← 叙利亚努斯

亚里士多德《形而上学》注释

§73.20-75.6

万物皆假论的度数反驳与对立共存的误区

叙利亚努斯阐释了亚里士多德通过真理的程度(较真)来论证真理本身存在以反驳“万物皆假”说,并从柏拉图主义视角作了评论。随后他将普罗泰戈拉的相对主义观点与纯粹的自相矛盾区分开来,并剖析了早期哲学家因感觉变化和“无中不能生有”原则而在现实中假定对立面共存的致错原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#11

διὸ καὶ μᾶλλον ὤφειλον ἑαυτῶν ἐπιμεληθῆναι ὡς οὔπω τὸ τέλειον ἐχόντων πρὸς ἀλήθειαν· ὡς γὰρ ὁ νοσώδης προσεκτικώτερος εἶναι τοῦ ὑγιαίνοντος ὀφείλει περὶ τὰ ὑγιεινά, εἰ μέλλοι ποτὲ παύσασθαι τῆς παρὰ φύσιν διαθέσεως, οὕτως ὁ μήπω κτησάμενος ἐπιστήμην συντείνειν ἑαυτόν ἐστι δίκαιος1 πρὸς τὴν κτῆσιν αὐτῆς, ἵνα γένηταί ποτε ἀληθευτικός. Ἐπιχειρεῖ δὲ καὶ οὕτω πρὸς τοὺς πάντα ψευδῆ λέγοντας εἶναι. ἔστω, φησί, πάντα ψευδῆ, ἆρα καὶ ὁμοίως πάντα ψευδῆ; καὶ ὁ τὰ δύο λέγων ἄρτια τῷ τὰ τρία λέγοντι ἄρτια ὁμοίως ψεύδεται, ἢ ὁ τὰ τέσσαρα λέγων εἶναι πέντε τῷ χίλια εἰπόντι παραπλησίως ἐξαμαρτάνει; ἢ ἐπὶ μὲν τοῦ προτέρου ὁ μὲν ἀληθεύει ὁ δὲ ψεύδεται, ἐπὶ δὲ τοῦ δευτέρου ὁ μὲν ὀλίγον ὁ δὲ πολὺ παρορᾷ; ἀλλ’ ὅμως ψευδέσθωσαν μὲν πάντες διὰ τὴν ὑπόθεσιν, ἀλλ’ ἆρα οὐκ ἂν τὸν μὲν ἧττον τὸν δὲ μᾶλλον ἀπεσφάλθαι λέγοι τις ἄν αὐτοῦ τἀληθοῦς; καὶ μὴν εἰ τοῦτο συγχωρηθείη, τότ’ ἤδη εἰπέν τι ὡς ἀληθές, οὗ ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον ἀποπέπτωκεν.2 εἰ δέ τις μηδὲ τοῦτον ἡμῶν τὸν τρόπον κατασκευαζόντων εἶναι τὸ ἀληθὲς ἀνέχοιτο, ἀλλ’ ἐκεῖνό γε ἂν κερδάναιμεν ἐκ τοῦ λόγου, τὸ μὴ ὁμοίως πάντα πρὸς ἀλήθειαν ἢ πρὸς ψεῦδος ἔχειν, ᾧ τὸ μηδὲν ὡρίσθαι παρείπετο. διὸ τῆς ἄγαν ἀκράτου παραφροσύνης ἀπαλλαγέντες ἀμυδρὸν μὲν εἰσδέξασθαι τῶν πραγμάτων ὅρον αὐτοὺς ἠναγκάσαμεν, ὅμως δὲ γέγονέ τι τῶν προὔργου καὶ διὰ ταύτης τῆς ἐρωτήσεως. ταυτὶ δὲ λέγοντος τοῦ Ἀριστοτέλους καὶ διὰ τοῦ μᾶλλον ἀληθοῦς τὸ εἶναι αὐτὸ τἀληθὲς ἐπιχειροῦντος δεικνύναι, θαυμάζω μὲν τῆς ἀγχινοίας καὶ τῆς ἀποδεικτικῆς ἐπιστήμης τὸν ἄνδρα, ἠβουλόμην δὲ καὶ περὶ κύκλου καὶ ἴσου καὶ τῶν παραπλησίων τὰς αὐτὰς ἀφιέναι φωνὰς τὸν φιλόσοφον· εἰ γὰρ ὁ ἐν οὐρανῷ κύκλος καὶ μᾶλλον ἴσον, εἴη ἂν καὶ αὐτοκύκλος καὶ τὸ αὐτοΐσον. ἀλλὰ ταῦτα μὲν καὶ εἰς ἑτέραν ὑπερτεθείσθω σχολήν. Πάλιν δὲ ὁ Ἀριστοτέλης εἰς ταὐτὸν ἄγει τὴν Πρωταγόρου δόξαν τοῖς τὰ μόρια τῆς ἀντιφάσεως συναληθεύειν λέγουσι. δεῖ δὲ ἐπιστῆσαι, μήποτε τούτοις μὲν καὶ ἡ Πρωταγόρου δόξα καὶ πᾶσα παραφορὰ παρέπεται ἅτε σύγχυσιν ἐργαζομένοις τῶν ὅλων, Πρωταγόρᾳ δὲ οὐχ ἕπεται τὸ κατὰ τὴν ἀντίφασιν ἁμάρτημα· εἰ μὲν γὰρ τῷ αὐτῷ καὶ γλυκὺ τὸ αὐτὸ καὶ οὐ γλυκὺ ἔλεγεν εἶναι, σαφῶς περιέπιπτε τῷ κατὰ τὴν ἀντίφασιν ἁμαρτήματι· εἰ δὲ τῷδε μὲν ✘μὴ✙ γλυκύ φησιν αὐτὸ εἶναι τῷδε δὲ γλυκὺ καὶ ὅλως τὴν ἀλήθειαν καὶ τὰ πάντα εἶναι πρός τι, οὐκ ἂν ἴσως τὸ κατὰ τὴν ἀντίφασιν ἀξίωμα συνταράττοι. ἔστωσαν δύο οἱ δοκοῦντες ἀντιφάσκειν καὶ ὁ μὲν λεγέτω καὶ νομιζέτω τοῦτ’ εἶναι λευκόν, ὁ δὲ μὴ εἶναι λευκόν· ἐπιστὰς αὐτοῖς ὁ Πρωταγόρας ἐρεῖ δηλονότι ταυτὶ μὴ μάχεσθαι πρὸς ἄλληλα, ἑκάτερον γὰρ αὐτῶν ἀληθεύειν, καὶ εἶναι τούτῳ μὲν λευκὸν τὸ ὑποκείμενον τούτῳ δὲ οὐ λευκόν, ταῦτα δὲ οὐκ ἀντίφασιν εἶναι, ὥσπερ οὐδ’ εἰ τὸν ὀκτὼ διπλάσιόν τε καὶ μὴ διπλάσιον λέγοι τις, τῶν μὲν τεσσάρων διπλάσιον ἄλλων δέ τινων οὐ διπλάσιον. ταυτὶ μὲν ἐπὶ τοσοῦτον ἠπορήσθω. Φησὶ δὲ Ἀριστοτέλης τοὺς ἀντιλέγοντας τῷ τῆς ἀντιφάσεως ἀξιώματι διττοὺς εἶναι, καὶ τοὺς μὲν ἀγωνιστικωτέρων χρῄζειν ἐλέγχων, ὅσοι λόγου χάριν καὶ τῆς παρὰ τοῖς πολλοῖς εὐδοκιμήσεως προΐστανται ταύτης τῆς θέσεως, πρὸς οὓς καὶ ἤδη ἀπήντησεν ἱκανῶς, ἑτέρους δὲ διαταραχθέντας ἔκ τινων ἀποριῶν καὶ ὥσπερ παρενεχθέντας τῇ ταραχῇ τῆς διανοίας, οὓς καὶ ὑφηγητικωτέρων ἀξιώσει λόγων, λύων αὐτῶν τοὺς διανοητικοὺς δεσμοὺς καὶ ἐπὶ τὰς κατὰ φύσιν ἐννοίας ἀνακαλούμενος. οὔτε δὲ ἰατρὸς ὁ τὴν αἰτίαν τοῦ ἀρρωστήματος ἀγνοῶν ἱκανὸς θεραπεῦσαι τὸν κάμνοντα, οὔθ’ ὁ τῆς ψυχῆς κηδεμὼν μὴ διακαθήρας πρότερον τὴν ψυχὴν καὶ τὰς αἰτίας τῆς ψευδοδοξίας ἐπισκεψάμενος δύναιτ’ ἂν ἐπὶ τὸ τέλειον ἡμᾶς ἀναπέμψαι. διά τοι τοῦτο καὶ ὁ φιλόσοφος τὰς αἰτίας τῶν κατὰ τοῦτο ψευδοδοξούντων διερευνώμενος ἀπὸ τῆς τῶν αἰσθητῶν μεταπτώσεως καὶ συνεχοῦς μεταβολῆς καὶ τῆς ἐπὶ τἀναντία τροπῆς φησιν αὐτοὺς διεστράφθαι. ὁρῶντες γὰρ ἐκ τῶν αὐτῶν γιγνόμενα θερμὰ ψυχρά, 〈ὑγρὰ〉 ξηρά, σκληρὰ μαλακά, καὶ πάσας τὰς ἐναντιώσεις, καὶ προειληφότες ὅτι ἐκ μὴ ὄντος οὐδὲν ἂν γένοιτο, ὑπέλαβον τὴν ὑποκειμένην φύσιν καὶ θερμὴν εἶναι καὶ οὐ θερμήν, καὶ ὑγρὰν καὶ οὐχ ὑγράν· * * * ἔπεισεν ἐν πάσῃ ὁμοιομερείᾳ πάντα λέγειν εἶναι κατ’ ἐνέργειαν, δέον μὴ ὑποτίθεσθαι κατ’ ἐνέργειαν ἅμα τἀναντία ἀλλὰ δυνάμει·3 οἱ δὲ ἐνεργείᾳ αὐτὰ ὑπετίθεντο, πρᾶγμα μηδ’ ἐπινοηθῆναι σωφρόνως δυνάμενον.

因此,他们作为在真理方面尚未拥有完满性的人,更应当照料自身;因为正如体弱多病者若想有朝一日摆脱反常的状态,就必须比健康者更加注意养生之事,同样,尚未获得科学知识的人理当奋力去获取它,以便有朝一日成为说真话的人。他也通过如下方式反驳那些主张万物皆假的人。他说,假定万物皆假,难道万物都同样是假的吗?说二是偶数的人,与说三是偶数的人是在同样地说谎吗?或者说四是五的人,与说它是千的人犯了类似的错误吗?抑或在前者中一者为真而另一者为假,在后者中一者稍有看错,而另一者则大错特错?然而,即便由于这个假说让所有人都在说假话,但难道不能说一者较少而另一者较多地偏离了真理本身吗?如果这一点得到承认,那么当时就已经言说了作为真实的某种东西,而一者偏离它较少,另一者偏离它较多。但如果有人甚至不接受我们以此种方式确立真理的存在,我们至少也能从该论证中获得这一点:并非一切事物对于真理或谬误都具有同等的地位,而“没有任何事物被限定”这一结论曾伴随着〔一切事物具有同等地位这一主张〕。因此,摆脱了过度纯粹的狂乱之后,我们迫使他们接受了事物的一个模糊界限,然而通过这一提问,某种有益的事情依然达成了。在亚里士多德言说这些并试图通过较真之物来证明真理本身的存在时,我钦佩此人的敏锐与论证之知,但我曾希望这位哲学家也对圆、相等以及类似事物发出同样的言论;因为如果在天界中有圆以及更为相等之物,那么也应当有圆自身和相等自身。但这些事情且推迟到另一讲席中去。 亚里士多德又将普罗泰戈拉的意见与那些主张矛盾双方同时为真的人的意见归为同一。但必须注意,是否对于后者而言,由于他们造成了整体的混淆,普罗泰戈拉的意见与一切狂乱确实都伴随着他们,但对于普罗泰戈拉而言,关于矛盾的错误却未必随之而来。因为如果他是对同一人说同一事物既甜又不甜,显然就陷入了关于矛盾的错误;但如果他说这事物对此人而言是不甜的,对那人而言是甜的,并且一般而言真理与万物皆属相对之物,他或许就不会扰乱关于矛盾的公理。设想有看似相互矛盾的两人,一人言说并认为这是白的,另一人则〔言说并认为〕这不是白的;普罗泰戈拉降临在他们中间,显然会说这些言论并不相互冲突,因为他们各自都在说真话,底层主体对此人是白的,对那人则不是白的,而这些并不是矛盾,正如有人说八既是倍数又不是倍数——对四而言是倍数,对某些其他数而言则不是倍数。关于这些事情,且存疑至此。 亚里士多德说,反对矛盾公理的人有两类:一类需要更有斗争性的反驳,即凡是为了争辩和大众间的声誉而维护这一主张的人,亚里士多德此前已经对他们作了充分的迎战;另一类则是因某些疑难而陷入混乱、仿佛被理智的动荡所带偏的人,他将认为他们配得上更有启发性的言论,解开他们的思想羁绊,将他们召回符合本性的观念中。不知道疾病原因的医生不足以医治病患,而灵魂的照护者若不先彻底净化灵魂并探明假意见的原因,也无法将我们引向完满。正因如此,这位哲学家在探究关于此点抱持假意见者的原因时,说他们是因感觉事物的转变、连续变化以及向对立面的转化而变扭曲的。因为他们看到由同一事物产生出热的与冷的、湿的与干的、硬的与软的,以及一切对立面,并且预先假定无中不能生有,便认为底层本性既是热的又是非热的,既是湿的又是非湿的:[……]劝诱他们在每一个同质部分中主张万物皆在现实中存在,本来不应当假定对立面同时在现实中存在,而应假定其在潜能中存在;但他们却在现实中假定了它们,这甚至是健全心智所无法想象的事情。

语法注3 条
  1. 2.2συντείνειν ἑαυτόν ἐστι δίκαιος

    δίκαιός ἐστι +不定词的人称构文(personal construction),等同于非人称的 δίκαιόν ἐστι αὐτὸν συντείνειν(“他努力是理所应当的”),表示某人理当或应当做某事。

  2. 2.2τότ’ ἤδη εἰπέν τι ὡς ἀληθές, οὗ ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον ἀποπέπτωκεν

    直说法过去时(不定过去时)εἰπέν(即 εἶπε)的主语是前述假定的论辩对手(或泛指的言说者:“其人已说出了……”),表示即刻的逻辑推论。关系代名词 οὗ 作为夺格/分离属格修饰 ἀποπέπτωκεν(“偏离”),先行词为 τι。

  3. 2.2δέον μὴ ὑποτίθεσθαι κατ’ ἐνέργειαν ἅμα τἀναντία ἀλλὰ δυνάμει

    非人称动词 δεῖ 的中性分词宾格构成的宾格绝对结构(accusative absolute),带有与事实相反的应当意味:“本来不应当假定对立面同时在现实中存在,而应假定其在潜能中存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:73.20-75.6