← 叙利亚努斯

亚里士多德《形而上学》注释

§89.29-91.9

对应普遍公理的超越性理则之实在性

叙利亚努阐明了亚里士多德驳斥与普遍数学公理相对应的分离实体的论证(1077a9),并基于灵魂中诸理则的等级秩序以及《后分析篇》的原则,为对应于普遍公理的超越性理则之实在性进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Ἔτι γράφεται... αἰσθητῶν." Τὸ μὲν γράφεται δείκνυται δηλοῖ· τὸ δὲ ἐπιχείρημα πᾶν τοιοῦτον· εἰ δείκνυταί τινα παρὰ τοῖς μαθηματικοῖς καὶ τοῖς φυσικοῖς διὰ τῶν καθόλου λόγων καὶ διά τινων ἀξιωμάτων (οἷον διὰ τοῦ ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενά ἐστιν ἴσα’ καὶ διὰ τοῦ ‘ἐὰν τέτταρα ᾖ ἀνάλογον, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ὑπὸ τῶν μέσων’ καὶ ἄλλων πολλῶν τοιούτων), ἀνάγκη, φησίν, ὄντων μεγεθῶν καὶ ἀριθμῶν χωριστῶν καὶ τὰ ἀπὸ τῶν τοιούτων ἀξιωμάτων δηλούμενα εἶναι χωριστά,1 ὑπέρτερα μὲν ὄντα τῶν μεγεθῶν καὶ τῶν ἀριθμῶν τῶν μαθηματικῶν, † κοιλότερα δὲ τῶν ἰδεῶν, ὡς μεταξὺ τετάχθαι τοῦ τε αὐτομεγέθους καὶ τοῦ μαθηματικοῦ μεγέθους. τοῦτο δὲ αὐτὸς μὲν ὡς ἀδύνατον ἀποδοκιμάζει, ἵνα τὸ ἡγούμενον ἀνέλῃ, τὸ εἶναι χωριστὰ τὰ μαθηματικά. ἔστι δέ πως ἀληθές· τῶν γὰρ ἐν ψυχῇ λόγων οἱ μέν εἰσιν ἁπλούστεροι καὶ καθολικώτεροι καὶ τῶν ἄλλων περιληπτικώτεροι καὶ διὰ τοῦτο νῷ προσεχέστεροι καὶ τῶν μερικωτέρων σαφέστεροι καὶ γνωριμώτεροι, οἱ δὲ πᾶσι τούτοις ἀπολειπόμενοι καὶ ὑπὸ τῶν πρεσβυτέρων συνεχόμενοι καὶ συντιθέμενοι καὶ πληρούμενοι· τί οὖν ἄτοπον, μᾶλλον δὲ πῶς οὐκ ἀναγκαῖον, εἴπερ τότε ἀληθεύουσιν αἱ ἔννοιαι ὅταν ἐφαρμόζωσι τοῖς πράγμασιν, ἀληθοῦς ὄντος τοῦ ἀξιώματος τοῦ λέγοντος ‘ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ ὑπολειπόμενα ἔσται ἴσα’ εἶναί τινα λόγον ᾧ τοῦτο πρώτως ὑπάρχει, ὃς οὔτε μεγέθους ἐστὶ λόγος οὔτε χρόνου, περιεκτικὸς δὲ τούτων ἁπάντων καὶ τῶν ἄλλων, ὅσοις ὑπάρχειν τὸ ἀξίωμα πέφυκεν, εἶναι μέντοι οὐκ ἐν τόπῳ οὐδ’ ὅλως ἐν τοῖς αἰσθητοῖς; πῶς γὰρ τό γε καθόλου καὶ ἁπλούστατον καὶ διὰ τοῦτο ἀναπόδεικτον εἴη ἄν ἐν ὕλῃ τῇ τὴν ἄτομον τῶν εἰδῶν ἔμφασιν ἀγαπητῶς ἐπιδεχομένῃ; εἰ γὰρ δὴ μὴ2 τοῦτο καταδεξαίμεθα, πῶς ἂν ἔτι σωθείη τὸ πᾶσαν αἰτίαν ἀποδεικτικὴν πρώτως ὑπάρχειν τινί, ᾧ καὶ συνεξισοῦται καὶ καθόλου ἐστίν, ὡς εἴωθας αὐτὸς ἐν τοῖς Ἀποδεικτικοῖς τὸ καθόλου θεωρεῖν;3 διὰ ποίαν δὲ αἰτίαν ἔτι σαφέστερα ἔσται καὶ γνωριμώτερα τῶν μερικωτέρων καὶ ἀποδεικτῶν τὰ ἀξιώματα, εἴπερ ἀπὸ τῶν τελευταίων αὐτὰ δι’ ἐπαγωγῆς ἡμεῖς ὑφίσταμεν οὐκ ὄντα πρότερον; πῶς δὲ συμφωνοῦμεν κατ’ αὐτά, εἰ μὴ κατ’ οὐσίαν ἡμῶν ἐν ταῖς ἐννοίαις προείληπτο; ἃ γὰρ δὴ λαμβάνομεν ἐκ τῶν αἰσθητῶν, περὶ ταῦτα οὐκ ἀνάγκη ἡμᾶς ὁμογνωμονεῖν, οἷον ὡς εἰ ἐγὼ μὲν τὸ τοῦ Σωκράτους ἔχοιμι φάντασμα, ὁ δὲ 〈τὸ〉 τοῦ Ἀλεξάνδρου· πῶς δέ, τὸ σὸν δὴ τοῦτο καὶ πάντων ὡς εἰπεῖν ἀληθέστατον, ἡ κατ’ ἐνέργειαν ἐπιστήμη ἡ αὐτὴ τῷ ἐπιστητῷ, εἰ μὴ πάσῃ γνώσει σύστοιχον εἴη τὸ γνωστόν, καὶ διαφερόντως τῇ τῶν ἀξιωμάτων ἐννοίᾳ συνυπάρχοι καθολικώτατος λόγος, πρῶτος δεχόμενος τὴν τοῦ ἀξιώματος ἐπιβολὴν καὶ περίληψιν; ὡς γὰρ αὐτὸ τἀγαθὸν τὴν νόησιν καὶ ὑφίστησι καὶ ἑνοῖ πρὸς τὸ νοητόν, καὶ ὡς 〈ὁ〉 τἀγαθοῦ τόκος τε καὶ ἔκγονος ὅρασιν καὶ ὁρατὸν ὑφίστησί τε κατὰ ταὐτὰ καὶ συντάττει πρὸς ἄλληλα, οὕτω καὶ ὁ τὸ μέσον ἀμφοῖν ἀναπληρῶν πλάτος, ὁ πολυτίμητος νοῦς,4 ἐπιστήμην καὶ ἐπιστητὸν παράγει καὶ εἰς ταὐτὸν ἄγει καὶ πρὸς ἄλληλα συμπλέκει, οὐδαμοῦ θάτερα πρὸ τῶν ἑτέρων ὑφιστάς, ἵνα μὴ καὶ τὰ ὑποστάντα κολοβὰ ᾖ καὶ ἀτελῆ καὶ διάκενα. ἀλλ’ ἵνα μὴ περὶ ταῦτα διατρίβοντες ἔξωθεν ἄλλην θεωρίαν συνεπεισφέρωμεν, πῶς ἔτι, τὸ ὑπὸ σοῦ διαρρήδην συγχωρούμενον, νοῦς τὰς ἀρχὰς ἐνδίδωσι τῆς ἀποδείξεως τῇ ψυχῇ, εἰ μὴ κατ’ οὐσίαν αὐτὰς 〈ἐν ταῖς〉 ἐννοίαις ἡμῶν εἴημεν προειληφότες; οὐ γὰρ δὴ ὧν ἡ γένεσις κάτωθεν, τούτων ὁ νοῦς ἡμῖν χορηγὸς γίγνεται. ἢ οὖν κύκλῳ ἡ ἀπόδειξις ἀπὸ μὲν τῶν μερικωτέρων λαμβανόντων ἡμῶν καὶ ὑφιστάντων τὰ ἀξιώματα, ἀπὸ δὲ τῶν ἀξιωμάτων ἀποδεικνύντων τὰ μερικώτερα· ἢ ἐπεὶ ἐκ προτέρων αἱ ἀποδείξεις,5 ἀπὸ νοῦ μὲν αἱ ἁπλούστεραι τῶν ἀξιωμάτων ἔννοιαι, ἀπὸ τούτων δὲ συντιθεμένων ἡ ποικιλία τῶν εἰδῶν ἐν ἡμῖν ὑφίσταται· πάλιν μὲν καὶ αὕτη κατὰ νοῦν καὶ ἀπὸ νοῦ (τί γὰρ ὧν ἔχομεν κατ’ οὐσίαν οὐκ ἐκεῖθεν;), ἀλλὰ γὰρ καὶ διὰ τῶν ἁπλουστέρων εἰδῶν καὶ λόγων τῶν μερικωτέρων παραδεχομένων τὴν ὑπόστασιν. καὶ οὕτω λέγοντες μόνως ἡμῖν αὐτοῖς συμφωνήσομεν, ὅταν ἀπ’ αἰτίων τῶν πρώτων τὰς ἀποδείξεις ἐπιτελεῖσθαι λέγωμεν.

“此外,被写下……可感事物。” “被写下”这一词的意思是“被证明”。而整个论证是这样的:他说,如果数学家和自然哲学家通过普遍的理则并通过某些公理(例如通过“若从相等物中减去相等物,则余量相等”,以及通过“若四个项成比例,则外项之积等于内项之积”,以及许多其他类似公理)证明了某些事物,那么,既然量度与数目是分离的,由这些公理所表明的事物亦必然是分离的,它们虽高于数学的量度与数目,却†低于理念†,从而被排列在量度自身与数学量度之间。而他本人将此作为不可能之事予以驳斥,旨在取消其前件,即可分离开的数学对象之存在。但这在某种意义上是真实的;因为在灵魂中的诸理则中,有些更为单纯、更为普遍,更能包罗其他理则,因此更接近理智,比更为局部的理则更为清晰且更可知,而另一些理则在所有这些方面皆有所逊色,受更为根源者的统摄、合成与充实。那么,如果当概念与实际事物相契合时才言说真理,既然宣称“若从相等物中减去相等物,则余量将相等”的公理是真实的,存在着某一首先具有该属性的理则——它既非量度的理则,亦非时间的理则,却包含所有这些以及该公理自然所属于的其他一切事物,然而它既不在空间之中,亦绝不在可感事物之中——这有何荒谬之处,或者说岂非必然如此?因为那普遍且最单纯、并因此不可证明的东西,又怎能存在于那勉强接受形相之个别影像的质料之中呢?因为如果我们不承认这一点,每一个证明性的原因都首要地属于与之同延且普遍的某物(正如你自己习惯在《后分析篇》中观照普遍者那样),这一原则又怎能得以保全呢?如果公理原先并不存在,而是我们通过归纳从最底层的事物建立起它们,那么由于何种原因,公理还会比更为局部的且可证明的事物更为明晰且更可知呢?如果我们不曾在本性上于我们的概念中预先把握它们,我们又如何能依据它们达成一致呢?因为关于我们从可感事物中获得的东西,我们并无同心同意的必然性,犹如我拥有苏格拉底的表象,而他人拥有亚历山大的表象那样。再者,正如你的那句名言、亦可谓一切之中最真实之言所说,“现实的知识与可知对象同一”,如果可知对象不与每一认知相对称,且若不尤其有一种最普遍的理则与诸公理的概念共存、作为最先接受该公理的施加与包罗者,这句话又怎能成立呢?因为正如善自身确立理智认知并使之与可知对象合一,又如善的产物与后嗣同样地确立视觉与可见对象并将它们彼此协调,充实两者之间中间领域的尊贵理智亦产生知识与可知对象,将它们引向同一者并使它们彼此交织,绝不在确立一方之前确立另一方,以免所确立者残缺、不完全且空虚。但为了不因在此逗留而顺带引入另一种外在的沉思,如果我们在本性上未曾于概念中预先把握它们,那么由你明确承认的那一点——即理智将证明的本原赋予灵魂——又怎能成立呢?因为对我们而言,理智绝不会成为那些自下而生成者的施予者。因此,要么证明是循环的,即我们从更为局部的事物中获取并建立公理,再从公理中证明更为局部的事物;要么,既然证明出自先在者,公理的更单纯概念来自理智,而当它们被合成时,形相的多样性在我们之中确立起来。而这多样性同样依循理智且源于理智(因为我们在本性上所拥有的一切,有哪一样不是来自彼处呢?),但更局部的形相正是通过更单纯的形相和理则而获得其实存的。并且,唯有以这种方式言说,当我们说证明是从最初的原因中完成时,我们才能够与我们自己保持一致。

语法注5 条
  1. 3.4ἀνάγκη, φησίν, ὄντων μεγεθῶν καὶ ἀριθμῶν χωριστῶν καὶ τὰ ἀπὸ τῶν τοιούτων ἀξιωμάτων δηλούμενα εἶναι χωριστά

    ὄντων μεγεθῶν καὶ ἀριθμῶν χωριστῶν 为表示条件的独立属格,καὶ τὰ ... εἶναι χωριστά 则是受无人称动词 ἀνάγκη 支配的带不定式的宾格结构。καί 用作副词(“亦”),强调随条件而来的后承。插入的 φησίν 表明此句为转述亚里士多德的论证。

  2. 3.4πῶς δέ, τὸ σὸν δὴ τοῦτο καὶ πάντων ὡς εἰπεῖν ἀληθέστατον, ἡ κατ’ ἐνέργειαν ἐπιστήμη ἡ αὐτὴ τῷ ἐπιστητῷ, εἰ μὴ

    tò sòn dḕ toûto kaì pántōn hōs eipeîn alēthéstaton 是一个插入的同格短语,用来修饰后接的亚里士多德命题“现实的知识与可知对象同一”(省略了系动词 ἐστί 的名词句)。全句的基本构架为条件疑问句“πῶς [ἂν εἴη] ... εἰ μὴ ...”,主句的主动词被省略。

  3. 3.4ὡς εἴωθας αὐτὸς ἐν τοῖς Ἀποδεικτικοῖς τὸ καθόλου θεωρεῖν

    第二人称单数动词 εἴωθας 与代词 αὐτός 构成了呼告修辞(apostrophe),注疏者直接向亚里士多德本人而非读者发话。在随后的文句中,借由 τὸ σὸν δὴ τοῦτο 和 τὸ ὑπὸ σοῦ ... συγχωρούμενον,对亚里士多德的直接对话得以延续。

  4. 3.4ὡς γὰρ αὐτὸ τἀγαθὸν τὴν νόησιν καὶ ὑφίστησι καὶ ἑνοῖ πρὸς τὸ νοητόν, καὶ ὡς 〈ὁ〉 τἀγαθοῦ τόκος τε καὶ ἔκγονος ὅρασιν καὶ ὁρατὸν ὑφίστησί τε κατὰ ταὐτὰ καὶ συντάττει πρὸς ἄλληλα, οὕτω καὶ ὁ τὸ μέσον ἀμφοῖν ἀναπληρῶν πλάτος, ὁ πολυτίμητος νοῦς

    这是一个关联比较句,由两个 ὡς 引导的分句(善自身;善的后嗣即太阳)与由 οὕτω καί 引出的主句(充实中间领域的理智)相照应。在每一部分中,作用者(善/太阳/理智)不仅同时确立认知能力(理智思考/视觉/知识)及其对象(可知物/可见物/可知对象),并且将两者结合,结构高度平行。

  5. 3.4ἢ οὖν κύκλῳ ἡ ἀπόδειξις... ἢ ἐπεὶ ἐκ προτέρων αἱ ἀποδείξεις

    由“ἢ ... ἢ ...”引出的二选一结构,构成了两难推论:要么证明是循环的(前半段,省略了系词 ἐστί),要么既然证明出自先在者,公理的概念便来自理智(后半段)。前半段的独立属格 λαμβανόντων ἡμῶν ... ἀποδεικνύντων 详细阐述了归纳与证明之间的循环往复。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:89.29-91.9