- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:8.34-10.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努讨论了996a1关于本原是在数目上还是在种上受到限定的疑难,指出超越性的毕达哥拉斯派与柏拉图派本原(一与无定之二)超出了这两种限定,而亚里士多德本人的不动推动者理论则兼具数目与种上的限定。
" Ἔτι... ὑποκειμένῳ." Τὸ μὲν ὡρίσθαι τὰς ἀρχὰς ὡς ὁμολογούμενον ἐν τούτοις δέχεται· πότερον δὲ ἀριθμῷ εἰσιν ὡρισμέναι, ὡς τὰ τέσσαρα στοιχεῖα εἰ τύχοι τῶν σωμάτων (ταῦτα γὰρ τῷ ἀριθμῷ ἐστι τέσσαρα· διὸ καὶ οὐδ’ ἁπλῶς ἐξ ἀέρος καὶ πυρὸς γίνεται τὸ σῶμα, ἀλλ’ ἐκ τοῦ κοσμικοῦ ἀέρος καὶ τοῦ τῇδε πυρός), ἢ μᾶλλον εἴδει1 ὥρισται, ὡς τὰ εἴκοσι τέσσαρα στοιχεῖα τῆς φωνῆς; ὅτι γὰρ ταῦτα εἴδει καὶ οὐκ ἀριθμῷ ὥρισται, δῆλον ἐξ ὧν ὅλον τὸ ᾱ ἐν πολλαῖς ἐστι συλλαβαῖς, οὐ μέρει αὑτοῦ παρὸν τῇ βα καὶ μέρει τῇ γα, καθάπερ ὁ ἀὴρ μέρει μὲν ἑαυτοῦ τόδε τὸ σῶμα συνίστησι, μέρει δὲ ἕτερον. ζητεῖ οὖν ποτέρως εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, ἀριθμῷ, [εἰ δὲ ἀριθμῷ, καὶ εἴδει] 〈ἢ εἴδει〉· δῆλον δὲ ὅτι εἰ μὲν εἴδει, οὐ πάντως καὶ ἀριθμῷ, εἰ δὲ ἀριθμῷ, καὶ εἴδει. τὸ δὲ ἔν τε τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ ἤτοι διὰ τὴν διαφορὰν εἴρηκε τῶν αἰτίων, ἵνα τὰ μὲν εἰδικὰ καὶ ποιητικὰ καὶ τελικὰ αἴτια λέγῃ εἶναι τὰς ἐν τοῖς λόγοις ἀρχάς, τὰ δὲ ὑλικὰ τὰς ἐν τῷ ὑποκειμένῳ· ἢ τὰς μὲν ἐνδόξως προκαταβεβλημένας φησὶν εἶναι ἐν λόγοις, τὰς δὲ ἀληθῶς ταῖς οὐσίαις ἐνυπαρχούσας ἐν ὑποκειμένῳ. τοιαύτης δὲ οὔσης τῆς ζητήσεως ἐροῦμεν, ὅτι αἱ μὲν ἀληθῶς αἰτίαι καὶ ἀρχαὶ τῶν πάντων, τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ἀμφότερα ταῦτα ὑπεραίρουσι τὰ ἐν τῇ διαιρέσει παραλαμβανόμενα· τό τε γὰρ ἄτομον καὶ ἓν ἀριθμῷ τοῖς ἐνύλοις εἴδεσιν ἁρμόζει μόνοις, ἐπειδὴ τὸ ἄυλον ἓν οὐχ ἧττόν ἐστι πάντα ἢ ἕν· τό τε ἐν εἴδεσιν ὡρισμένον εἰ μὲν ἐπὶ τῶν στοιχειωδῶν ἀρχῶν θεωροῖτο, ἴνδαλμα ἑνός τινος ἀποφέρεται πρεσβυτέρου ὥσπερ τὰ πολλά, ἢ μιμεῖται πάντως ἑκάτερα ἕν τι τῆς διανοίας πάθος ἢ φάντασμα σημαντικόν (οὕτω γὰρ καὶ οἱ πολλοὶ λίθοι καὶ ἵπποι ἑνός τινός εἰσιν εἰκόνες)· εἰ δὲ ποιητικὸν εἴη καὶ γόνιμον καὶ τῶν ἀποτελουμένων ἐξῃρημένον ἢ καὶ ὀρεκτὸν αὐτῶν καὶ τελικὸν αἴτιον, εὐθὺς μὲν ἂν εἴη μετὰ τὰς ἀρχὰς τῶν ὅλων (ὁ γὰρ εἰδητικὸς κόσμος † ἐπὶ δὲ τῶν ἀρχῶν καὶ πρῶτος ἀπ’ αὐτῶν), οὐ μέντοι ὅπερ αἱ τῶν ὅλων ἀρχαί, αἳ καὶ τῶν νοερῶν καὶ εἰδητικῶν ἀριθμῶν ὑπερήπλωνται. αἱ δὲ κατ’ αὐτὸν Ἀριστοτέλην, ἃς ἐν τῷ Ν παραδίδωσι, τὸ συναμφότερον ἂν δόξαιεν ἔχειν· καὶ γὰρ ἀριθμῷ εἰσιν ὡρισμέναι, εἴ γε τοσαῦταί εἰσιν ὅσαι αἱ κυκλοφορούμεναι σφαῖραι, καὶ εἴδει, εἴ γε ἑκάστη πάσης ἡστινοσοῦν αὐτῶν κατ’ εἶδος διενήνοχεν, ὡς τὴν μὲν ὑπερτέραν εἶναι καὶ περιεκτικωτέρᾳ νοήσει καὶ ἁπλουστέρᾳ χρῆσθαι, τὴν δὲ καταδεεστέραν καὶ ὑφειμένην, ἅτε ταῖς σωματοειδέσι σφαίραις ἀνὰ τὸν αὐτὸν λόγον τεταγμένην. ὥστε εἰ μὲν τὰς Πυθαγορείους ἀρχὰς θεωροῖμεν, οὐδέτερον τούτων ἐν ταῖς ἀρχαῖς. πῶς γὰρ οἷόν τε, παντὸς μὲν ὡρισμένου πλήθους καθ’ ἓν ἄτομον ἢ κατ’ εἶδος ἀριθμοῦ ὄντος, παντὸς δὲ ἀριθμοῦ γεννήματος τῶν ἀρχῶν, ἐν ταῖς ἀρχαῖς τὸ ὡρισμένον ὅπως ποτὲ πλῆθος θεωρεῖσθαι; ἀλλὰ κἂν μίαν λέγωμεν εἶναι τὴν πάντων ἀρχὴν καὶ θεὸν αὐτὴν ἢ τἀγαθὸν ἢ ἓν προσαγορεύωμεν, * * *, πέρας καὶ ἀπειρίαν, ὡς ἐν Φιλήβῳ Πλάτων καὶ πρὸ αὐτοῦ Φιλόλαος, αὐτὰς ὀνομάζοντες, ἢ μονάδα καὶ δυάδα, ὡς οἱ πλεῖστοι τῶν Πυθαγορείων, ἢ αἰθέρα καὶ χάος, ὡς Ὀρφεύς, ἢ Πρατέα καὶ δυάδα, ὡς αὐτὸς ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ Λόγῳ, οὔτε κυρίως αὐτὰς ὀνομάζομεν (ἐπέκεινα γάρ εἰσιν οὐ μόνον κλήσεως, ἀλλὰ καὶ πάσης ἀνθρωπίνης νοήσεως), οὔτε τὸ ἓν καὶ δύο κατ’ ἀριθμὸν ἢ εἶδος ὀνομάζομεν (παντὸς γὰρ ἀριθμοῦ καὶ παντὸς εἴδους νοητοῦ καὶ νοεροῦ τὴν αἰτίαν ἐν ἑαυταῖς αἱ ἀρχαὶ προειλήφασιν), ἀλλ’ ἔστιν ἕτερος ὁ τρόπος παρὰ τοῖς θεολογικωτέροις τῆς περὶ τούτων ἐνδείξεως. καὶ τοσαῦτα μὲν περὶ τῶν Πυθαγορείων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν Ὀρφικῶν τε καὶ Πλατωνικῶν· εἰ δὲ τὰς κατ’ αὐτόν, καὶ ἀριθμῷ καὶ εἴδει φήσομεν αὐτὰς ὡρίσθαι· καὶ γὰρ τοσαίδε εἰσὶ καὶ οὐ πάντῃ ὁμοειδεῖς, ἀλλὰ πρεσβείῳ τῆς οὐσίας καὶ τιμιότητι διαφέρουσι· τὸ δὲ ἕτερον ἀφωρισμένως ταῖς κυρίως ἀρχαῖς οὐ διενήνοχεν,2 ἀλλ’ εἰ ἄρα, ταῖς ὑλικαῖς καὶ εἰδικαῖς.
“此外……在底层中。” 本原受到限定这一点,他在这些话中作为公认之事予以接受;但究竟它们是在数目上受到限定,如同例如物体的四种元素(因为这些在数目上是四种;因此物体亦非单纯由气与火生成,而是由宇宙之气与此处的火生成),还是更确切地是在种上受到限定,如同语音的二十四个字母?因为这些在种上而非在数目上受到限定,从整个阿尔法存在于许多音节中是显而易见的,它并非以自身的一部分出现于ba中,以一部分出现于ga中,如同气以自身的一部分构成此物体,而以另一部分构成另一物体。因此他探究,本原究竟是以两种方式中的哪一种受到限定,是在数目上,还是在种上;而显而易见的是,若在种上受到限定,则未必亦在数目上受到限定,但若在数目上受到限定,则亦在种上受到限定。至于他说“无论在定义中还是在底层中”,这或是由于原因之间的差异,从而意指形式因、动力因与目的因乃是定义中的本原,而质料因乃是底层中的本原;或者他意指那些合乎通识而被预先奠定者存在于定义中,而真正内在于实体中者存在于底层中。在探究如此的情形下,我们将说,万物的真正原因与本原,即一与无定之二,超越了划分中所采纳的这二者;因为在数目上的不可分者与一仅适用于具质料的形式,鉴于无质料的一之为万物并不亚于其为一;而在诸种上受到限定者,若就元素性本原来观察,便如同多数事物一样带有一种更古老的一的幻象,或者二者皆全然摹仿推论理智的某一种感受或表意表象(因为许多石头和马亦是如此作为某一单独事物的肖像);但若它是造作的、具有生殖力的并脱离被完成者,或是它们的欲求对象与目的因,它便紧随于整体诸本原之后(因为形式宇宙……诸本原,且是从它们而来的第一者),但绝非整体诸本原本质所是的东西,诸本原甚至远超理智性与形式性的数目之上。而依亚里士多德本人的本原,即他在第十四卷中所传授者,似乎二者兼备;因为它们在数目上受到限定,如果它们确实如同运转的天球一样多的话;且在种上亦然,如果它们之中的每一者都与任何其他一者在种上有所不同,以致一者居上位并运用更统摄且更单纯的理智活动,而另一者居下位且被降等,因其与具形体的诸天球按照同一比例被编排。因此,若我们观察毕达哥拉斯派的本原,二者皆不存在于本原之中。因为,当一切受限定的多数都是依据不可分的一或依据种的数目,且一切数目皆是本原的产物时,受限定的多数又怎可能以某种方式被观察存在于诸本原之中呢?即使我们说万物的本原是一,并称其为神或善或一,……将其命名为“界限与无界”,如同柏拉图在《斐勒布篇》中所做以及在他之前的菲洛劳斯那样,或“单子与双子”,如同多数毕达哥拉斯派那样,或“以太与混沌”,如同奥菲斯那样,或“普拉忒亚斯与双子”,如同毕达哥拉斯本人在《神圣论说》中那样,我们既非在严格意义上命名它们(因为它们不仅超越称谓,更超越一切人类理解),亦非依据数目或种命名一与二(因为诸本原已预先在其自身中把握了一切数目以及一切可知和理智之种的原因),而是神学化倾向更重的人关于这些事物的指示方式乃是另一种方式。关于毕达哥拉斯派的本原,亦即奥菲斯派与柏拉图派的本原,就说这么多;但若是关于依他所说的本原,我们将说它们在数目上和在种上皆受限定;因为它们是这么多数目,且绝非完全同种,而是在实体的位阶与尊贵上有所差异;但二者中的任一者单独而言并不适合于严格意义上的本原,如果适合的话,亦仅适合于质料与形式的本原。
- 1.8ἀριθμῷ, [εἰ δὲ ἀριθμῷ, καὶ εἴδει] 〈ἢ εἴδει〉
手抄本所载的 εἰ δὲ ἀριθμῷ, καὶ εἴδει(“若在数目上,则亦在种上”)被校勘者视为抄手将后一句(δῆλον δὲ ὅτι...)的内容误植于此的讹误并予以删除,同时补入 〈ἢ εἴδει〉(“抑或在种上”)以恢复亚里士多德原本的二选一疑问结构。译文遵循此校订,将其理解为“在数目上,还是在种上”的选择性探究。
- 1.8τὸ δὲ ἕτερον ἀφωρισμένως ταῖς κυρίως ἀρχαῖς οὐ διενήνοχεν
主语为 τὸ ἕτερον(“二者择一,仅居其一”),动词 διενήνοχεν 支配与格 ταῖς κυρίως ἀρχαῖς,在此表“特异地适合于/专属于真正意义上的诸本原”。副词 ἀφωρισμένως(“排他地/孤立地”)与前文的兼具两者相对照,强调仅具有数目或种这单一方面的限定,并不专门适合于本义上的首要本原。
