- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:83.7-84.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出毕达哥拉斯学派与柏拉图在形式论上并无根本分歧而仅为术语差异,进而阐述了亚里士多德在《形而上学》Μ-Ν卷中提出的三个论题及其关于数学对象存立状态的划分法,并展开审视。
ὑπὸ δὴ τούτων ἡ πεσοῦσα εἰς γένεσιν ψυχὴ διεγειρομένη καὶ ἀνακινουμένη εἰς ἀνάμνησιν μὲν ἔρχεται τῶν [ἐκ τῶν] μέσων εἰδῶν, ἀνάγει δὲ τοὺς οἰκείους λόγους ἐπὶ τὰ νοητὰ καὶ πρῶτα παραδείγματα· καὶ οὕτως ὄψις καὶ ἀκοὴ συντελοῦσιν εἰς φιλοσοφίαν καὶ τὴν περιαγωγὴν τῆς ψυχῆς. Τούτων οὕτω προειλημμένων οὐ διαφωνοῦσι Πλάτων καὶ Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτῶν πρὸς ἀλλήλους περὶ τὴν τῶν εἰδῶν ὑπόθεσιν, ὥς φησιν Ἀριστοτέλης, ἀλλ’ οἱ μὲν Πυθαγόρειοι περὶ τῶν αἰσθητῶν πρῶτον διαλεγόμενοι τοῖς αὐτοῖς ὀνόμασιν ἐχρῶντο κατ’ ἀναλογίαν αὐτὰ μεταφέροντες ἐπί τε τὰ μέσα καὶ τὰ πρώτιστα τῶν πραγμάτων, ὅθεν καὶ ἔδοξαν, οὐκ Ἀριστοτέλει φαίην 〈ἄν〉, ἀλλὰ τοῖς ἐπιπολαιότερον τἀκείνων ἱστορήσασι, περὶ μόνων τῶν ἀχωρίστων εἰδῶν διαλέγεσθαι.1 τινὲς δὲ περὶ τοὺς μέσους λόγους τῆς ψυχῆς διατρίψαντες ἀπ’ αὐτῶν ὡς εἰκόνων μὲν περὶ τῶν νοητῶν ἐνεδείκνυντο, ὡς δὲ παραδειγμάτων περὶ τῶν ἐν αἰσθήσει φερομένων εἰδῶν· οἳ καὶ δοκοῦσι τοῖς πολλοῖς μόνην πρεσβεύειν τὴν μαθηματικὴν οὐσίαν, ἐπειδὴ μαθηματικοῖς ὀνόμασι τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν εἰδῶν παρεδίδοσαν· ἄλλοις δὲ διαστροφωτέροις ἔδοξάν τινες τούτων καὶ συγχεῖν εἰς ταὐτὸ καὶ συμφύρειν τὰ νοητὰ καὶ διανοητὰ τῶν εἰδῶν, οὐδὲν μὲν τῶν διδασκάλων τῆς τοιαύτης θεωρίας τοιοῦτο πεπονθότων, ὑπολήψεως δὲ ψευδοῦς τισιν ἐγγενομένης διὰ τὴν τῶν ὀνομάτων κοινότητα. Πλάτων δὲ κἀν τούτοις τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδεικνύμενος καὶ τοῖς ὀνόμασι διέκρινε τήν τε νοητὴν καὶ τὴν διανοητὴν οὐσίαν, ἵνα μηδὲ οἱ καθεύδοντες αὐτοῦ παρακοῦσαι δυνηθῶσι. διὸ καὶ ὁ Ἀριστοτέλης ὡς δύο χωριστὰς αὐτὸν οὐσίας ὑποτιθέμενον εὐθύνει· πότερον δὲ δικαίως ἢ οὔ, σαφὲς μὲν ἤδη πᾶσι τοῖς ἔμφροσι, δείξει δὲ οἶμαι σαφέστερον ὁ λόγος τὰ μέτρια βασανισθείς. Τοσοῦτον οὖν προειπόντες, ὅτι οὐδὲ περὶ τὰς ὑποθέσεις τῶν εἰδῶν διαφωνοῦσιν οἱ ἄνδρες, εἰ καὶ ἄλλοι ἄλλως περὶ αὐτῶν ἐνεδείξαντο, καὶ ὅτι ὁ πρὸς ὁντιναοῦν αὐτῶν ἕνα διαμαχόμενος πρὸς ἅπαντας τοὺς τῶν εἰδῶν ἀντιλέγει φίλους, κατακολουθήσωμεν λοιπὸν τῇ τε διαιρέσει καὶ τῇ τάξει τῆς Ἀριστοτέλους ἀντιλογίας. καὶ προκείσθω μὲν αὐτῷ τὰ τρία προβλήματα, εἰ ἔστι τὰ μαθήματα καὶ πῶς ἐστιν, εἰ εἰσὶν αἱ ἰδέαι καὶ ὁ τῶν ἰδεῶν ἀριθμός, εἰ ἀρχαὶ ταῦτα τῶν ὄντων. διαλεγέσθω δὲ ἐν μὲν τῷ Μ περὶ τῶν προτέρων δύο, ἐν δὲ τῷ Ν περὶ τοῦ τρίτου. τῶν δὲ δύο τὸ περὶ τῆς ὑπάρξεως ἢ ἀνυπαρξίας τῶν μαθημάτων ἡγείσθω. σκεψώμεθα δὲ εἰ πρὸς τὸ χωριστὸν τῆς τῶν μαθημάτων οὐσίας ἱκανῶς ἵσταται, μέρους μὲν οὔσης τῶν καθόλου λόγων καὶ τῶν μέσων εἰδῶν τῆς ψυχῆς, εἰς ἔνδειξιν δὲ τῆς νοητῆς πάσης φύσεως εἰωθυίας ὑπὸ τῶν θείων ἀνδρῶν παραλαμβάνεσθαι. χρῆται τοίνυν Ἀριστοτέλης ἐλέγχων αὐτῶν τὴν ὑπόστασιν διαιρετικῷ μὲν τοιῷδε· εἰ γὰρ ἔστι, φησί, τὰ μαθήματα, ἢ ἐν τοῖς αἰσθητοῖς ἀνάγκη αὐτὰ εἶναι, καθάπερ λέγουσί τινες, ἢ κεχωρισμένα τῶν αἰσθητῶν (λέγουσι δὲ καὶ οὕτω τινές)· εἰ δὲ μηδετέρως, ἢ οὐκ εἰσὶν ἢ ἄλλῳ τρόπῳ εἰσί· τῷ τε διαιρετικῷ χρησάμενος ὀρθῶς, πλὴν ὅσον ὑπέθετό τινας καὶ ἐν τοῖς αἰσθητοῖς ἀπολείπειν αὐτά, τό τε ἑπόμενον τῇ ὑποθέσει ἄριστα καὶ συνεωρακὼς καὶ εἰπών·2 εἰ γὰρ μήτε ἀχώριστα μήτε χωριστὰ τῶν αἰσθητῶν ἐστιν, ἀνάγκη ἢ μηδαμῇ μηδαμῶς εἶναι, ἢ ἄλλῳ τρόπῳ τὴν οἵαν ποτὲ ὑπόστασιν αὐτὰ λαμβάνειν, τουτέστιν ἐξ ἀφαιρέσεως ἐν ἡμῖν γεννᾶσθαι, καθάπερ αὐτῷ καὶ δοκεῖ. μάχεται δὲ τῷ τε ἀχώριστα αὐτὰ εἶναι τῶν αἰσθητῶν καὶ τῷ χωριστὴν ἔχειν οὐσίαν, ἵνα ἢ μηδαμῇ μηδαμῶς ᾖ ὡς ὁ πολυθρύλλητος σκινδαψὸς ἢ τὸ αὐτοῦ δὴ τοῦτο κρατῇ τὸ ἐξ ἀφαιρέσεως αὐτὰ τῶν αἰσθητῶν λαμβάνεσθαι. συμπλέκεται δὲ πρώτοις τοῖς μὴ χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν, ταῦτα πρὸς αὐτοὺς γράφων·
正因受到这些的激发与撼动,坠入生成之中的灵魂才得以走向对中介形式的回忆,并将自身的诸理则提升至可知的最初范型;视力与听力也正是以此方式助益于哲学与灵魂的转向。既然这些前提已如此确立,柏拉图、毕达哥拉斯以及他们的传人之间并未如亚里士多德所言在形式的设定上彼此产生分歧;相反,毕达哥拉斯学派首先讨论可感事物,使用相同的名称,按类比将它们转用于事物的诸中介者与最初者,由此他们——我倒想说不是对亚里士多德,而是对更浮浅地考察他们学说的人而言——显得仅仅是在讨论不可分离的形式。而另一些人潜心于灵魂的中介理则,以此为影像来指明可知者,又以此为范型来指明在感觉中运行的形式;在众人看来,他们似乎唯独尊奉数学实体,因为他们以数学名称传授了形式的最初者、中介者与终极者。在另一些更为曲解的人看来,他们中的某些人甚至将形式的可知者与辨识者混为一谈并杂糅在一起,尽管此类观照的诸师尊并无任何此类失误,而是一些人由于名称的共通性而产生了错误的成见。柏拉图在这些事上也彰显了自己的博爱情怀,亦在名称上区分了可知实体与辨识实体,以便使即便沉睡之人也无法误听其意。正因如此,亚里士多德非难他设定了两个分离的实体;然而这究竟是否公允,对一切有识之士而言已然明了,且我认为这一论证若经受适度的检验,便将更清晰地显明这一点。既然我们已作了如是前言,说明这几位哲人甚至在形式的设定上都绝无分歧,纵然不同的人以不同的方式对它们予以指明,且说明凡反对他们中任何一人者便是同一切形式之友唱反调,那么接下来就让我们依循亚里士多德反驳的区分与秩序。且让他提出这三个论题:数学对象是否存在以及如何存在;理念以及理念的数目是否存在;这些是否是存在者的本原。且让他在Μ卷中讨论前两者,在Ν卷中讨论第三者。而在前两项中,让关于数学对象存在与否的问题居先。且让我们考察他是否充分抵御了数学对象实体的分离性,而该实体乃是灵魂普遍理则与中介形式的一部分,常被神圣之士用来指明整个可知本性。于是亚里士多德在反驳它们的自存地位时使用了如下的划分法:因为他说,假若数学对象存在,它们要么必然如某些人所言在可感事物之中,要么从可感事物中分离出来(因为某些人亦是如此主张);若二者皆非,它们要么不存在,要么以另一种方式存在。他正确地运用了这一划分法——除却他假定某些人亦将它们留存在可感事物中这一点之外——并且极好地洞察并道出了这一设定的后承:因为假若它们既非不可分离亦非从可感事物分离,它们便要么必然绝无任何存在,要么以另一种方式获得其不论为何的自存地位,也就是如他自己所认为的那样,经由抽象而在我们之中生成。他既反对它们不可脱离可感事物,亦反对它们具有分离的实体,旨在使它们要么像声名遐迩的斯金达普索斯那样绝无存在,要么使他自己的这一主张居于主导,即它们乃是经由自可感事物抽象而被获取的。他首先与那些不将它们从可感事物中分离出来的人交锋,针对他们写下了如下文字:
- 3.0ὅθεν καὶ ἔδοξαν, οὐκ Ἀριστοτέλει φαίην 〈ἄν〉, ἀλλὰ τοῖς ἐπιπολαιότερον τἀκείνων ἱστορήσασι, περὶ μόνων τῶν ἀχωρίστων εἰδῶν διαλέγεσθαι
插入句 οὐκ Ἀριστοτέλει φαίην 〈ἄν〉 运用潜能希求法(ἄν 搭配希求法)表达注释者审慎的评判。与格 Ἀριστοτέλει 及 τοῖς ... ἱστορήσασι 作为“评判者或观察者与格”依附于主句动词 ἔδοξαν,主语则是前述的毕达哥拉斯学派(οἱ Πυθαγόρειοι)。
- 3.0τῷ τε διαιρετικῷ χρησάμενος ὀρθῶς ... τό τε ἑπόμενον τῇ ὑποθέσει ἄριστα καὶ συνεωρακὼς καὶ εἰπών
分词 χρησάμενος、συνεωρακώς 与 εἰπών 承接前一主句动词 χρῆται τοίνυν Ἀριστοτέλης 的主语亚里士多德,构成描述其论述步骤的伴随叙述分词短语。在接下来的解释性 εἰ γάρ 从句阐明其逻辑后承后,主干动词 μάχεται 承接后文的论述。
