← 叙利亚努斯

亚里士多德《形而上学》注释

§81.30-83.7

形式的三重等级与辨识形式的作用

叙利亚努概述了毕达哥拉斯学派与柏拉图学派的形式理论,将形式划分为可知、辨识和可感(内在)三个等阶,并阐明辨识形式如何构成造物与认知活动、几何学知识、回忆说以及自然法则的根基。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0#2

Πυθαγόρας ὁ θεῖος καὶ πάντες οἱ γνησίως τἀκείνου δόγματα τοῖς καθαρωτάτοις κόλποις τῆς ἑαυτῶν διανοίας ὑποδεξάμενοι πολλὰς μὲν ἔλεγον εἶναι1 τάξεις οὐσιῶν καὶ νοητῶν καὶ νοερῶν 〈καὶ〉 διανοητικῶν καὶ φυσικῶν ἢ ὅλως ζωτικῶν καὶ σωματοειδῶν· ἡ γὰρ τῶν πραγμάτων πρόοδος καὶ ἡ συμφυὴς ταῖς προόδοις ὕφεσις κατά τινα τάξιν ἐπιτελουμένη θείαν καὶ τὸ τῆς ἑτερότητος ἐν τοῖς γένεσι τοῦ ὄντος κράτος τὸ πλῆθος τὸ τεταγμένον καὶ συνεχὲς ἅμα καὶ διωρισμένον ὑφίστησι τῶν τε ἀσωμάτων καὶ τῶν τὴν αἴσθησιν πληττουσῶν οὐσιῶν. τὰς δ’ οὖν ὡς ἐν πλάτει τρεῖς ἔλεγον τάξεις τῶν ὄντων, νοητὴν διανοητὴν αἰσθητήν, εἶναι δὲ καθ’ ἑκάστην τὰ εἴδη πάντα μέν, οἰκείως δὲ ἁπανταχοῦ τῇ τῆς ὑπάρξεως ἰδιότητι. καὶ τὰ μὲν νοητὰ παρὰ θεοῖς εἶναι καὶ αἴτια τῶν ἐφεξῆς ποιητικά τε καὶ παραδειγματικὰ καὶ τελικά· εἰ γάρ ποτε τὰ τρία ταῦτα συντρέχει καὶ ἑνοῦται πρὸς ἄλληλα, καθά φησι καὶ Ἀριστοτέλης, οὐκ ἐν τοῖς ἐσχάτοις ἔργοις τῆς φύσεως τοῦτ’ ἂν ὀφθείη γιγνόμενον, ἀλλ’ ἐν τοῖς πρωτίστοις καὶ καλλίστοις καὶ ἀρίστοις αἰτίοις τῶν πάντων, ἃ διὰ μὲν τὸ γόνιμον καὶ δημιουργικὸν τῶν πάντων ἐστὶ γεννητικά, διὰ δὲ τὸ 〈τὰ〉 γεννηθέντα πρὸς ἑαυτὰ ἐπιστρέφειν καὶ ἑαυτοῖς ἐξομοιοῦν πάντων ἐστὶ παραδείγματα, δι’ ἑαυτὰ δὲ ποιοῦντα καὶ τὴν ἑαυτῶν ἀγαθότητα, καθά φησιν ὁ θεῖος Πλάτων, πῶς οὐχὶ τὴν τελικὴν αἰτίαν ἐπιδείκνυται; τὰ μὲν οὖν νοητὰ εἴδη τοιαῦτα ὄντα καὶ τοσούτων ἀγαθῶν ἐξηγούμενα τοῖς ὅλοις τὰς θείας συμπληροῖ διακοσμήσεις, θεωρεῖται δὲ τὰ πολλὰ περὶ τὴν δημιουργικὴν τάξιν τὴν νοεράν. τὰ δὲ διανοητὰ μιμεῖται μὲν τὰ πρὸ ἑαυτῶν καὶ ἐξομοιοῖ τὸν ψυχικὸν διάκοσμον τῷ νοητῷ, περιέχει δὲ πάντα δευτέρως καὶ δημιουργεῖ μὲν καὶ αὐτὰ παρὰ ταῖς θείαις ψυχαῖς καὶ δαιμονίαις θεωρούμενα, γνωστικὰ δὲ μόνον ἐστὶ παρ’ ἡμῖν τοῖς τὰς θεωρίας οὐκέτι δημιουργικὰς ἔχουσι διὰ τὴν πτερορρύησιν· ἐπεὶ ὅτι καὶ τὸ ἡμέτερον τελειωθὲν καὶ ἐπτερωμένον μετεωροπολεῖ τε καὶ πάντα τὸν κόσμον συνδιοικεῖ τοῖς θείοις, μαρτυρεῖ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης.2 ταῦτα δὴ τὰ διανοητὰ εἴδη ἐν μὲν Τιμαίῳ σαφῶς ὁ Πλάτων ἐντιθέναι φησὶ τὸν δημιουργὸν ταῖς ψυχαῖς, δι’ ἀναλογιῶν γεωμετρικῶν τε καὶ ἀριθμητικῶν καὶ ἁρμονικῶν αὐτὰς διακοσμοῦντα· ἐν δὲ τῇ κατατομῇ τῆς ἐν Πολιτείᾳ γραμμῆς εἰκόνας μὲν εἶναι τῶν νοητῶν (καὶ διὰ τοῦτό ποτε νοητὰ καλεῖν οὐκ ἀπηξίωσε), προεστάναι 〈δὲ〉 παραδειγματικῶς τῶν αἰσθητῶν· ἐν δὲ Φαίδωνι τῆς ἀναμνήσεως ἡμῖν αἴτια γίγνεσθαι· οὐ γὰρ ἄλλων τινῶν αἱ μαθήσεις ἀναμνήσεις ἢ τῶν μέσων εἰδῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν ἑστώτων καθόλου λόγων, οὐ τῶν ὑστερογενῶν ἀλλὰ τῶν κατ’ οὐσίαν προυπαρχόντων ταῖς ψυχαῖς, ὑφ’ ὧν καὶ οἱ τῆς φύσεως ἐμπνεόμενοι λόγοι καὶ ποδηγετούμενοι τὰ καθ’ ἕκαστα δημιουργεῖν δύνανται. ἐν μὲν γὰρ τῇ οὐρανίᾳ φέρε ψυχῇ τὸ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομεῖν ἀλλήλους προυπάρχει3 δραστηρίως καὶ δημιουργικῶς, ὥσπερ ἐν ἡμῖν γνωστικῶς μόνον, ἐν αὐτῷ δὲ τῷ οὐρανῷ ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς καὶ ὁ μεσημβρινὸς εἰ τύχοι καὶ οἱ ὁρίζοντες διχοτομοῦσιν ἀλλήλους, τῆς μὲν ψυχῆς ἑνιαίως τὰ πάντα καὶ περιλαβούσης ταῖς ἑαυτῆς διανοήσεσι καὶ δημιουργούσης, τοῦ δὲ οὐρανίου σώματος μεμερισμένως ὧν δεῖται μόνον ὑποδεξαμένου. διὸ καὶ 〈αἱ〉 ἀποδείξεις τοῖς ἀστρονόμοις ἐκ καθόλου καὶ μερικῶν προτάσεων γίγνονται, τῆς μὲν καθόλου τὴν αἰτίαν ἐχούσης διὰ τὸ ἐν ψυχῇ τῇ τὸ πᾶν ὑφιστανούσῃ προϋπάρχειν, τῆς δὲ μερικῆς ἐκ τῶν αἰσθητῶν εἰλημμένης· ἀπέθετο γὰρ δὴ καὶ ἐν τοῖς αἰσθητοῖς τὰ πάντα, ὡς ἐνῆν, ὁ μέγας Ἥφαιστος κατασκευάσας, ὥς φησιν ἡ θεία ποίησις, “πόρπας τε γναπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους ἐν σπῆϊ γλαφυρῷ.” καὶ ταῦτά ἐστι τὰ τριττὰ εἴδη, ἃ οἱ Πυθαγόρειοι τῶν αἰσθητῶν ἀχώριστα αἴτια ᾤοντο εἶναι, τελευταίας εἰκόνας ὄντα τῶν χωριστῶν εἰδῶν, καὶ διὰ τοῦτο τοῖς αὐτοῖς ὀνόμασιν οὐκ ἀπαξιοῦντες αὐτὰ προσαγορεύειν.

神圣的毕达哥拉斯以及所有将他的教义真诚领受于自身思想最纯洁怀抱中的人们,都曾主张存在着实体的诸多等阶:可知的、理智的、辨识的、自然学的,或总括而言具有生命特征的与具身体特征的实体。因为事物的流溢,以及依照某种神圣秩序所履行的、与诸流溢相伴生的降等,连同在存在者诸属中相异性的支配地位,确立了非物体实体与触动感觉之实体的既有序、连续同时又相区隔的繁复多样性。无论如何,他们概括而言主张存在者的等阶有三:可知的、辨识的、可感的;并且在每一等阶中皆存在一切形式,但在各处皆相应于其自存状态的特质。且[他们主张]可知形式存在于诸神之中,是后继诸事物的动力因、范型因与目的因。因为正如亚里士多德亦言,假若这三种原因曾经汇合并彼此合一,这绝不可能被见于发生在自然的终极造物之中,而必将见于万物最先、最美且至善的原因之中;这些原因因其生育与造物的力量而产生万物,又因使被产生之物朝向自身回转并使其同化于自身而成为万物的范型,且如神圣的柏拉图所言,因为了自身以及自身的善意而进行造作,岂非彰显了目的因?既然可知形式具有如此性质,并为宇宙整体引布如此丰盈的善,它们便充实了神圣的排布,且多半在造物与理智的等阶中被观照。另一方面,辨识的形式摹仿先于自身者,使灵魂的秩序同化于可知的秩序,并在第二等意义上包涵万物;当它们在神圣与神灵的灵魂中被观照时,它们自身亦进行造作,而在因堕羽致使观照不再具有造物之力的我们当中,则仅具认知功用;因为正如《斐德罗》中的苏格拉底亦作证的那样,我们的灵魂一旦完满并生出双翼,便亦凌空翱翔,与神圣者共同掌管整个宇宙。正是在《蒂迈欧》中,柏拉图明确指出造物主正是将这些辨识形式植入灵魂之中,以几何、算术与调和的比例排布它们;而在《理想国》的线喻切分中,[他指出]它们是可知对象的影像(正因如此他有时亦未尝不愿称其为可知者),并作为范型居于可感事物之首;且在《斐多》中,它们成为我们回忆的原因。因为学习无非是对中介形式的回忆,换言之是对持存的普遍理则的回忆,这些理则并非后得之物,而是在实体上先在于灵魂之中,自然界的诸理则正是在受到它们的启迪与指引之下才得以造作个别事物。例如,在天界的灵魂中,“球体中一切最大圆互相平分”这一法则以能动且造物的方式先在,正如同在我们当中仅以认知的方式存在;而在天体自身中,黄道、赤道,以及譬如子午线与地平圈互相平分;灵魂以自身辨识思考以一统的方式包容并造作万物,而天体则仅以分割的方式领受其所必需之物。因此,天文学家的论证由普遍前提与特称前提构成,普遍前提因其先在于使宇宙得以立足的灵魂之中而具有原因,特称前提则取自可感事物;因为正如神圣的诗篇所言:“在凹陷的洞穴中造出胸针、弯曲的手镯、花蕾饰与项链”,伟大的赫淮斯托斯造作之后,亦尽可能地将一切安放于可感事物之中。而这些便是毕达哥拉斯学派认为是可感事物不可分离之原因的三重形式,它们是分离形式的最后影像,正因如此他们毫不拒绝以完全相同的名称称呼它们。

语法注3 条
  1. 3.0καὶ ταῦτά ἐστι τὰ τριττὰ εἴδη, ἃ οἱ Πυθαγόρειοι τῶν αἰσθητῶν ἀχώριστα αἴτια ᾤοντο εἶναι

    从上下文看,τὰ τριττὰ εἴδη 指的是“第三类(内在即可感的)形式”或三重等阶中的最后一层形式,这由紧随其后的分词短语 τελευταίας εἰκόνας ὄντα(“作为分离形式的最后影像”)所证实。关系代词 ἃ 用作 ᾤοντο εἶναι 的主语对格。

  2. 3.0ἐπεὶ ὅτι καὶ τὸ ἡμέτερον τελειωθὲν καὶ ἐπτερωμένον μετεωροπολεῖ τε καὶ πάντα τὸν κόσμον συνδιοικεῖ τοῖς θείοις, μαρτυρεῖ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης

    表原因的连词 ἐπεί 统领整个句子,而主句动词 μαρτυρεῖ 则以后接并前置的 ὅτι 从句作为其宾语(内容从句)。此处的语序出现了宾语从句倒置于支配动词之前的情形。

  3. 3.0τὸ πάντας τοὺς ἐν σφαίρᾳ μεγίστους κύκλους διχοτομεῖν ἀλλήλους προυπάρχει

    带有定冠词 τὸ 的对格不定式短语(πάντας ... διχοτομεῖν ἀλλήλους)整体充当动词 προυπάρχει 的语法主语。几何命题的内容本身通过中性单数定冠词被名词化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:81.30-83.7