- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:80.4-81.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺在序言中赞扬了亚里士多德的哲学全貌,但宣告将公正地审查并辩护毕达哥拉斯派与柏拉图派的原则,以反驳亚里士多德在《形而上学》M、N卷中的批评,随后开始梳理关于数学对象的首项探究课题。
Οὐκ εἰμὶ τῶν φιλαπεχθημόνων, οὐ μὴν οὐδὲ τῶν ἐν ὀλίγοις ἢ τοῖς τυχοῦσι τὸν Ἀριστοτέλη διδάσκαλον ἐπιγραφομένων, ἀλλὰ τῶν τάς τε λογικὰς αὐτοῦ μεθόδους ὡς ἐπὶ πᾶν τεθαυμακότων καὶ τῶν τὰς ἠθικάς τε καὶ φυσικὰς πραγματείας ὑπερφυῶς ἀποδεχομένων. καὶ ἵνα μὴ νῦν πάντα διαριθμούμενος, ὅσα κάλλιστα καὶ ἄριστα τῷ ἀνδρὶ τῷδε πεφιλοσόφηται, μακρὸς εἶναι δόξω, τί οὐ πᾶς τῶν εὖ φρονούντων τὰ ἐν τῇ τελεωτάτῃ πραγματείᾳ ταύτῃ περί τε ἐνύλων εἰδῶν καὶ ὁρισμῶν εὐστόχως εἰρημένα περί τε τῶν θείων καὶ ἀκινήτων ἐξῃρημένων κόσμου τοῦ σύμπαντος αἰτίων σὺν ἀποδείξεσι ταῖς ἐγχωρούσαις παραδοθέντα, καίπερ ὄντα πάσης συνθέσεως καὶ διεξόδου πυκνοτέρας ὑπέρτερα, δικαίως ἂν ἀγασθείη καὶ τὸν ἡγεμόνα τῆς τοιαύτης θεωρίας εὐεργέτην τοῦ τῶν ἀνθρώπων βίου κατονομάσειε;1 τούτων μὲν οὖν αὐτῷ πολλὴ χάρις παρά τε ἡμῶν παρά τε πάντων τῶν συνησθημένων αὐτοῦ τῆς ἀγχινοίας ὀφείλεται. ἐπειδὴ δὲ συμβέβηκε δι’ ἅς τινάς ποτ’ αἰτίας καὶ ἐν ἄλλοις μὲν μέρεσι τῆς θεολογικῆς πραγματείας, διαφερόντως δὲ ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ Μ καὶ τῷ Ν, πολλήν τινα καταδρομὴν αὐτὸν ποιήσασθαι κατὰ τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀρχῶν οὐδὲν μὲν ἐχέγγυον οὐδὲ ἱκανὸν πρὸς αὐτὰς λέγοντα, τὰ πολλὰ δὲ οὐδὲ πρὸς αὐτάς, εἰ χρὴ τἀληθὲς ἀπροφασίστως εἰπεῖν, ἀπαντῶντα, ἰδίαις δὲ ὑποθέσεσι τὰς ἀντιλογίας προσάγοντα, εὔλογον ὤφθη φειδοῖ τῶν ἁπλουστέρων ἀκροατῶν, ὡς ἂν μὴ τῇ δόξῃ τῇ δικαίᾳ κατεχόμενοι τἀνδρὸς εἰς καταφρόνησιν ὑπενεχθῶσι τῶν θείων πραγμάτων καὶ τῆς ἐνθέου τῶν πρεσβυτέρων φιλοσοφίας, βασανίσαι τὰ ῥηθέντα κριτικῶς ἅμα καὶ ἀδεκάστως εἰς δύναμιν, καὶ ἐπιδεῖξαι τάς τε Πυθαγόρου καὶ Πλάτωνος περὶ τῶν ἀρχῶν θεωρίας ἀνελέγκτους καὶ ἀπτώτους διαμεμενηκυίας, 〈καὶ τὰς〉 Ἀριστοτέλους κατὰ τούτων ἐπιχειρήσεις τὰ πολλὰ μὲν παρὰ θύρας ἀπαντώσας2 καὶ οὐδὲν τοῖς θείοις ἀνδράσιν ἐκείνοις προσήκοντα σκέμματα διερευνωμένας, ὀλιγάκις δὲ λέγειν μέν τι πρὸς αὐτὰς καὶ ἀποτείνεσθαι προθυμουμένας, ἔλεγχον δὲ οὔτε ἐλάττονα οὔτε μείζονα προσφέρειν δεδυνημένας. καὶ τοῦτο ἀναγκαίως συμβέβηκεν· οὔτε γὰρ τὸ ἀληθὲς ἐλέγχεται ποτε κατὰ τὸν θεῖον ἐκεῖνον καὶ τοὺς περὶ τῶν ἀρχῶν λόγους ἐξομοιοῦντες τοῖς πράγμασιν οἱ πατέρες αὐτῶν μονίμους καὶ ἀμεταπτώτους καθ’ ὅσον προσήκει λόγοις εἶναι κατεστήσαντο. φροιμίων μὲν οὖν ἅλις. Ἐπειδὴ δὲ τὴν προαίρεσιν καὶ τὴν ἐπαγγελίαν τοῦ συγγράμματος εἴπομεν, καιρὸς αὐτῶν ἔχεσθαι τῶν ἀγώνων. πάντως 〈γὰρ〉 εἴτε ἀγωνιστάς τις ἡμᾶς ἀποκαλεῖν θελήσειεν ὡς ἀπολογουμένους πρὸς τὰ κατὰ τῆς καλλίστης καὶ ἀρίστης τῶν φιλοσοφιῶν ἐγκλήματα, εἴτε διαιτητὰς τῶν τε ἁπλουστέρων καὶ νοερωτέρων ἐπιβολῶν τῆς ἐποπτικῆς τῶν ἀπὸ Πυθαγόρου θεωρίας καὶ τῶν λογικωτέρως πρὸς αὐτὰς ἠπορημένων ὑπὸ τοῦ δεινοτάτου τῶν πώποτε ἱστορηθέντων Ἀριστοτέλους, οὐ φευξόμεθα τὴν θέσιν τοῦ ὀνόματος· μόνον εἴη δικαίως καὶ ἐμφρόνως καὶ φιλαλήθως ἐν αὐτοῖς διαγίγνεσθαι. Ἀρκτέον δὲ ἐντεῦθεν. προειπὼν ὁ Ἀριστοτέλης, ὡς χρὴ περὶ τῶν ἀρχῶν τῶν ἀκινήτων τὰ ἑτέροις δεδογμένα βασανίσαι καὶ διερευνήσασθαι, δύο μέν φησιν εἶναι δόξας περὶ ἀρχῶν, τήν τε τὰ μαθήματα πρεσβεύουσαν καὶ χωριστὴν οὐσίαν αὐτοῖς ἀπονέμουσαν, τήν τε τὰς ἰδέας ἐκτιμῶσαν καὶ πάντα κατ’ ἐκείνας καὶ πρὸς ἐκείνας τὴν ὑπόστασιν ἔχειν ὑπολαμβάνουσαν· αὐτῷ δὲ τρία προκεῖσθαι σκέμματα, πρῶτον μὲν εἰ ἔστι τὰ μαθηματικὰ καὶ πῶς ἐστι· δεύτερον δὲ εἰ εἰσὶν αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός· τρίτον εἰ ἀρχαὶ τῶν ὄντων ἀριθμοί εἰσι καὶ ἰδέαι. ἐπὶ τούτοις ἀναλαβὼν λέγει περὶ τοῦ πρώτου, διελέγχων μέν, ὡς οἴεται, τοὺς τοῖς μαθήμασιν 〈οὐσίαν〉 ἀπονέμοντας, κυρῶν δὲ τὴν περὶ τούτων ἑαυτοῦ δόξαν, ἣ ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν διαστημάτων καὶ σχημάτων παρέχει τὴν οἵαν ποτὲ τοῖς μαθήμασιν ὑπόστασιν. πρὶν δὲ αὐτῶν ἅψασθαι τῶν κατὰ τῆς ἀληθεστέρας αὐτοῦ δόξης ἐπιχειρήσεων3 βέλτιον ἴσως τὴν ἀληθῆ παραδοῦναι περὶ τούτων τῆς ἀρχαίας φιλοσοφίας διάνοιαν, ἵνα καὶ σχῶμεν συνιδεῖν, εἴτε πρὸς αὐτὴν τὴν θεωρίαν τῶν θείων ἀνδρῶν ὁ φιλεγκλήμων διαμάχεται λόγος εἴτε πρὸς οἰκείας ὑποθέσεις ἱστάμενος τὰ λεχθέντα μοχθηρῶς ἀνατρέπειν ἐπιχειρεῖ.
我绝非好与人结怨者,也决非在少数或寻常事务上以亚里士多德为师之人;相反,我一向总体上赞叹其逻辑方法,并极度赞许其伦理学与自然学论著。为了不因在此逐一列举此人所哲学思考的一切极美善之物而显得冗长,对于他在这一最为完善的论著中关于质料中形式与定义的精当论述,以及伴随可行论证而传授的、关于超越整个宇宙的神圣且不动的诸原因的学说——尽管这些学说超越一切综合构想与极繁密的论证探讨——,凡具明见之心者,岂有不正当加以钦佩,并将此类观照的引导者誉为人类生活之恩人者乎?因此,对于这些成就,我们以及所有体察到其敏锐洞察力之人,理应向他致以深厚的谢意。然而,由于无论出于何种缘由,在神学论著的其他部分,尤其是在最后两卷即M卷和N卷中,亚里士多德对毕达哥拉斯派与柏拉图派的诸原则发起了猛烈攻击,在此过程中,若直言不讳地说出真相,他不仅未能对其说出任何可靠或充分的论据,而且多半根本未切中那些原则本身,反而只是依据其自身特有的假说发起反驳;鉴于此,出于体恤较为单纯的听众——以免他们因受制于此人当得的名望,而堕入对神圣事务及先贤受神启之哲学的轻蔑之中——,似乎理应尽力批判且公正地审查其言论,以表明毕达哥拉斯与柏拉图关于原则的理论始终未被驳倒且不可动摇;而亚里士多德针对它们的攻难多半完全脱靶,探讨着与那些神圣之人毫无关系的议题;纵然偶有一两次试图切中实质并直接针对它们提出见解,也根本未能提供无论大小的任何有效反驳。而这乃是必然发生的结果:因为依那位神圣之人所言,真理永不被驳倒;且那些论说的奠基之父使关于原则的言论相似于事实本身,因而使其在言论所宜达到的范围内成为了恒固且不可动摇的。序言至此已足矣。 既然我们已经陈述了这部论著的意图与承诺,便是着手进入论争本身的适当时机。因为无论有人愿意称我们为论争者——鉴于我们是在为针对最美善哲学的指控作辩护——,还是称我们为仲裁者——在毕达哥拉斯门下直观观照的较为单纯且更属理智的领会,与有史以来最卓越的人物亚里士多德以更为逻辑的方式向其发难的疑难之间作出裁决——,我们都绝不回避这一称呼的赋予;唯愿我们能在此公义、明智且热爱真理地处理这些事务。必须由此开始:亚里士多德在预先说明必须审查并探究他人关于不动原则所持的见解之后,指出关于原则有两种意见:其一推崇数学对象并将分离实体赋予它们;其二尊奉理念,并认为万物皆依照它们且朝向它们而具有其自存基底;而摆在他面前的有三个探究论题:第一,数学对象是否存在,以及如何存在;第二,理念与理念数是否存在;第三,数与理念是否为存在者的原则。在此之后,他重新拾取议题,讨论第一项探究,自以为驳倒了那些将[实体]赋予数学对象的人,并确立了他自己关于这些对象的意见——即通过对可感广延与几何图形的抽象,赋予数学对象无论何种自存基底。然而,在触及他自身针对更真实意见所作的攻难之前,或许最好先传达古代哲学关于这些问题的真实思想,以便我们亦能辨察:这一好挑剔的论述究竟是与那些神圣之人的观照本身相争辩,还是立足于其自身的假说,拙劣地企图倾覆所说的内容。
- 3.0τί οὐ πᾶς τῶν εὖ φρονούντων ... δικαίως ἂν ἀγασθείη καὶ ... κατονομάσειε;
由 τί οὐ 配合选言式加 ἄν(ἀγασθείη ἄν 与 [ἄν] κατονομάσειε)构成的修辞疑问句,表达强烈的肯定意涵(“凡明理者岂有不正当钦佩……并称……者乎?”)。主语为 πᾶς τῶν εὖ φρονούντων,两个动词分别支配中性复数宾格短语 τὰ ... εἰρημένα ... παραδοθέντα 与阳性单数宾格短语 τὸν ἡγεμόνα 作为其直接宾语。
- 3.0παρὰ θύρας ἀπαντώσας
παρὰ θύρας 字面义为“在门旁/在门外”,此处用作希腊语惯用表达,意为“脱靶”、“未触及实质核心”,用以修饰分词 ἀπαντώσας。它指亚里士多德的反驳论证(ἐπιχειρήσεις)未能切中毕达哥拉斯派与柏拉图派真正的学说本身。
- 3.0τῶν κατὰ τῆς ἀληθεστέρας αὐτοῦ δόξης ἐπιχειρήσεων
属格代词 αὐτοῦ 的修饰关系存在解释空间:一种是修饰 ἐπιχειρήσεων,解作“他[亚里士多德]针对更真实意见所作的攻难”;另一种是修饰 δόξης,解作“针对他[亚里士多德]较为真实的意见”。鉴于全篇为古人真理辩护的语境以及介词短语的语序,此处将 αὐτοῦ 视为主格性属格,修饰 ἐπιχειρήσεων(“他的攻难”),而该攻难是指向 τῆς ἀληθεστέρας δόξης(柏拉图派的更真实意见)的。
