← 叙利亚努斯

亚里士多德《形而上学》注释

§75.6-76.24

混淆潜能现实之辨与基于运动论证对矛盾律的维护

叙利亚努解释了否定矛盾律的错误是如何由于混淆生成事物中的潜能与现实(以及非存在的两种意义)和感觉表象的相对性而产生的。随后,他阐述了亚里士多德的反驳:感觉事物中相的持存、天界与可知解不动原因的稳定性,以及相反者若在现实中同时存在将消灭一切运动和变化的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#12

διχῶς τοίνυν λεγομένου τοῦ ὄντος, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ,1 μοναχῶς αὐτὸ λέγεσθαι ὑπελάμβανον. καὶ πάλιν τοῦ μὴ ὄντος διχῶς λεγομένου (μὴ ὂν γὰρ καὶ τὸ μηδαμῇ μηδαμῶς ὂν καὶ τὸ μήπω ὄν, ὃ εἰς ταὐτὸν ἔρχεται τῷ δυνάμει ὄντι) κατὰ τὸν πρότερον τρόπον μόνως ὑπελάμβανον καὶ τοῦτο λέγεσθαι. φήσομεν οὖν πρὸς αὐτούς, ὅτι τὸ γιγνόμενον καὶ ἐξ ὄντος2 γίγνεται καὶ ἐκ μὴ ὄντος, ἐξ ὄντος τοῦ δυνάμει, ἐκ μὴ ὄντος τοῦ μήπω ὄντος· ἄνθρωπος γὰρ καὶ ἐξ ἀνθρώπου τοῦ δυνάμει καὶ ἐξ οὐκ ἀνθρώπου· τοιοῦτον γὰρ τὸ σπέρμα καὶ πολὺ πρὸ αὐτοῦ ἡ ὕλη. τὸ αὐτὸ οὖν καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, ἀλλ’ οὐχὶ τὰ ἐνεργείᾳ ἤδη ὄντα, ἀλλὰ τὰ δυνάμει. καὶ ταῦτα περὶ τῶν ἐν γενέσει. Δεῖ δὲ ἐννοεῖν καὶ τὰ θειότατα τῶν ὄντων καὶ νοητὰ καὶ ἀκίνητα, ὅπου καὶ τὸ δυνάμει πᾶν διαγέγραπται. καθαραὶ γὰρ ἐνέργειαι τἀκεῖ, ἐφ’ ὧν οὐδ’ ἄχρις ἐμφάσεως ταὐτὸν καὶ ἔστι καὶ οὐκ ἔστι·3 πέρατα γὰρ πάντα καὶ ὅροι, καὶ τὸ ἀόριστον ἐκεῖθεν ἐξελήλαται. δείξας δὲ ὁ φιλόσοφος ἐκ τῶν ἐν γενέσει πραγμάτων διαστραφέντας τοὺς τὴν ἀντίφασιν οἰηθέντας συναληθεύειν τῷ μὴ τὸ δυνάμει τοῦ ἐνεργείᾳ διαστῆσαι, καὶ τοὺς ἀμφὶ τὸν Πρωταγόραν ἐκ τῶν αἰσθητῶν φησιν ἄλλοτε ἀλλοίων φαινομένων ταύτην ἔχειν τὴν ὑπόληψιν, ὡς ἄρα τὸ φαινόμενον ἑκάστῳ τοῦτο καὶ ἔστιν· οὔτε γὰρ πλήθει καὶ ὀλιγότητι τῶν ἀποφαινομένων ἔδει κρίνεσθαι τὰ πράγματα, οὔτε ἄλλη τις αὐτῶν ἐπενοεῖτο διάκρισις. σαφῶς τε τὰ αὐτὰ γλυκέα μὲν ἡμῖν τοῖς ὑγιαίνουσι φαίνονται, πικρὰ δὲ τοῖς νοσοῦσι, καὶ πικρὰ μὲν ἡμῖν, ἄλλοις δὲ ζῴοις γλυκέα, ὡς ὁ θαλλὸς τῆς ἐλαίας. ὅθεν καὶ ὁ Δημόκριτος ἀπεφαίνετο μηδὲν εἶναι ἀληθὲς 〈ἢ〉 ἡμῖν ἄγνωστον, Ἐμπεδοκλῆς τε καὶ Παρμενίδης εἰς ταὐτὸν ἦγον τῷ φαινομένῳ τὸ ἀληθές· Ἀναξαγόρου τε λόγον ἀπομνημονεύει τοιαῦτα ἡμῖν ἔσεσθαι τὰ πράγματα διισχυριζόμενον ὁποῖοί ποτ’ ἂν ὦμεν αὐτοί· καὶ Ὅμηρος δέ φησιν τὸν παραφρονοῦντα Ἕκτορα ὁμοίως ἔχειν φρόνησιν εἰ καὶ ἄλλην, ἀλλὰ μὴ τὴν τοῦ ὑγιαίνοντος· “κεῖτο γὰρ ἀλλοφρονέων.” ταῦτα δὲ ὅτι μὲν οἱ παλαιοὶ οὐχ οὕτως εἶπον ὡς νῦν ὁ Ἀριστοτέλης ἐκλαμβάνει, πρόδηλον. αὐτὸς δὲ ὡς τούτων οὕτω διακειμένων, οἳ δοκοῦσιν ἡγεμόνες εἶναι τῆς παρ’ Ἕλλησι φιλοσοφίας, εἰκότως ἀθυμεῖν φησι τοὺς ἐπὶ ἄγραν τἀληθοῦς ἰόντας, μήποτε τὰ ἀκίχητα διώκουσι. Πρὸς οὖν πάντας αὐτοὺς οὕτως ἀπαντᾷ· πρῶτον μὲν τὰ ὄντα οὐκ ἔστι μόνα τὰ αἰσθητά· ἐν γὰρ τούτοις πολὺ τὸ ἐκ τῆς ὕλης ἀόριστον καὶ τὸ δυνάμει καὶ ἡ τῶν ἀντικειμένων φαντασία, ὡς καὶ τὸν Κρατύλον δοκεῖν τι λέγειν ἐγκαλοῦντα τῷ διδασκάλῳ, ὅτι δὶς ἔφη μὴ δύνασθαι ἡμᾶς εἰς τὸν αὐτὸν ἐμπεσεῖν ποταμόν·4 οὐδὲ γὰρ οὐδὲ ἅπαξ δυνατὸν εἶναι. ἔπειτα δὲ ὅτι καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς τὸ μέν τι μεταβάλλει τὸ δὲ μένει· μεταβάλλει μὲν γὰρ 〈ἡ〉 ποσότης καὶ τἆλλα πάθη, μένει δὲ τὸ εἶδος τὸ Σωκράτους ἐκ γενετῆς ἄχρι θανάτου. καίτοι οὐδὲ τὸ μεταβάλλον αὐτοῦ πάντῃ οὐ μένει· οὐ γὰρ μεταβέβληκεν ἀλλὰ μεταβάλλει· σαφῶς δὲ τὸ εἶδος ὑπομένει, ὥστε μηκέτι χώραν ἔχειν ἐπ’ αὐτοῦ τὸ Σωκράτης καὶ οὐ Σωκράτης. καὶ ταῦτα μὲν περὶ τῶν ἐνύλων. ἔδει δὲ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψαι πλήρη ὄντα θείων καὶ ἀπαθῶν οὐσιῶν, καὶ οὔτε αὐτὸν εἰσδεχόμενόν τι ἀόριστον ἀπὸ τῆς γενέσεως οὔτε τὰ τῇδε πάντῃ πέρατος καὶ συνοχῆς ἔρημα καταλιμπάνοντα· ἔδει δὲ καὶ τῶν νοητῶν καὶ ἀκινήτων αἰτίων εἰς ἔννοιαν ἐλθεῖν, ἐξ ὧν ἁπάντων δυνατὸν ἦν συλλογίσασθαι, ὅτι οὐ πᾶν οὕτω τε καὶ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν νοητὰ καὶ τὰ οὐράνια ἕστηκεν, ἕνα ὅρον καὶ μίαν ἀεὶ τάξιν διαφυλάττοντα, τὰ δὲ ἐν γενέσει μικρὰ ὄντα καὶ τῷ ὄγκῳ καὶ τῇ ἀξίᾳ ὡς πρὸς τὸν ὅλον οὐρανὸν ἐνεργείᾳ μὲν οὐ δέχεται ποτε τἀναντία, δυνάμει δὲ διὰ τὴν ὕλην. ἐπεὶ εἰ ἐνεργείᾳ ἦν ἐν τοῖς γενητοῖς τὰ ἀντικείμενα, οὐδ’ ἂν κίνησις ὤφθη ἐν αὐτοῖς5 οὐδέ τις τρόπος μεταβολῆς· νυνὶ γὰρ τὸ λευκὸν γέγονέ τε ἐξ οὐ λευκοῦ καὶ μεταβάλλει εἰς μὴ λευκόν. εἰ δὲ κατὰ ταὐτὸν καὶ λευκόν ἐστι καὶ οὐ λευκόν, καὶ ἀγένητόν ἐστι καὶ ἄφθαρτον καὶ πάντῃ ἀμετάβλητον· εἰς ὃ γὰρ μεταβαλεῖ, οὐκ ἔχει· ὥστε συμβαίνει πάντα ἱστάνειν τοὺς ἐνεργείᾳ τὰ ἀντικείμενα φάσκοντας ἐν τοῖς γενητοῖς εἶναι. μεταβολῆς δὲ ἀναιρουμένης οὐδ’ ἂν γένεσις οὐδ’ ἂν γενητόν τι εἴη· πάντα γὰρ ὑπάρχει πᾶσι.

因此,尽管“存在”是在双重意义上被言说,一方面是在潜能中,另一方面是在现实中,他们却认为它只在一种意义上被言说。再者,尽管“非存在”是在双重意义上被言说(因为非存在既指绝无任何方式存在之物,也指尚未存在之物,而后者与潜能中存在之物归为同一),他们却认为这也是仅按照前一种方式被言说的。因此我们将对他们说,生成之物既由存在之物生成,也由非存在之物生成——由潜能中存在之物生成,以及由作为尚未存在者的非存在之物生成;因为人既由潜能中的人生成,也由非人生成;因为种子便是如此,而远在其之前的质料更是如此。因此同一事物既是人又是非人,但并不是那些已经在现实中存在的事物,而是那些在潜能中的事物。这些是关于生成中的事物。但也必须留意那些在存在之物中最具神圣性的、可知解且不动的存在者,在它们那里一切潜能都被抹除。因为那里的事物是纯粹的现实,在它们身上甚至连外表上同一事物既存在又不存在的情况都不会发生;因为万物皆是界限与限定,而不定者已被从那里逐出。哲学家在指出了由于未将潜能之物与现实之物区分开,那些认为矛盾双方同时为真的人是被生成中的事物所歪曲之后,又说普罗泰戈拉等人也是由于感觉事物在不同时候显得不同而持有这种假设,仿佛凡是显现给各人的,这便确实存在;因为事物既不应当通过表态者的人数多寡来评判,人们也未曾设想出对它们的任何其他辨别方式。而且显然,同一事物对于健康的我们显得是甜的,对于患病者显得是苦的;对于我们显得是苦的,但对于其他动物却是甜的,例如橄榄的嫩枝。由此德谟克利特也断言没有任何事物是真实的,或者真理对我们是不可知的;恩培多克勒与巴门尼德也把真实之物归为与显现之物同一;他还记起了阿那克萨哥拉的言论,该言论断言事物对我们将是怎样的,取决于我们自己究竟是怎样的;荷马也说发疯的赫克托耳同样具有心智,即使是另一种心智,而不是健康者的心智:“因为他躺着,心怀异念。”然而,古人并非像亚里士多德现在所理解的那样去说的,这一点显而易见。但他本人说,鉴于这些看似希腊人哲学的领袖人物持这种态度,那些奔赴真理之狩猎的人合理地感到气馁,唯恐自己追逐的是不可企及之物。 因此他对所有这些人作如下回应:首先,存在之物并不仅是感觉事物;因为在这些事物中,有许多来自质料的不定者、潜能以及对立面的表象,以至于克拉底鲁在责难其老师时似乎也说得有些道理,因为老师曾说我们不能两次踏入同一条河流,而克拉底鲁却说甚至连一次也不可能。其次,即使在感觉事物自身中,也是一部分在变化,另一部分在留存;因为数量与其他被动性质在变化,但苏格拉底的相从出生到死亡一直留存。然而即使是他身上变化的部分,也并非全然不留存;因为它并未已经改变,而是在改变着;而相显然是持存的,以至于在他身上“苏格拉底又非苏格拉底”不再有立足之地。这些是关于质料之中的事物。但人们还应当仰望充满神圣且不受动之实体之天空,它自身既不从生成中接纳任何不定者,也不将此地的存在物完全抛弃在界限与统合的荒绝之中;而且还应当进入对可知解且不动之原因的把握,从所有这一切中本可以推论出,并非一切事物既如此又不如此,而是可知解之物与天界之物稳定不动,始终保持着一个界限与一种秩序,而生成中的事物无论在体积上还是在尊贵程度上与整个天空相比都是微小的,它们在现实中绝不接纳相反者,而由于质料在潜能中接纳。因为如果相反者在现实中存在于生成之物中,在它们之中就不会见到运动,也不会见到任何变化的方式;因为现在白的是从非白生成的,并且向不白转变。但如果根据同一方面它既是白的又是非白的,它就既是非生成的、不可毁灭的,又是完全不可变化的;因为对于它将变成什么,它并不具有这样的目标;因此,主张相反者在现实中存在于生成之物中的人,结果导致使万物静止不动。而若变化被取消,就既不会有生成,也不会有任何生成之物;因为一切事物都将属于一切事物。

语法注5 条
  1. 2.2διχῶς τοίνυν λεγομένου τοῦ ὄντος, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ

    独立属格结构,其中 τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ 作为 τοῦ ὄντος 的部分同位语。主句未明言的主语是前文提及的否定矛盾律者,αὐτό(即 τὸ ὄν)作 ὑπελάμβανον 的宾语。

  2. 2.2ὅτι τὸ γιγνόμενον καὶ ἐξ ὄντος γίγνεται καὶ ἐκ μὴ ὄντος, ἐξ ὄντος τοῦ δυνάμει, ἐκ μὴ ὄντος τοῦ μήπω ὄντος

    相关连词 καὶ... καί... 表示并列(“既从……又从……”)。后面的 ἐξ ὄντος τοῦ δυνάμει 与 ἐκ μὴ ὄντος τοῦ μήπω ὄντος 作为同位介词短语,分别对前面的两项加以限定说明。

  3. 2.2ἐφ’ ὧν οὐδ’ ἄχρις ἐμφάσεως ταὐτὸν καὶ ἔστι καὶ οὐκ ἔστι

    关系词短语 ἐφ' ὧν 指向先行词 τἀκεῖ(即 τὰ ἐκεῖ,可知解与神圣领域的事物),表示其所适用的领域。οὐδ’ ἄχρις ἐμφάσεως 为副词性短语,意为“甚至未达到表面显现的程度”。

  4. 2.2ὡς καὶ τὸν Κρατύλον δοκεῖν τι λέγειν ἐγκαλοῦντα τῷ διδασκάλῳ, ὅτι δὶς ἔφη μὴ δύνασθαι ἡμᾶς εἰς τὸν αὐτὸν ἐμπεσεῖν ποταμόν

    结果从句使用 ὡς 加宾格不定式结构(τὸν Κρατύλον δοκεῖν)代替 ὥστε。习语 δοκεῖν τι λέγειν 意为“显得言之成理”。ὅτι 从句中间接引述了赫拉克利特的命题(μὴ δύνασθαι...),作为克拉底鲁(ἐγκαλοῦντα)责难其师的内容。

  5. 2.2ἐπεὶ εἰ ἐνεργείᾳ ἦν ἐν τοῖς γενητοῖς τὰ ἀντικείμενα, οὐδ’ ἂν κίνησις ὤφθη ἐν αὐτοῖς

    ἐπεί(“因为否则”)引导与事实相反的条件句(εἰ 加未完成时直陈式 ἦν,后承分句为被动不定过去时直陈式 ὤφθη 加 ἄν)。通过假设与现实相反的情况,推导出根本不可能观察到运动的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:75.6-76.24