- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:6.35-7.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努针对《形而上学》995b27处的疑难(本原是类还是内在元素,以及更普遍的类与更直接的种何者更是本原)进行解答,区分了本原的种类(作因、目的因抑或质料、形式)以及类的二重性(构想上的后生之类还是真正的宇宙论创制之类)。
" Καὶ πότερον... καθ’ ἕκαστον." Δύο προτείνεται νυνὶ παρ’ αὐτοῦ, ἓν μέν, εἰ τὰ γένη τῶν πραγμάτων ἀρχὰς δεῖ λέγειν καὶ στοιχεῖα, ἀρχὰς μὲν ὡς αἰτίας, στοιχεῖα δὲ ὡς ἁπλούστερα, ἐπεὶ καὶ ὁ ὁρισμὸς εἰς ἔσχατα ταῦτα ἀναλύεται, ἢ μᾶλλον τὰ ἐνυπάρχοντα τῷ πράγματι, εἰς ἃ καὶ διαιρεῖται τὸ πρᾶγμα, ἃ καὶ κυρίως αὐτοῦ προσαγορεύεται·1 δεύτερον δέ, εἰ καὶ ὅτι μάλιστα τὰ γένη, φησί, δοίη τις εἶναι ἀρχὰς ἀλλὰ μὴ εἰς ἃ διαιρεῖται ἕκαστον, πότερον τὰ περιληπτικώτερα καὶ ἐπὶ πλέον ἐκτεινόμενα (τοιαύτη γὰρ καὶ ἡ τῶν ἀρχῶν ἔννοια), ἢ μᾶλλον τὰ προσεχῶς κατηγορούμενα, οἷον Καλλίου πότερον ἀρχὴ τὸ ζῷον ἢ ὁ ἄνθρωπος; ἐροῦμεν οὖν πρὸς μὲν τὸ πρότερον, ποίας ἀρχὰς ὁ λόγος ἐπιζητεῖ νῦν· εἰ μὲν γὰρ τὰς ὑλικὰς ἢ τὰς τοῦ εἴδους, τὰ ἐνυπάρχοντα τοῖς πράγμασιν ἀρχαί· εἰ δὲ τὰς ποιητικὰς ἢ τελικάς, τὰ γένη ἀρχαί· οὐ μὴν ταῦτα (τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστι ταῦτα) ὅσα ἐστὶν ὑστερογενῆ·2 ταῦτα γὰρ ἐπὶ τοῖς ἀποτελέσμασιν· οὐθ’ ὅσα εἰς αὐτὰ τὰ αἰσθητὰ κατατέτακται· ἔστι γὰρ ἐν Καλλίᾳ καὶ ἄνθρωπος καὶ ζῷον, ἃ πῶς ἂν εἶεν αἱ ποιητικαὶ αὐτοῦ ἢ τελικαὶ ἀρχαί, μέρη ὄντα τῆς φαινομένης οὐσίας; εἰ δέ τινά ἐστι γένη πρὸ τῶν καθ’ ἕκαστα τῶν αἰσθητῶν αἴτια, ἔν τε τοῖς λόγοις τῆς τῶν ὅλων φύσεως ἐνορώμενα καὶ ἔτι πολὺ πρότερον ἐν τοῖς τῆς κοσμικῆς ψυχῆς εἴδεσι διαλάμποντα, ταῦτα φαίημεν ἂν δικαίως αἴτια τῶν τῇδε πραγμάτων * * καὶ πρὸ τούτων ἔτι τῶν καθόλου λόγων ὑπερήπλωνται. ταύταις δὲ πρὸς τῇ ποιητικῇ καὶ τὴν τελικὴν αἰτίαν ἀποδοτέον, οὐχ ὅτι καὶ παρὰ ταῖς ὑφειμέναις ἀρχαῖς οὐκ ἦν τὸ τέλος, ἀλλ’ ὅτι σαφέστερον ἐπὶ τούτων ἀναφαίνεται ἅτε λοιπὸν ἐν προθύροις ἱδρυμένων τἀγαθοῦ. πρὸς δὲ τὸ δεύτερον τούτων ἤδη 〈ἐκ τῶν〉 προειρημένων σαφὴς ἡ ἀπάντησις. ἐὰν μὲν γὰρ τὰ κατ’ ἐπίνοιαν ὑστερογενῆ λαμβάνωμεν γένη, τὰ μὲν προσεχέστερα ταῖς πρώταις λεγομέναις οὐσίαις ἔσονται μᾶλλον οὐσίαι καὶ διὰ τοῦτο μᾶλλον ἀρχαί, τὰ δὲ ἀπωτέρω ἧττον οὐσίωται τῶν περὶ αὐτὰς ἀσάφειαν ἐξιτηλοτέραν τῇ τῶν αἰσθητῶν ἀποστάσει δεχόμενα· ἐὰν δὲ τὰ κυρίως καθόλου γένη καὶ τοὺς ποιητικοὺς τῶν καθ’ ἕκαστα λόγους φυσικούς τε καὶ δημιουργούς, πρόδηλον ὡς τὸ περιληπτικώτερον καὶ διατεῖνον ἐπὶ πλέον θειότερόν τέ ἐστιν αἴτιον καὶ ἄνευ ἐκείνου προβαίνειν ἢ ἐνεργεῖν 〈οὐδὲν〉 οὐδαμοῦ δύναται· τὸ δὲ προσχρῆται μὲν τῷ μεθ’ ἑαυτό, ὅταν τὸ κατ’ ἐκεῖνο δημιουργῇ, πολλὰ δὲ καὶ ἄλλα 〈μὴ〉 προσδεηθέντα τῆς μερικωτέρας αἰτίας ὑφίστησι. τούτων δὴ καὶ τὰ παρὰ τοῖς διαλεκτικοῖς εἰδωλικὰ γένη καὶ εἴδη σημεῖα δείκνυσιν ἐναργῆ· καθ’ ὧν μὲν γὰρ τὸ εἶδος, κατὰ τούτων τὸ γένος, εἴπερ ἐν ὅλῳ αὐτῷ λέγεται εἶναι, κατὰ πολλῶν δὲ καὶ ἄλλων τὸ γένος, ἐφ’ ἃ μὴ πέφυκεν ἐξικνεῖσθαι τοῦ εἴδους ἡ κατηγορία. μεταθεὶς οὖν τὸ κατά τινων λέγεσθαι ἐπὶ τὸ δημιουργεῖν3 μεταβήσῃ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὰ ἀληθῆ γένη τε καὶ εἴδη, θεάσῃ δὲ αὐτῶν καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ὑπεροχήν τε καὶ ὕφεσιν καὶ ὅλως ἐφ’ ἑκάστων ἀξίαν.
“以及究竟是……在个别事物上。” 如今由他提出了两点:其一,究竟应当将事物的类称为本原和元素(作为原因称为本原,而作为更单纯者称为元素,因为定义也最终被分解为这些),还是毋宁将内在并存于事物中、事物亦被分割入其中、且恰当地被称为事物的[元素]的那些东西[称为本原];其二,他说,即使极力承认类是本原,而非各事物被分割入其中的那些东西,那么[本原]究竟是更具包容性且扩展更广的事物(因为本原的观念也正是如此),还是毋宁是直接被述说的事物,例如对于卡利亚斯而言,本原究竟是动物还是人? 因此,针对前一个问题,我们将说明论证如今所探求的是何种本原。因为如果它探求的是质料本原或形式的本原,那么内在并存于事物中的东西就是本原;但如果探求的是作因本原或目的本原,那么类就是本原;绝不是后生的这些类(因为这些是出自本原的),因为这些是伴随结果的;也不是那些被编排进感觉事物本身当中的类。因为在卡利亚斯中既有人也有动物,但作为可见实体的部分的这些,又怎能成为他的作因本原或目的本原呢?但若存在某些先于个别感觉事物而作为原因的类,它们既在全自然的理则中被见到,又更早在宇宙灵魂的形式中照耀,我们便可正当地说这些就是此世事物的原因,而且[理智形式]甚至在此类普遍理则之前便已超绝延展。除了作因之外,还应当将目的因赋予这些[本原],并非因为在从属的本原那里不曾有目的,而是因为在这些[上位本原]上目的显现得更为明晰,由于它们已经安立于至善的门廊之中。 而对于其中的第二个问题,根据前述内容,答案已然明朗。因为如果我们选取依构想而存在的后生之类,那么更邻近于被称为第一实体者的类将更多是实体,并因此更多是本原,而较远者则比围绕它们的那些更少具有实体性,因脱离感觉事物而接受了一种更黯淡的模糊性;但如果我们选取严格本义的普遍之类,以及作为个别事物作因理则的自然理则与创制理则,显而易见,更具包容性且延伸更广者是更神圣的原因,若没有它,任何东西在任何地方都无法前行或行动;并且当它创制依照次于它自身者的事物时,它虽额外使用次于它自身者,但它也使许多不需要较为特殊的因的其他事物得以成立。 关于这些,辩证家那里的影像般的类与种确实展示了明晰的标志:因为种针对其被述说的那些事物,类也针对其被述说(只要被说成是在其整体之中),但类也针对许多其他事物被述说,种的述谓在本性上无法达到那些事物。因此,若将“针对某些事物被述说”置换为“创制”,你便将从影像过渡到真实的类与种,并且你也将观照它们彼此之间的序列、优越与下属,以及总括而言在各项中的品阶。
- 1.5ἃ καὶ κυρίως αὐτοῦ προσαγορεύεται
在由关系代词 ἃ 引导的短语中,结合前文需在语意上补足谓语 στοιχεῖα(“元素”),αὐτοῦ 为中性单数属格,指代前述的 τὸ πρᾶγμα,意为“恰当地被称为其[元素]的事物”。
- 1.5οὐ μὴν ταῦτα (τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστι ταῦτα) ὅσα ἐστὶν ὑστερογενῆ
οὐ μὴν ταῦτα 是限定和排除短语(“决非这些”),用以限定前文的 τὰ γένη ἀρχαί。在插入说明理由的括号句(τὰ γὰρ ἐκ τῶν ἀρχῶν ἐστι ταῦτα)之后,关系分句 ὅσα ἐστὶν ὑστερογενῆ 进一步限定 ταῦτα 的具体所指(“凡属于后生的这类事物”),从句法上排除了后天概念抽象所得的类。
- 1.5μεταθεὶς οὖν τὸ κατά τινων λέγεσθαι ἐπὶ τὸ δημιουργεῖν
此句采用 μετατίθημι A ἐπὶ B(“将A转移/置换至B”)结构。分词 μεταθεὶς 含有假定条件色彩(“若将……置换”),统摄主句的将来时动词 μεταβήσῃ 与 θεάσῃ。它构成了将辩证法层面的述说关系(κατά τινων λέγεσθαι)映射至形而上学的创制/创生关系(δημιουργεῖν)的核心句法纽带。
