- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:8.1-8.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努阐明了关于脱离质料的原因是否存在及其单一性与多数性的疑难(995b31–34),调和了亚里士多德与柏拉图的学说;随后针对脱离个体的普遍形式的存在范围之疑难(995b34–),论证了对于欠缺与邪恶之物绝无理念,仅对依本性永恒存在的实体才存在造物性形式。
" Μάλιστα... ἀριθμόν." Τῶν φυσικῶν τὴν ὕλην μόνην ὁρώντων καὶ ταύτην ὕδωρ ἢ ἀέρα ἢ πῦρ εἶναι λεγόντων, ἄλλων δὲ καὶ ποιητικὴν μὲν αἰτίαν ἀπολειπόντων, ἀχώριστον δὲ ταύτην τῆς ὕλης, καθάπερ οἱ Στωϊκοὶ μὲν ὕστερον, ἄλλοι δέ τινες πρὸ αὐτῶν, τῶν δὲ χωριστὸν αἴτιον τῆς ὕλης ἀπολειπόντων, ὡς αὐτός τε καὶ Πλάτων, εἰ καὶ αὐτὸς μὲν ὡς ὀρεκτὸν τῶν πάντων αὐτὸ αἴτιον ὑποτίθεται, Πλάτων δὲ καὶ ὡς γεννητικὸν τῶν ὅλων, εἰκότως τούτοις προτείνει,1 ποία τῶν ὑπολήψεων ἀληθεστέρα. καὶ δῆλον ὅτι ἡ αὐτοῦ καὶ ἡ Πλάτωνος. ὅταν δὲ προσεπιζητῇ πότερον ἓν τὸ χωριστὸν αἴτιον ἢ πολλά, καὶ ἓν φήσομεν καὶ πολλά, συντεταγμένου τοῦ πλήθους πρὸς τὸ ἓν καὶ ὡς πρὸς ἐφετὸν οἰκεῖον ἀνατεινομένου, καθὰ καὶ αὐτὸς ἐν τῷ Λ παραδέδωκεν.
“尤其是……在数目上。” 鉴于自然哲学家们仅着眼于质料,并称此为水、气或火,而其他人虽亦承认动力原因,却认为其不可脱离质料(正如后来的斯多亚学派以及在他们之前的某些其他人那样),另有一些人则承认脱离质料的原因,正如他本人与柏拉图一样——尽管他本人是将该原因设定为万物的欲求对象,而柏拉图则亦将其设定为整体的创生者——,理所当然地,对照这些看法,他提出了各种假定中何者更为真实。并且显而易见,他本人的假定与柏拉图的假定更为真实。而当他进一步探究脱离的原因是一个还是多个时,我们将说它既是一个又是多个,因为多数被编排朝向于一,并如同朝向其固有的欲求对象一般伸展,正如他本人在〔《形而上学》〕第十二卷中所传授的那样。
"Καὶ πότερον ἔστι... ὄντων." Ζητεῖ μὲν ἐν τούτοις, εἰ ἔστι παρὰ τὸ σύνθετον καὶ εἰδοπεποιημένον τά τε καθόλου καὶ τὰ καθ’ αὑτὰ εἴδη, καὶ εἰ πάντων ἐστὶ φυσικῶν τε καὶ τεχνητῶν, καλῶν τε καὶ αἰσχρῶν, ἀγαθῶν καὶ κακῶν, τελείων καὶ ἀτελῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ, καὶ ποίων μέν ἐστι, ποίων δὲ οὐκ ἔστι. τὴν μὲν οὖν ἀκριβῆ περὶ τούτων διαίρεσιν εἴσεταί τε ὁ βουλόμενος ἐκ τῶν Πλωτίνῳ καὶ Ἰαμβλίχῳ περὶ ἰδεῶν πεφιλοσοφημένων, καὶ ἡμεῖς ἐν ἄλλοις ποιησόμεθα ζητοῦντες, εἰ καὶ τῶν καθ’ ἕκαστα γενητῶν καὶ τῶν μερῶν οἷον ποδὸς δακτύλου καὶ τῶν ποιοτήτων ἢ ὅλως συμβεβηκότων ἔστιν εἴδη ἐν φύσει ἢ ἐν ψυχῇ ἢ ἐν νῷ· νυνὶ δὲ ὁλοσχερέστερον καὶ ὅσον ἀναγκαῖον ὑπὲρ τῶν θείων καὶ νοητῶν εἰπεῖν αἰτίων ἐροῦμεν. φαμὲν οὖν αἰσχρῶν μὲν καὶ ἀτελῶν καὶ κακῶν μηδ’ ὅλως εἶναι ἰδέας· κατὰ ἀπόπτωσιν γὰρ ταῦτα πρὸς τοῖς τελευταίοις ὑφίσταται τῆς φύσεως ἢ τῆς μερικῆς ἀσθενούσης ψυχῆς διὰ τὸ μὴ κρατεῖν τῆς ὑποκειμένης ἀοριστίας· τῶν μέντοι κατὰ φύσιν συνισταμένων οὐσιῶν καὶ διὰ παντὸς ὑπαρχουσῶν εἶναι τὰ δημιουργικὰ εἴδη, ὥσπερ τῶν τεχνητῶν ἐν τῇ τέχνῃ. ἀλλὰ τῶν μὲν κατὰ τὴν τέχνην καὶ αὐτὸς συγχωρεῖ· πολλαχοῦ γὰρ ἐκ τῆς ἀύλου οἰκίας τὴν ἔνυλόν φησιν ἀποτελεῖσθαι, καθάπερ καὶ ἐν τῷ Ζ λέλεκται τῆσδε τῆς πραγματείας· τῷ δὲ παραδείγματι τῶν τεχνῶν, τῇ πάσῃ φημὶ δημιουργίᾳ, τῆς εἰδητικῆς διακρίσεως οὐκέτι μεταδίδωσι. καίτοι πῶς ἂν ἡ μιμουμένη τὴν φύσιν οὕτω μόνως ἂν ἐποίησεν, εἰ μὴ πολὺ πρότερον ἡ φύσις αὐτὴ τοῦτον ἐδημιούργει τὸν τρόπον;2
“以及是否存在……在存在物之中。” 在这些话中他探究,在复合的且已被形式化的事物之外,是否存在普遍的且自存的形式,以及是否对于一切自然物和人工物、美与丑、善与恶、完全者与不完全者皆有形式,还是对某些有而对某些无,对何种有而对何种无。关于这些事项的精确区分,愿闻其详者当从普罗提诺与扬布利柯关于理念的哲学探讨中得知,而我们自己亦将在别处进行探讨,查明对于各个生成之物、对于诸如脚趾之类的部分、对于性质或总括而言的偶性,在自然之中、灵魂之中或理智之中是否存在形式;但如今,我们将更概括地、仅就论及神圣与可知的原因所必需的范围来加以说明。因此我们断言,对于丑陋、不完全及邪恶之物绝无理念;因为这些乃是由于未能制伏底层的无定,而在自然或虚弱的个别灵魂的最底极上依跌落而成立的;然而对于依本性构成且永恒存在的实体,则存在造物性的形式,正如人工物的[形式]存在于技艺中一样。不过,对于依技艺而存的事物,他本人亦予赞同;因为他屡次声称,具质料的房屋乃是从无质料的房屋中完成的,正如本论著第七卷中亦已述及的那样;但对于诸技艺的范型,即我所说的整个造物活动,他却不再赋予形式上的区分。然而,摹仿自然的[技艺],若非自然本身更早得多地便以此种方式造物,又怎能仅仅以这种方式行事呢?
- 1.6Τῶν φυσικῶν τὴν ὕλην μόνην ὁρώντων ... εἰκότως τούτοις προτείνει
句首由三个连续的独立属格结构(自然哲学家:Τῶν φυσικῶν ... ὁρώντων;斯多亚学派等:ἄλλων δὲ ... ἀπολειπόντων;亚里士多德与柏拉图:τῶν δὲ χωριστὸν αἴτιον ... ἀπολειπόντων)构成主句 εἰκότως τούτοις προτείνει 的背景。与格 τούτοις 既可视为阳性(“向他们”,即哲学家们),亦可视为中性(“照此/对照这些假定”);结合紧随其后的 ποία τῶν ὑπολήψεων(各种假定中何者),解作中性并指代各派观点在语境上更为自然。
- 1.7καίτοι πῶς ἂν ἡ μιμουμένη τὴν φύσιν οὕτω μόνως ἂν ἐποίησεν, εἰ μὴ πολὺ πρότερον ἡ φύσις αὐτὴ τοῦτον ἐδημιούργει τὸν τρόπον;
这是由主句的双重 ἄν 加不定过去时直陈式(ἐποίησεν)与条件从句中的 εἰ μή 加未完成过去时直陈式(ἐδημιούργει)构成的反事实条件句。主句的不定过去时指人工技艺在制作中的表现,条件从句的未完成过去时则指自然先前持续的造物活动;二者结合构成了一个修辞反问句,旨在反驳亚里士多德在自然摹仿问题上的论调。
