← 叙利亚努斯

亚里士多德《形而上学》注释

§78.6-79.23

否定意见的相对性与存在者的谓述原则

叙利亚诺结束了关于意见与其对象互为相对者的反驳,回顾了矛盾律与排中律的确立,并总结了《形而上学》第四卷(Gamma卷)的总体结论,即不可对一切存在者赋予单一同名同义的谓项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#14

ἀλλὰ μὴν ἑκάτερον ἐναργές· ‘τά τε γὰρ δοκηθέντα οὐκ ἐτελέσθη καὶ τῶν ἀδοκήτων πόρος εὑρέθη’· οὐκ ἄρα συναποτίκτεται τῇ δόξῃ τὸ δοξαστόν· εἰ 〈δὲ〉 τοῦτο, οὐ πάντα πρός τι. ἔτι εἰ πάντα πρός τι, οὐκ ἔσται ὁ ἄνθρωπος καὶ δοξάζον καὶ δοξαζόμενον· τὸ γὰρ πρός τι ἑτέρου ἐστίν. εἰ οὖν 〈τὸ〉 αὐτό ἐστι δοξαζομένῳ εἶναι1 καὶ ἀνθρώπῳ εἶναι (τοῦτο γὰρ ἔχει ἡ ὑπόθεσις καὶ δοξάζοντι καὶ ἀνθρώπῳ εἶναι), οὐ πρὸς ἕτερον ῥηθήσεται· ὃ καὶ τῆς ὑποθέσεώς ἐστιν ἀνατρεπτικώτατον καὶ τῇ ἀληθείᾳ μαχόμενον. ἔτι τῶν πρός τι ὃ ἂν λάβῃς, πρὸς ἓν εὑρήσεις λεγόμενον ἢ πάντως γε πρὸς ὡρισμένα· τὸ δὲ δοξάζον πρὸς τὸ δοξαζόμενον εἰ λέγοιτο, πρὸς ἄπειρα ῥηθήσεται· δοξάζεται γὰρ ἵππος κύων ἔλαφος καὶ πᾶν φυτόν. εἰ μὲν οὖν ἄλλο ἦν ἑκάστῳ τὸ εἶναι, πάθημα δὲ κοινὸν αὐτῶν τὸ δοξάζεσθαι, πρὸς ἓν ἐλέγετο τὸ δοξάζον· πρὸς γὰρ τὸ κοινὸν πάθημα τῶν ζῴων καὶ τῶν φυτῶν. εἰ δὲ ταὐτὸν ἑκάστῳ αὐτῶν τό τε εἶναι καὶ τὸ δοξάζεσθαι, εἴγε συναποτίκτεται τῇ δόξῃ τὸ εἶδος αὐτῶν, εἴη ἂν πρὸς ἀόριστα λεγόμενον τὸ δοξάζον· οὐκ ἄρ ἅπαντα πρός τι, οὔτε πᾶν τὸ φαινόμενον ἀληθές. Τοσαῦτα πρὸς τὰς θέσεις εἰπὼν ταύτας ὁ φιλόσοφος οὐ τὰ περὶ τῆς ἀντιφάσεως μόνα βεβαιοῖ, ἀλλὰ καὶ περὶ ἄλλων ἀξιωμάτων διαλέγεται, οἷον ὅτι τἀναντία τῷ αὐτῷ παρεῖναι κατὰ ταὐτὸν καὶ ὡσαύτως ἀδύνατον, καὶ ὅτι μεταξὺ ἀντιφάσεως οὐδέν· εἰ γὰρ ἔστι τὶ, ἀληθεύσει πάντως ἢ ψεύσεται· παντὶ γὰρ ἀποφαντικῷ λόγῳ τοῦτο ὑπάρχει· ἀλλ’ οὐδὲν ἄλλο πέφυκεν ἀληθεύειν ἢ ψεύδεσθαι πλὴν φάσεως καὶ ἀποφάσεως· οὐκ ἄρα ἔστι τι. πῶς δὲ αὗται μόναι ἀληθεύουσι; πᾶς ὁ ἀληθεύων ἢ τὸ ὂν εἶναί φησιν ἢ τὸ μὴ ὂν μὴ εἶναι· τοῦτο δὲ φάσις καὶ ἀπόφασις. πῶς δὲ καὶ ψεύδονται; πᾶς ὁ ψευδόμενος ἢ τὸ μὴ ὂν εἶναί φησιν ἢ τὸ ὂν μὴ εἶναι. ἔστι δὲ τὸ μὲν πρότερον κατάφασις ψευδής, τὸ δὲ δεύτερον ἀπόφασις ψευδής· οὐδὲν ἄρα μεταξὺ καταφάσεως καὶ ἀποφάσεως, οὔθ ὡς τὸ φαιὸν λευκοῦ καὶ μέλανος εἶναι λέγεται μεταξύ, οὔθ ὡς ἵππου καὶ ἀνθρώπου τὸ μηδέτερον ὄν. ὁμοίως δέ φησι χρῆναι καὶ πρὸς τὰς ἄλλας ἵστασθαι θέσεις· μοναχῶς γὰρ κατὰ πάντων οὐδὲν πέφυκε τῶν ὄντων λέγεσθαι· οὔτε ἄρα πάντα ἀληθῆ οὔτε πάντα ψευδῆ, εἴθ Ἡράκλειτος καὶ Ἀναξαγόρας προΐσταντο τῶν λόγων εἴτ ἄλλοι τινές· πρὸς γὰρ τῇ ἄλλῃ τερατολογίᾳ καὶ ἑαυτοὺς ἀνατρέπουσιν οἱ τοιοῦτοι τῶν λόγων. εἰ γὰρ πάντα ἀληθῆ, καὶ ἃ φάσκονταί σε ψεύδεσθαι πάντως ἀληθῆ.2 καὶ εἰ πάντα ψευδῆ, καὶ τὸ σὸν δὴ τοῦτο δόγμα ψεύδεται. εἰ δὲ πάντες μὲν ἀληθεύσουσι παρὰ τὸν ἀντιλέγοντα τῷ θαυμαστῷ τούτῳ λόγῳ, πάντες δὲ ψεύσονται πλὴν αὐτοῦ, πολλοὶ καὶ ὡς ἔσονται κατὰ μὲν τὸν εἰπόντα πάντα ἀληθῆ οἱ ψευδόμενοι· οὐ γὰρ μόνος ὁ ἀντιλέγων αὐτῷ, ἀλλὰ καὶ ὁ τοῦτον ἀποδεχόμενος καὶ ὁ τὸν ἀποδεχόμενον ἐπαινῶν, καὶ τοῦτο εἰς ἄπειρον· ὥστε πολλοὶ ψεύσονται. κατὰ δὲ τὸν εἰπόντα πάντα ψευδῆ πάλιν οἱ ἀληθεύσοντες πολλοί· αὐτός τε γὰρ οὗτος καὶ οἱ τούτου θιασῶται καὶ οἱ τῶν ἐπαινετῶν ἐπαινέται, καὶ χορὸς οὐκ ὀλίγος ἕψεται τῶν ἀληθευσόντων. ἀλλ’ οὐδ’ εἴ τις πάντα κινεῖσθαι ἢ πάντα ἠρεμεῖν φήσει, ἐφησόμεθα, οὐδ’ εἴ τις τὰ πάντα νῦν μὲν ἠρεμεῖν νῦν δὲ κινεῖσθαι λέγοι. καὶ γὰρ ἐροῦμεν πρὸς αὐτόν, ὅτι ἕνα λόγον κατὰ πάντων εἰπεῖν τῶν ὄντων ἀληθῶς οὐχ οἷόν τε. τούτων οὖν τὰ μὲν ἀκίνητα φήσομεν εἶναι, ὡς τὰ νοητὰ αἴτια καὶ τοὺς πόλους καὶ εἴ τι τοιοῦτον, τὰ δὲ ἀεικίνητα, ὡς τὰ κατ’ οὐρανόν, τὰ δὲ ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, ὡς τὰ ἐν γενέσει. Τοσαῦτα κατὰ ταύτην διαλεχθεὶς τὴν βίβλον ὁ Ἀριστοτέλης καταπαύει τὴν περὶ τούτων διδασκαλίαν, διδάξας μὲν περὶ ἃ στρέφεται ὁ πρῶτος φιλόσοφος, παραστὰς δὲ καὶ τοῖς περὶ τῆς ἀντιφάσεως ἀξιώμασιν, ἔτι δὲ ἄλλας ἀρχὰς διαλεκτικάς τε ἅμα καὶ φυσικὰς ὡς οἷόν τε ἦν συγκροτήσας, καὶ ἐπὶ πᾶσιν ἐκεῖνο παρεγγυησάμενος, μηδένα λόγον ἕν τι τοῖς οὖσι πᾶσιν ἀποκληροῦντα προσίεσθαι πλὴν εἰ μὴ ὁμωνύμως λέγοι· ‘πάντα ἐφίεται τἀγαθοῦ’ δεῖ συγχωρεῖν,3 ὁμώνυμον γὰρ τὸ τῆς ἐφέσεως· ‘πάντα τὰ ὄντα ἔστι’ 〈οὐ〉 δεῖ συγχωρεῖν· οὐ γὰρ ταὐτὸν τοῖς πᾶσι τὸ εἶναι· συνώνυμον δὲ κατηγορίαν ἐπὶ πάντων οὐδεμίαν προσίεσθαι δεῖ, πολυειδῶν ὄντων οὕτω τῶν τε ἐγκοσμίων καὶ τῶν ὑπερκοσμίων.

然而这两点都是明朗的;因为“被设想的事并未成就,未曾料到的途径倒被寻见”。因此被设想之物并非与意见一同产生;如果是这样,并非万物皆为相对者。此外,如果万物皆为相对者,人就不会既是设想者又是被设想者;因为相对者属于另一者。因此,如果对于被设想者而言的存在与对于人而言的存在是同一的(因为假说也认为对于设想者而言的存在与对于人而言的存在是同一的),它就不是相对于另一者而被言说;这既最彻底地颠覆了假说,又与真理相背。此外,在相对者中无论你选取哪一个,都会发现它是相对于一个事物而言,或者无论如何是相对于确定的事物而言的;但如果设想者是相对于被设想者而被言说,它将是相对于无限多的事物而被言说;因为马、狗、鹿以及每一种植物都被设想。因此,如果对它们各自而言存在是不同的,而被设想是它们共同的承受,那么设想者就是相对于一个事物被言说,即相对于动物与植物的共同承受。但如果对于它们各自而言存在与被设想是同一的——假若它们的形式的确与意见一同产生——那么设想者就将是相对于不确定的事物而被言说;因此并非万物皆为相对者,也不是凡显现之物皆为真实。 在针对这些论题说了这么多之后,哲学家不仅确证了关于矛盾之事,还讨论了其他公理,例如相反者不可能在同一方面且同样地实现在同一事物中,以及矛盾之间没有任何中间者。因为如果有某种东西,它无论如何要么为真,要么为假;因为这一性质属于一切陈述性言辞;但除肯定和否定之外,没有任何事物本性上适于为真或为假;因此没有任何〔中间者〕存在。那么,何以唯独它们是真实的呢?每一个说出真理的人,要么说存在者存在,要么说非存在者不存在;而这便是肯定与否定。那么,它们又是如何虚假的呢?每一个说出谎言的人,要么说非存在者存在,要么说存在者不存在。前者是假的肯定,后者是假的否定;因此在肯定与否定之间没有任何中间者,既不像灰色被说成是白与黑的中间者那样,也不像非马非人者是马与人的中间者那样。他说,同样也必须针对其他论题表明立场;因为在一切存在者中,没有任何事物本性上适于被单一方式地述说;因此既非一切皆真,亦非一切皆假,无论主导这些论述的是赫拉克利特和阿那克萨哥拉,抑或是其他什么人;因为这类论述除了其他荒诞奇谈之外,还会颠覆其自身。因为如果一切皆真,甚至人们断言你在说谎这件事也绝对为真。而如果一切皆假,那么你的这一主张本身也是假的。然而,如果除了反对这一奇妙论说的人之外所有人说的都是真话,而除了他〔主张者本人〕之外所有人说的都是假话,即便如此,按照那个说一切皆真的人的观点,说假话的人也将有很多;因为不仅有反对他的人,还有接受此反对者的人,以及称赞接受者的人,以至无限;所以说假话者将有很多。而按照说一切皆假的人的观点,说真话者反过来也将有很多;因为他本人、他的追随者、称赞者的称赞者〔都将说真话〕,而且将有不在少数的说真话者群体紧随其后。但如果有人断言万物皆在运动,或者万物皆静止,我们也不会同意;如果有人说万物此时静止彼时运动,我们同样不会同意。因为我们将对他说:对于一切存在者而言,不可能真实地述说单一的命题。因此对于这些存在者,我们将说某些是不动的,如理智原因、天极以及诸如此类的东西;某些是恒动的,如天体;某些则时而运动时而静止,如生成中的事物。 亚里士多德在本书中讨论了这么多之后,便结束了关于这些论题的教导;他既阐明了第一哲学家所关注的对象,又维护了关于矛盾的诸公理,更进一步在可能范围内同时确立了辩证的与自然学的其他原则,并在一切之上告诫:除非以同名异义的方式言说,否则绝不可接受任何为一切存在者指定单一规定的言论。“一切事物皆追求善”是必须同意的,因为追求的本性是同名异义的;“一切存在者皆存在”是不应当同意的,因为存在对于万物而言并不是同一的;由于属世者与超世者具有如此多样的形式,绝不可接受任何加于万物之上的同名同义谓项。

语法注3 条
  1. 2.2εἰ οὖν 〈τὸ〉 αὐτό ἐστι δοξαζομένῳ εἶναι καὶ ἀνθρώπῳ εἶναι

    此处“与格+εἶναι”结构表示本质(“对于被设想者而言的存在”与“对于人而言的存在”),分别作主语和表语。随后的括号句 τοῦτο γὰρ ἔχει ἡ ὑπόθεσις καὶ δοξάζοντι καὶ ἀνθρώπῳ εἶναι(“因为假说也认为对于设想者而言的存在与对于人而言的存在是同一的”)为后文主句 οὐ πρὸς ἕτερον ῥηθήσεται([人]将不相对于另一者而被言说)提供了进一步的前提补充。

  2. 2.2καὶ ἃ φάσκονταί σε ψεύδεσθαι πάντως ἀληθῆ

    动词 φάσκονται 为具有主动意义的中动语态第三人称复数(不定复数主语),与关系代词 ἃ(内部宾格)一道支配“宾格+不定词”结构(σε ψεύδεσθαι,“人们断言你在其中说谎的那些事”)。句中省略了系词 ἐστί,需补出以与 πάντως ἀληθῆ 连读为“也绝对为真”。

  3. 2.2‘πάντα τὰ ὄντα ἔστι’ 〈οὐ〉 δεῖ συγχωρεῖν

    遵从底本校勘者(Kroll)补入的否定词 〈οὐ〉,理解为“不应当同意”。前一句“一切事物皆追求善”因追求的同名异义性而必须被同意(δεῖ συγχωρεῖν),而紧随其后的原因从句 οὐ γὰρ ταὐτὸν τοῖς πᾶσι τὸ εἶναι(“因为存在对于万物而言并不是同一的”)以及末尾“不可接受同名同义谓项”的告诫,在上下文语法上必然要求此处带有否定词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:78.6-79.23