- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:76.24-78.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯阐述了亚里士多德对普罗泰戈拉“凡显现者皆为真实”说的驳斥,辨析了感觉与表象的差异、各感觉对其固有对象的判定权威以及认知原则的自明性,并论证了将一切事物归结为相对者的相对主义之破产。
Καὶ Πρωταγόραν δὲ διελέγχει πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι διϊσχυριζόμενον ὡς δύο ψευδεῖς προτάσεις παραλαμβάνοντα· ‘πᾶσα φαντασία αἴσθησις, πᾶσα αἴσθησις ἀληθής’ δῆλον 〈τὸ〉 συμπέρασμα· ἔστι δὲ ἡ μὲν ἐλάττων ὅλη ψευδής,1 ἡ δὲ μείζων ἐπί τι ψευδής· τῶν γὰρ ἰδίων ἑκάστη γίγνεται μᾶλλον ἐγκρατής, ὅταν τὸ μεταξὺ μὴ κωλύῃ. ἔτι δὲ καταγελάστους φησὶν εἶναι τοὺς ἀποροῦντας, πότερον οἱ ἐγγὺς ὄντες τῶν αἰσθητῶν καὶ οἱ ὑγιαίνοντες καὶ ἐρρωμενέστεροι καὶ ἐγρηγορότες ἄμεινον αὐτὰ κρίνουσιν, ἢ οἱ πόρρω καὶ νοσοῦντες καὶ ἀσθενεῖς καὶ καθεύδοντες· οὔτε γὰρ οὕτω διάκεινται (δηλοῦσι δὲ αὐτῶν αἱ πράξεις), καὶ τὰς ἀρχὰς τῆς γνώσεως, ἃς εἰλήφαμεν παρὰ τῆς φύσεως, αἰσθήσεις τε καὶ κοινὰς ἐννοίας ἀποδεικνύναι ἡμᾶς ἀναγκάζουσι, περὶ ἃς κρεῖττον ἁπάσης ἀποδείξεως διακείμεθα. ἔσται οὖν ἡ μὲν τοῦ τεχνίτου δόξα περί τε τῶν ἐνεστώτων καὶ τῶν μελλόντων κυριωτέρα τῆς τῶν ἰδιωτῶν, κἂν πολλαπλασίους οὗτοι τύχωσιν ὄντες· ἡ δὲ τῆς ὄψεως2 κρίσις ἐπὶ χρωμάτων τῆς γεύσεως, ὥσπερ ἡ γεῦσις ἐπὶ χυμῶν κρατεῖ τῆς ὄψεως, καὶ οὕτως ἐφ’ ἑκάστων, τὸ οἰκεῖον κριτήριον οὐδέποτέ φησι τὸ κρινόμενον οὕτως ἔχειν καὶ οὐχ οὕτω. τί οὖν; τὸν αὐτὸν οἶνον οὐ νῦν μὲν γλυκὺν νυνὶ δὲ πικρὸν ἡ γεῦσις ἀποφαίνεται; ἢ πρῶτον μὲν ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ (τοῦτο δὲ οὐκ ἀντίφασις), ἔπειτα δὲ οὐδὲ οἴνου ἐστὶ κριτικὴ καθ’ αὑτὸ ἀλλὰ γλυκύτητος, ἢ οὐκέτι προσπίπτει ἤτοι τοῦ οἴνου μεταβάλλοντος ἢ χυμοῦ τινος περὶ τὴν γλῶτταν συμπλεκομένου αὐτῇ καὶ διαφθείροντος αὐτήν· ἐπεὶ ἔστ ἂν γλυκύτης διαμένουσα προσβάλλῃ τῇ γλώττῃ, τὴν αὐτὴν ἡ γεῦσις ἐκφέρει κρίσιν περὶ αὐτῆς. ὅλως δὲ οἱ τὰς θέσεις ταύτας εἰσηγούμενοι λόγοι τὰς μὲν οὐσίας ἐκ τῶν πραγμάτων ἀναιρεῖν ἐπιχειροῦσι, τὰς δὲ ἀναγκαίας προτάσεις ἐκ τῶν ἀποδείξεων· οὔτε γὰρ ἐπὶ τῶν κατ οὐσίαν ὑπαρχόντων οὔτε ἐπὶ τῶν ἀναγκαίων προτάσεων χώραν ἔχει τὸ οὕτω τε καὶ οὐχ οὕτω. πρὸς τούτοις δείκνυσιν, ὅτι οἱ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντες συναπογεννῶσι τὰ αἰσθητὰ ταῖς αἰσθήσεσιν. ἀναιρουμένων οὖν ζῴων καὶ αἰσθήσεων οὐδὲ τὰ αἰσθητὰ ἔσται, ὥστε οὐδὲ ἔσται πάντα κατ’ αὐτοὺς αἰσθητά. καίτοι τὰ κινητικὰ τῶν κινητῶν ἔδει πρότερα εἶναι· νῦν δὲ τὰ αἰσθητὰ καὶ συναπογεννᾶται ταῖς αἰσθήσεσι καὶ συνδιαφθείρεται. Ὅταν δὲ κρατούμενοι τούτοις τοῖς λόγοις ἐρωτῶσι, τίς οὖν ἔσται ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ μή, τὸν φρόνιμον καὶ μή, εἰ μὲν τῶν ἀπορούντων εἶεν, ἐροῦμεν πρὸς αὐτοὺς ὅτι τῶν μὲν κατὰ φύσιν κριτικοί ἐσμεν ὡς γευστικοὶ τῶν γλυκέων, τῶν δὲ τὴν κρίσιν τοῖς ἐπιστήμοσι καταλείψομεν, οὓς ἐκ τῶν ἔργων ἔγνωμεν ἐπιστήμονας ὄντας, ἔχομεν δὲ καὶ κοινὰς ἐννοίας, δι’ ὧν πολλὰ δυνάμεθα συνορᾶν, καὶ οὐ χρὴ τὰς ἀρχὰς τῆς γνώσεως ἀποδεικτὰς ποιεῖν· εἰ δὲ τῶν ἐριστικωτέρων, τἀληθῆ καὶ πρὸς τούτους δικαιολογησόμεθα· φήσομεν γὰρ αὐτοὺς ἀδύνατα παρ’ ἡμῶν ἐπιζητεῖν· ἃ γὰρ ἐμέλλομεν αὐτοὺς δρᾶν εἰς ἀντίφασιν περιιστάντες, ταῦτα προλαμβάνοντες αὐτοὶ κατεδέξαντο. καθάπερ οὖν τοὺς ἑαυτοὺς κατακρημνίζοντας ἢ ἄλλως πως ἀποκτιννύντας οὐκ ἔστιν οὐκέτι διὰ κολάσεως ἐπανορθώσασθαι, τὸν αὐτὸν τρόπον οὐδὲ τοὺς λέγοντας ἐν ἀρχῇ τὰ τῶν παραλογωτάτων ἀφρονέστατα δυνατὸν περιτρέψαι· φθάσαντες γὰρ ἃ ἔμελλεν αὐτοῖς ὁ ἔλεγχος εἰς θεραπείαν προσφέρειν, ἐπὶ τὸ ἀνίατοι γενέσθαι προσήλαντο, καὶ τοῦτο τῆς πολυαράτου σοφίας ἀπολελαύκασι τὸ δυνατώτεροι γενέσθαι τῶν ἐπιχειρούντων αὐτοὺς ἰάσασθαι.3 πλὴν τά γε * * * ἐγχωροῦντα λέγεσθαι πρὸς αὐτοὺς τοιαῦτά ἐστιν· εἰ πᾶν τὸ φαινόμενον ἀληθές ἐστι, πρός τί ἐστι τὰ πάντα, ἵνα τόδε ᾖ ἀληθὲς καὶ τότε καὶ διὰ τῆσδε τῆς αἰσθήσεως τοιῶσδε ἐνεργοῦντι· εἰ δὲ μή, οὐδὲν μᾶλλον ἀληθὲς ἢ ψεῦδος εὑρεθήσεται. εἰ τοίνυν πάντα τὰ φαινόμενα ἀληθῆ, πάντα τὰ φαινόμενα πρός τι, καὶ εἰ μὴ πάντα πρός τι, ἀλλ’ ἔστι τι καὶ ἀληθὲς καθ’ αὑτὸ καὶ ὡρισμένην ἔχον φύσιν, οὐ πᾶν τὸ φαινόμενον ἀληθές· τὸ γὰρ αὐτὸ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκὸν φαίνεται· εἰ μὲν οὖν ἑκάτερος αὐτῶν ἀληθεύσει, πρός τι ἂν εἴη τὰ πράγματα. δῆλον γὰρ ὅτι οὐχ ἁπλῶς ἐστι λευκὸν τὸ ὑποκείμενον, ἀλλὰ τῷδε μὲν λευκὸν τῷδε δὲ οὐ λευκόν· εἰ δὲ ὡρισμένην ἔχοι φύσιν τινὰ καὶ εἴη καθ’ αὑτὸ λευκὸν ἢ μὴ λευκόν, δῆλον ὅτι ὁ ἕτερος διέψευσται. ἀληθὴς οὖν ὁ λόγος ὁ συνημμένος· εἰ γὰρ πᾶν τὸ φαινόμενον ἀληθές, πάντα πρός τι· ἀλλὰ μὴν οὐ πάντα πρός τι, ὡς ἐπιδείξω, οὐκ ἄρα πᾶν τὸ φαινόμενον ἀληθές. Ὅτι δὲ μὴ πάντα πρός τι, δείκνυσιν οὕτως· εἰ τὰ δοξαστὰ αὐτὰ πάρεστι κατὰ τὸ ὑποκείμενον σὺν τῇ δόξῃ, οὔτ ἂν ἀπροσδόκητόν τι προσπέσοι οὔτ ἂν δοξασθὲν ἀτελεύτητον μένοι.
他也驳斥了坚持认为凡显现之物皆为真实的普罗泰戈拉,指出他采用了两个假前提:“一切表象皆是感觉,一切感觉皆为真实”,结论是显而易见的;然而小前提全盘皆假,大前提则在某种程度上为假;因为当媒介不造成阻碍时,每种感觉对其固有的对象变得更具支配力。此外他说,那些产生疑难、追问究竟是靠近感觉对象者、健康者、更健壮者与清醒者判断得更好,还是远离感觉对象者、患病者、虚弱者与沉睡者判断得更好的人是可笑的;因为他们自己的态度并非如此(他们的行为表明了这一点),而且他们强迫我们去证明我们从自然所获得的知识原则——感觉与共同概念——对于这些原则,我们的确信超越了一切论证。因此,工匠关于当下和未来的意见,将比外行人的意见更有权威,哪怕外行人在人数上多出许多倍;而视觉在颜色上的判断胜过味觉,正如味觉在滋味上胜过视觉,每种情况皆是如此,固有的评判标准绝不会判定被评判之物“既如此又非如此”。那么又如何呢?难道味觉不是判定同一种酒此时是甜的,彼时是苦的吗?答案是:首先,这是在不同的时间(这并非矛盾);其次,味觉就其自身而言并非酒的评判者,而是甜味的评判者,而由于酒发生变化,或者舌头周围的某种体液与它〔甜味〕纠缠在一起并破坏了它,甜味便不再触及舌头;因为只要甜味持存并触及舌头,味觉就会对它作出相同的判断。总之,引入这些观点的论证企图从事物中取消实体,并从论证中取消必然前提;因为无论在按实体属于的事物上,还是在必然前提上,“既如此又非如此”都没有立足之地。除这些之外,他还指出,那些主张凡显现之物皆为真实的人,使得感觉对象与感觉一同生成。因此,在取消了动物与感觉之后,感觉对象也将不复存在,以至于按照他们的说法,甚至并非万物皆为感觉对象。然而,能动者本应先于受动者;而现在,感觉对象既与感觉一同生成,又与之同归毁灭。当他们被这些论证击败并追问“那么究竟由谁来判断健康者与非健康者、明智者与非明智者”时,如果他们属于真正陷入困惑的人,我们将对他们说:对于依自然的事物,我们作为甜味的品尝者自身便是评判者,而对于其他事物,我们将判断留给专家,我们从其作品中已认识到他们是专家,并且我们还拥有共同概念,通过它们我们能够统观许多事物,而不应当使知识的原则成为可证明之物;但如果他们属于更好辩驳的人,我们也将向他们公正地申明真理;因为我们将指出他们在向我们索求不可能之事;因为我们原本打算通过将他们逼入矛盾境地而对他们做的事情,他们自己却抢先接受了。因此,正如对那些跳崖或以其他方式自杀的人已不可能再通过惩罚来加以纠正一样,以同样的方式,也不可能去驳倒那些从一开始就陈述最荒谬之事中之至愚者;因为他们抢在反驳本要为他们提供治疗之前,就纵身跃入无可救药之境,并从这广受诅咒的智慧中获得了这样的好处:变得比试图医治他们的人更为强大。不过,能够对他们所说的道理大致如下:如果凡显现之物皆为真实,那么万物皆为相对者,以至于对以某种方式活动的主体而言,此物在彼时并通过此特定感觉才是真实的;否则,它被发现是真实并不比是虚假更多。因此,如果一切显现之物皆为真实,则一切显现之物皆为相对者;而如果并非万物皆为相对者,而是存在某种就其自身为真实且具有确定本性的事物,那么便非凡显现之物皆为真实;因为同一事物对此人显得是白的,对彼人则显得是非白的;如果他们二者所言皆真,事物就将是相对的。因为显然底层并非单纯是白的,而是对此人是白的,对彼人是非白的;但如果它具有某种确定的本性,并且就其自身而言要么是白的要么是非白的,那么显然其中一人被欺骗了。因此这个假言论证是真实的:因为如果凡显现之物皆为真实,则万物皆为相对者;然而并非万物皆为相对者,正如我将指出的,所以并非凡显现之物皆为真实。至于并非万物皆为相对者,他论证如下:如果被设想的对象本身随着意见一起实现在底层中,那么既不会发生任何意料之外的事,被设想之事也不会停留在未实现的状态。
- 2.2ἔστι δὲ ἡ μὲν ἐλάττων ὅλη ψευδής, ἡ δὲ μείζων ἐπί τι ψευδής
关于此前所列三段论结构的说明:“一切表象皆是感觉(小前提),一切感觉皆为真实(大前提),因此一切表象皆为真实(结论)”。依照亚里士多德逻辑学的标准用法,包含结论主项(表象)的前提为小前提(ἡ ἐλάττων),包含结论谓项(真实)的前提为大前提(ἡ μείζων)。由于表象与感觉根本不同,小前提全盘皆假;而由于感觉在非理想条件下亦会出错,大前提在部分程度上为假。
- 2.2ἡ δὲ τῆς ὄψεως κρίσις ἐπὶ χρωμάτων τῆς γεύσεως, ὥσπερ ἡ γεῦσις ἐπὶ χυμῶν κρατεῖ τῆς ὄψεως
在前半句“ἡ δὲ τῆς ὄψεως κρίσις ἐπὶ χρωμάτων τῆς γεύσεως”中,承前省略了支配动词或谓词(如前文的“κυριωτέρα [ἔσται]”或后文的“κρατεῖ”),属格“τῆς γεύσεως”作比较属格使用。紧随其后的对称从句“ὥσπερ ἡ γεῦσις ἐπὶ χυμῶν κρατεῖ τῆς ὄψεως”明确补足了这种支配与比较关系。
- 2.2καὶ τοῦτο τῆς πολυαράτου σοφίας ἀπολελαύκασι τὸ δυνατώτεροι γενέσθαι τῶν ἐπιχειρούντων αὐτοὺς ἰάσασθαι
宾格指示代名词“τοῦτο”起到先取(prolepsis)作用,其具体内容由随后的定冠词不定式短语“τὸ δυνατώτεροι γενέσθαι τῶν ἐπιχειρούντων αὐτοὺς ἰάσασθαι”(即:变得比试图医治他们的人更为强大)作同格说明。属格“τῆς πολυαράτου σοφίας”由动词“ἀπολαύω”(享有、承受……后果)所支配。
