- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:10.16-11.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的关于可毁灭与不可毁灭事物的本原是否相同的难题(996a2),叙利亚努斯论述道,不可毁灭的本原是普遍且超越的,而生成界事物的直接原因则兼具永恒原因(如天球圆周运动)与可毁灭原因,并批判性地指出亚里士多德仅赋予无质料形式以目的因,而未赋予其动力因与范型因。
" Καὶ πότερον... φθαρταί." Ὡς δύο μὲν προβλήματα ταῦτα προτείνεσθαι δοκεῖ, 〈εἰ〉 αἱ αὐταὶ ἀρχαὶ φθαρτῶν καὶ ἀφθάρτων· εἰ μὲν γὰρ αἱ αὐταί, πῶς τὰ μὲν ἄφθαρτα ποιοῦσι τὰ δὲ φθαρτά; εἰ δὲ ἕτεραι, πότερον πᾶσαι ἄφθαρτοι, ἢ αἱ μὲν ἄφθαρτοι αἱ δὲ φθαρταί; ὅπως δ’ ἂν ἐθέλῃ τις διαιρεῖν, ἀποκρινούμεθα πρὸς αὐτόν, ὅτι αἱ μὲν τῶν ἀφθάρτων ἀρχαί πάντων εἰσὶν ἀρχαὶ τῶν ὅπως ποτὲ ὄντων· οὐδαμοῦ γὰρ αὐτῶν ἡ γονίμη περιορίζεται καὶ ἀπειροδύναμος ἐνέργεια· αἱ δὲ τῶν φθαρτῶν οὐ πᾶσαι καὶ τῶν ἀφθάρτων. ἀμέλει αἱ προσεχεῖς ἀρχαὶ τῶν φθαρτῶν αὐτῶν εἰσι μόνων ἀρχαί, οὐ μὴν οὐδ’ αὐταὶ πᾶσαι φθαρταί· ἡ γὰρ κυκλοφορία τὴν ποιητικὴν αἰτίαν ἀποφέρεται κατ’ αὐτόν, οὐ μέντοι φθαρτή ἐστι· καὶ ἄλλα δέ ἐστιν ἄφθαρτα τῶν ἐν γενέσει αἴτια, ὥσπερ οὖν καὶ φθαρτά· ὅλως γὰρ εἰ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, πρόδηλόν ἐστιν ὅτι καὶ φθαρτὸν αἴτιον ἔχει καὶ ἄφθαρτον ὁ ἄνθρωπος. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἵππου καὶ κυνὸς καὶ οὑτινοσοῦν τῶν τῇδε· ἕκαστον γὰρ αὐτῶν καὶ μερικὸν αἴτιον ἔχει καὶ ὁλικόν· ἀρχὴν δὲ ὁλικωτέραν φθαρῆναι πάντων ἀδυνατώτατον· οὔτε γὰρ ἂν αὐτή ποτε ἔκ του οὔτε ἄλλα ἔξω αὐτῆς γενήσεται. ταῦτα δὲ οὐ τῷ θείῳ Πλάτωνι μόνῳ, ἀλλὰ καὶ Ἀριστοτέλει καλῶς δέδοκται· τάς τε γὰρ τῶν ἀιδίων ἀρχὰς οἷον τὰ χωριστὰ καὶ ἄυλα εἴδη πᾶσιν εἶναι ἐφετὰ καὶ τῶν φθαρτῶν ἐνίας ἀρχὰς εἶναι ἀιδίους φησίν. ἀμέλει πολλαχοῦ μὲν καὶ ἐν τοῖς ἑπομένοις δὲ γενναίως κατασκευάσει, ὅτι οὐκ ἂν εἴη γένεσις μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος·1 πλὴν τοσοῦτον ἀπολείπεται τῆς πατρίου φιλοσοφίας, ὅτι2 τοῖς ἀύλοις εἴδεσι ποιητικὴν μὲν αἰτίαν ἢ παραδειγματικὴν οὐ δίδωσι, τελικὴν δὲ καὶ ὀρεκτικήν· ἐφετὰ γὰρ καὶ κατ’ αὐτόν ἐστι προσεχῶς μὲν ταῖς κινουμέναις περὶ αὐτὰ σφαίραις, διὰ τούτων δὲ καὶ πᾶσι τοῖς ἐγκοσμίοις· τοῦ γὰρ ἀγαθοῦ καὶ κατ’ αὐτὸν πάντα ἐφίεται· εἰ δὲ καὶ πολλὰ τἀγαθά, ἀλλ’ οὖν πάντα πρὸς τὰ κυριώτερα προστέτακται καὶ ταῦτα πρὸς ἓν τὸ ὑπέρτατον καὶ τελικώτατον τῶν ἁπάντων, ὡς ἐν τῷ Λ σαφῶς ἔστιν αὐτοῦ λέγοντος ἀκούειν.
“以及究竟……可毁灭的。” 这些似乎作为两个问题被提出:可毁灭者与不可毁灭者的本原是否相同。因为如果相同,它们如何使一些事物不可毁灭而使另一些事物可毁灭?但如果不同,究竟一切皆不可毁灭,还是有些不可毁灭而有些可毁灭?不论人们希望如何划分,我们都将回答他说,不可毁灭者的本原乃是无论以何种方式存在的一切事物的本原;因为它们那多产的且具无限效力的现实活动无处受限;但可毁灭者的本原并非全都是不可毁灭者的本原。固然,可毁灭者的直接本原仅是它们自身的本原,然而即便它们自身也并非全都是可毁灭的;因为在他看来,圆周运动担当着动力因,但它并不是可毁灭的;且在生成之物的原因中还有其他不可毁灭者,正如确实亦有可毁灭者一样;因为总的说来,如果人繁殖人而太阳亦如此,那么显而易见,人既有可毁灭的原因,亦有不可毁灭的原因。同样的情况也适用于马、狗以及此处的任何事物;因为它们之中的每一者都既有特殊的原因,亦有普遍的原因;而更普遍的本原毁灭,乃是一切事物中最不可能的;因为它自身绝不会从某物中生成,其他事物亦绝不会在它之外生成。这些不仅在神圣的柏拉图看来,而且在亚里士多德看来亦是妥当确立的见解;因为他也说,永恒者的本原,例如分离的无质料形式,乃是一切事物所向往的对象,并且可毁灭者的某些本原是永恒的。诚然,在许多地方以及在后继的论述中,他将极有力地论证,若没有某一永恒的原因属于生成,生成便不可能存在;只是他在如下限度上落后于祖述的哲学:他没有赋予无质料形式以动力因或范型因,而仅赋予其目的因和作为欲求对象的原因;因为在他看来,形式直接地是围绕它们运动的天球所向往的对象,并通过这些天球而亦为一切宇宙内的事物所向往;因为在他看来,万物亦皆向往善;即便有许多善事物,但无论如何,万物皆被编排朝向更首要者,而这些又朝向万物中至高且至极的目的之一者,正如在第十二卷中可以清晰地听闻他所言述的那样。
- 1.9οὐκ ἂν εἴη γένεσις μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος
带否定词 μή 的独立属格结构 μὴ ἀιδίου τινὸς αἰτίου αὐτῆς ὄντος 在句中充当条件从句(相当于 εἰ μή...,意为“如果没有某个永恒的原因……”),与主句带有 ἄν 的潜在祈愿语气(οὐκ ἂν εἴη)相呼应。αὐτῆς 的先行词是前文的 γένεσις。
- 1.9πλὴν τοσοῦτον ἀπολείπεται τῆς πατρίου φιλοσοφίας, ὅτι
由 ὅτι 引导的从句解释并限定了表示程度的宾格 τοσοῦτον(意为“在如下程度上落后于祖述的哲学,即……”)。πατρίου φιλοσοφίας 指代柏拉图主义与毕达哥拉斯主义的传统哲学。
