑωρακέναι ἡμᾶς2 ποτε μήτε πολύγωνα τοσαῦτα καὶ τοιαῦτα, οἷα ἐπίπεδα ἡ γεωμετρία θεωρεῖ, μήτε πολύπλευρα οὕτω ποικίλα 〈οἷα〉 ἡ στερεομετρία ἐπισκέπτεται, ἢ γωνιῶν διαιρέσεις ἢ πλευρῶν ἢ ἐμβαδῶν καὶ ὅσων λόγοι μέν εἰσι πλήρεις θεωρημάτων, ὕλη δὲ ἀνεπίδεκτος· περὶ δὲ τὰ φανταστὰ διατρίβειν φαθί, καθόσον ταῦτα τοῖς οὐσιώδεσι λόγοις τῆς διανοίας παρυφίσταται, ἐξ ὧν καὶ τὴν ἀποδεικτικὴν αἰτίαν κομίζεται, μᾶλλον δὲ τὴν μὲν γεωμετρίαν αὐτοὺς τοὺς ἀμερεῖς λόγους τῆς ψυχῆς βούλεσθαι θεωρεῖν, ἀσθενοῦσαν δὲ χρῆσθαι ταῖς ἀφαντάστοις νοήσεσιν ἐκτείνειν τοὺς λόγους εἰς φανταστὰ καὶ διαστατὰ σχήματα καὶ μεγέθη, καὶ οὕτως ἐν ἐκείνοις αὐτοὺς θεωρεῖν· καθάπερ καὶ μὴ ἀρκούσης αὐτῇ τῆς φαντασίας καὶ ἐπὶ τὸ ἀβάκιον ἔρχεται κἀκεῖ καταγράφει τὸ θεώρημα καὶ οὐ δήπου τότε προηγούμενος αὐτῇ λόγος τὸ αἰσθητὸν καὶ ἔξω κείμενον ἑλεῖν, ἀλλὰ τὸ ἔνδον τὸ φανταστόν, οὗ μίμημα ἄψυχον τὸ ἔξω· οὕτως οὖν καὶ ὅταν περὶ τὸ φανταστὸν διατρίβῃ, οὐ κατὰ προηγούμενον λόγον περὶ αὐτὸ στρέφεται, ἀλλὰ δι’ ἀσθένειαν νοήσεως οὐ δυναμένη τὸ ἀφάνταστον εἶδος ἑλεῖν ἐν τῷ φανταστῷ τοῦτο θεωρεῖ. τεκμήριον δὲ μέγιστον τὸ τοῦ καθόλου μὲν εἶναι τὴν ἀπόδειξιν, πᾶν δὲ τὸ φανταστὸν μερικὸν ὑπάρχειν· οὐδὲ ἡ σπουδὴ ἄρα ἡ προηγουμένη περὶ τὸ φανταστὸν ἦν, ἀλλὰ περὶ τὸ καθόλου καὶ πάντῃ ἄυλον. εἰ δὲ μόνως τὸ καθόλου,3 πῶς καὶ ὑστερογενὲς καὶ αἴτιον τοῦ μερικωτέρου, δυσχερῶς ἄν τις ἀποδείξειεν, εἰ δεῖ δυσχερὲς λέγειν τὸ ἀδύνατον.

“一般而言……有生命之物的。” 那些哲人既不与自身相悖,亦不与事实相悖。因为他们并不认为推论理性中的量度形相,或者在想象中与该形相共同实存的量度,是不完全的或无生命的;因为既确立于灵魂之中,又怎会是无生命的呢?然而,当我们一方面宣称事物的诸原因存在,且通过这些原因的自身归属而有证明产生,却又不赋予这些原因以实体(除非无实体之物竟是实体的原因);另一方面屡次断言普遍者在自然上居先,因为它们连带消解〔其他事物〕,自身却不被连带消解,随后又坚称这同一批普遍者是因从可感事物中抽象而获得其实存时,我们又怎能信奉与自身协调的主张呢?因为如果普遍者是双重的,一者是可感事物的原因,另一者是后生的,那么你所说的不仅会投合你的父亲,亦会投合所有源自毕达哥拉斯的人。因此请你承认,量度也是双重的:一者存在于推论理则中,其想象形相亦随之共同实存;另一者则来自对可感事物的抽象。并且不要说几何学专心致力于那经由抽象而得的对象;因为经由抽象之物毫无精确性,加之我们从未见过几何学所观照的如此众多且如此性质的平面多边形,亦未见过立体几何学所考察的如此繁复的多面体,无论是角、边、面积的分割,还是理则虽充满定理而质料却无法承受的一切事物。相反,应当说几何学专心致力于想象的对象,只要这些对象与推论理性的实质性理则并存,几何学亦从这些理则中获得证明性原因;或者更确切地说,几何学本欲观照灵魂自身的不可分理则,但由于过于软弱而无法运用无想象的理智活动,便将诸理则延展为想象的、具广延的形状与量度,从而在这些对象中观照它们;正如当想象不足以满足它时,它还会走向沙盘并在那里绘制出定理,而当时它的首要意图绝非把握那可感的、置于外部的对象,而是把握内部的想象对象,外部对象不过是其无生命的摹本。因此同样地,当几何学专心致力于想象对象时,它也并非按照首要意图围绕它运转,而是由于理智认知的孱弱,因无法把握无想象的形相而在想象对象中观照它。而最大的明证在于:证明是关于普遍者的,而一切想象对象皆是作为个别的而存在;因此,首要的关切并不在于想象对象,而在于普遍且全然非质料之物。但如果普遍者仅以单一方式存在,它如何既是后生的又是更为个别之物的原因,人们便极难加以证明——如果确实应当将不可能之事称为“困难”的话。

语法注3 条
  1. 3.5δι’ ὧν αἰτίων καθ’ αὑτὰ ὑπαρχόντων ἀποδείξεις

    此处为先行词 αἴτια 被吸收入关系从句的吸引结构,相当于 διὰ τῶν αἰτίων ἅ, καθ' αὑτὰ ὑπάρχοντα, ...(或 ὧν καθ' αὑτὰ ὑπαρχόντων ἀποδείξεις εἰσίν)。此外,ἀποδείξεις 之后省略了系动词或实义动词(如 εἰσί 或 γίγνονται)。

  2. 3.5μετὰ τοῦ μηδὲ ἑωρακέναι ἡμᾶς

    介词 μετὰ 接带冠词的属格不定式 τοῦ μηδὲ ἑωρακέναι,构成表示伴随情况的副词短语(“加之我们从未见过……”)。宾格代词 ἡμᾶς 作该不定式的逻辑主语。

  3. 3.5εἰ δὲ μόνως τὸ καθόλου

    这是一个省略了谓语的高度紧缩的条件分句。与前文“普遍者是双重的(διττὸν τὸ καθόλου)”相对照,此处可补充理解为“若普遍者仅具有单一存在方式”(εἰ δὲ μόνως [ἐστὶ] τὸ καθόλου),或针对亚里士多德的抽象后生说理解为“若普遍者仅仅是后生的”(εἰ δὲ μόνως [ὑστερογενές ἐστι] τὸ καθόλου)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:91.10-92.10