- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:71.34-73.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯考察了矛盾的肯定与否定究竟是各自单独为真还是仅作为复合为真,指出这两种立场都会导致意义丧失和万物合一等逻辑崩溃。他进而论证,奔向墨加拉或避开悬崖等实际行动证明,人们在现实中绝不可能对万物真正悬搁判断,而是依据确定的分辨来行动。
καὶ εἰ μὴ πᾶσαι δὲ αἱ καταφάσεις, ἀλλ’ αἱ ἀποφάσεις πᾶσαι κατὰ τοῦ αὐτοῦ,1 εὑρεθείη ἄν τι βέβαιον ἐν αὐτοῖς μὴ ὄν. καίτοι γελοιότατόν ἐστι στερήσει μὲν βεβαιότητα διδόναι, εἴδει δὲ μὴ διδόναι· τοῦτο δὲ συμβαίνει, ἐὰν πᾶσαν μὲν κατάφασιν σὺν τῇ ἀποφάσει λέγωσι παρεῖναι, μὴ πάσῃ δὲ ἀποφάσει συνεῖναι κατάφασιν· πῶς γὰρ οὐκ ἄτοπον τὴν ἀπόφασιν βεβαιοτέραν εἶναι καὶ ἀμικτοτέραν καὶ γνωριμωτέραν τῆς καταφάσεως; ἀλλ’ ὅμως διδόασί τε καὶ ὥρισται εἴτε στέρησις εἴθ’ ὅ τι ποτέ. ἂν δὲ κατὰ ταὐτοῦ καὶ τὰς καταφάσεις πάσας ἀληθεύεσθαι λέγωσι καὶ τὰς ἀποφάσεις, ἐρωτητέον αὐτούς, εἰ καὶ καθ’ αὑτὴν ἑκατέρα λεγομένη ἀληθεύει, οἷον· ‘ἔστι τουτὶ ἄνθρωπος’ καὶ πάλιν· ‘οὐκ ἔστι τουτὶ ἄνθρωπος,’ ἢ καθ’ ἑαυτὴν μὲν οὐδετέρα τούτων ἀληθεύει, τὸ συναμφότερον δὲ μόνως ποιεῖ τὴν ἀλήθειαν· ‘ἔστιν ἄνθρωπος, οὐκ ἔστιν ἄνθρωπος’· ὁπότερον γὰρ ἂν ἕλωνται, κἂν κοινῇ τῶν διαιρέσεων ἑκατέραν κἂν ἰδίᾳ, συμβήσεται ἄτοπα. εἴτε γὰρ μὴ ἀληθεύουσιν ἰδίᾳ λεγόμεναι, πρῶτον μὲν οὐδὲν σημαίνουσι· κατάφασις γὰρ μὴ ἀληθεύουσα ἢ ψευδομένη σημαίνει οὐδέν. ἔπειτα οὐδὲ ἔσται τι ἐν τοῖς πράγμασιν, εἴπερ μήτε καταφῆσαι ἔστι περί τινος αὐτῶν ἰδίᾳ μήτε ἀποφῆσαι. εἰ δὲ μή ἐστι τι, οὐδ’ ἄνθρωπος, εἴπερ γὰρ τι τῶν ὄντων ὁ ἄνθρωπος. ὥστε οὐδὲ τὸ φθεγγόμενον οὐδὲ τὸ βαδίζον ἀνθρώπου μὴ ὄντος. Ἔτι δὲ τοῦδε παραδοξότερον τὸ πάλιν ἕκαστον πάντα ἓν ἀναφαίνεσθαι· εἰ γὰρ ταὐτὸν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος καὶ τοῖχος καὶ οὐ τοῖχος, πάντα ἂν εἴη ἅμα· καὶ οὐδὲν ἄρα ἔσται καὶ πάντα ἕν, εἴπερ ἰδίᾳ μὲν αἱ καταφάσεις μηδὲν σημαίνοιεν μηδ’ αἱ ἀποφάσεις, συναφθεῖσαι δὲ ἀλλήλαις μόνως ἀληθεύοιεν. εἰ δὲ καὶ διαιροῖεν αὐτὰς ἀπ’ ἀλλήλων καὶ λέγοιεν ἀληθεύειν, καὶ πάντα ἂν εἴη τὸ αὐτὸ διὰ τὰς καταφάσεις καὶ οὐδὲν διὰ τὰς ἀποφάσεις. ὥστε τοῦτο μὲν κοινὸν τῶν δύο ὑποθέσεων· ἴδιον δὲ τῆς μὲν τὸ τὰς καταφάσεις καὶ τὰς ἀποφάσεις διαιρουμένας λέγειν μηδὲν σημαίνειν, τῆς δὲ τὸ πάντας λέγειν ἀληθεύειν καὶ πάντας ψεύδεσθαι· εἰ γὰρ πᾶσα κατάφασις ἀληθὴς καὶ πᾶσα ἀπόφασις ἀληθής, 〈ὁ〉 ὁτιοῦν λέγων ἀληθεύει μὲν δι’ ὃ λέγει, ψεύδεται δὲ ὅτι καὶ τὸ ἀντικείμενον αὐτῷ ἀληθές ἐστιν· ὥστε καὶ αὐτὸς ἑαυτὸν ὁμολογεῖ ψεύδεσθαι. εἰ γὰρ λέγοι τόδε εἶναι ἄνθρωπον, ὁμολογοῖ δὲ αὐτὸ εἶναι καὶ μὴ ἄνθρωπον, ὁμολογεῖ καὶ ἑαυτὸν ἐψεῦσθαι, ὅτε τὸν μὴ ἄνθρωπον ἄνθρωπον ἔλεγεν ἀφωρισμένως. καὶ δῆλον εἶναί φησιν ὁ Ἀριστοτέλης, ὅτι ὁ τοιοῦτος ἀνεπιτήδειος εἰς λόγων κοινωνίαν. ἑαυτῷ γὰρ παρὰ πόδας ἀντιφάσκει ἀναιρῶν ἃ τίθησι, καὶ πάλιν καὶ τὴν ἀντίφασιν αὐτὴν ἀναιρῶν, ἵνα μηδὲν ὡρισμένον ἀπολίπῃ, οὕτως ἑαυτὸν εἰς τὸ ἀόριστον καὶ σκοτεινὸν καὶ ἄτακτον καὶ ἄγνωστον συνελαύνει. ὅμως ἐρωτᾷ πάλιν αὐτούς· ἆρα ὁ μὲν διακεῖσθαι νομίζων τοιῶσδε τὸ ὑποκείμενον οἷον τεθερμάνθαι ψεύδεται, ὁμοίως καὶ ὁ μὴ τεθερμάνθαι, ὁ δὲ τὸ συναμφότερον καὶ οἰόμενος καὶ φθεγγόμενος οὗτος ἀληθεύει; εἰ γὰρ μηδ’ οὗτος ἀληθεύει, πῶς ἔτι φασὶ τοιαύτην εἶναι τῶν πραγμάτων τὴν φύσιν, ὡς οὕτω τε καὶ μὴ οὕτως ἔχειν; ἀλλ’ ἆρα οὐδέτεροι μὲν ἀληθεύουσιν, ἵνα μὴ σὺν τῇ ἀληθείᾳ τὸ ὡρισμένον εἰς τὰ πράγματα παρέλθῃ, μᾶλλον μὴν ὁ τὸ συναμφότερον λέγων ἢ ὁ τὸ μόριον τῆς ἀντιφάσεως; εἰ γὰρ τοῦτο, ἤδη ἄν τι φαίνοιτο ἐν τοῖς πράγμασιν ἀφωρισμένον, 〈οὗ〉 ὁ μὲν ἐγγυτέρω χωρῶν μᾶλλον ἀληθεύειν λέγεται, ὁ δὲ ἀποπεπτωκὼς μάλιστα διεψεῦσθαι. εἰ δὲ τολμῷεν ἅπαντας ὁμοίως μὲν ἀληθεύειν ὁμοίως δὲ ψεύδεσθαι φάσκειν, ἀναιροῦσι λοιπὸν καὶ λόγον καὶ διδασκαλίαν καὶ ἀπόδειξιν· εἰ δὲ καὶ οὕτως ὑπολαμβάνοιεν, οὔτ’ ἂν ἄνθρωποι λοιπὸν οὔθ’ ὅλως αἰσθητικοὶ φαίνοιντο, τὸν φυτῶν δὲ βίον ἂν διαζῷεν. Ἀλλ’ ἴσως διακεῖσθαι μὲν οὕτως ἀδύνατον, ὡς αἱ ὁρμαὶ καὶ πράξεις δεικνύουσι, τρεχόντων γὰρ εἰς Μέγαρα τούτων, εἰ τῆς Μεγαρέων δέονται βουλῆς,2 φυλαττομένων δέ τι φρέαρ ἀλλ’ οὐχὶ νομιζόντων αὐτὸ καὶ μὴ φρέαρ εἶναι, καὶ ὅλως φάραγγας, κρημνούς, πάντα τὰ φθαρτικὰ περισταμένων ἀλλ’ οὐχὶ νομιζόντων αὐτὰ καὶ σωστικὰ εἶναι, ὥσπερ αὖ πάλιν ἐπιδιωκόντων τὰ σωστικὰ ἀλλ’ οὐχὶ φευγόντων ὡς καὶ φθορᾶς αἴτια. ὡς δῆλον ἐκ τούτων ἅπασι γίγνεσθαι, ὅτι οὐδ’ οἱ ἐφεκτικοὶ κληθέντες ὕστερον οὐδ’ οἱ πρὸ Ἀριστοτέλους τούσδε χορηγοῦντες τοὺς λόγους περὶ παντὸς ἐπεῖχον ἢ τὰ ἀντικείμενα ἐδόξαζον, ἀλλὰ περὶ ἐνίων ἀναμφισβητήτως καὶ ἀδιστάκτως εἶχον, καὶ μάλιστα περὶ τὸ ἄμεινον καὶ χεῖρον, ἴσως δὲ οὐ δι’ ἐπιστήμην ἀλλὰ διὰ δόξαν ὀρθήν.
而且,即便并非所有肯定,而是所有否定都被述谓于同一事物,也会在它们之中发现某种确定的非存在物。然而,给予匮乏以确定性,却不给予形式,这是极其可笑的;而如果他们说每一个肯定都伴随否定而呈现,却并非每一个否定都伴随肯定,这种情况便会发生。因为否定比肯定更确定、更纯粹且更可知,这怎能不是荒谬的呢?然而无论如何,他们确实给予了[确定性],并且不论是匮乏还是别的什么,都已经受到了限定。但如果他们说对于同一事物,所有的肯定与所有的否定都同时为真,就必须询问他们:是否各自被单独陈述时也为真,例如“这是人”,又如“这不是人”;抑或这两者各自单独都不为真,唯独两者的复合才产生真理,如“是人,不是人”?因为无论他们选择哪一种,无论将划分的每一项结合起来还是单独来看,都会产生荒谬的结果。因为如果它们被单独陈述时不为真,首先它们不表示任何意义;因为既不为真也不为假的肯定不表示任何意义。其次,如果对于事物中的任何一项都既不能单独肯定也不能否定,那么事物中甚至不会存在任何东西。而如果不存在任何东西,人也不存在,假定人是存在物中的某物。因此,在人不存在的情况下,既没有发声之物,也没有行走之物。 此外,比这更为离奇的是,各个事物再次表现为既是万物又是单一之物;因为如果人和非人、墙和非墙是同一的,万物就将同时存在;因此,如果肯定被单独陈述时不表示任何意义,否定也不表示任何意义,唯独彼此结合时才为真,那么将没有任何东西存在,且万物将合而为一。但如果他们将它们彼此分离并说它们为真,那么通过肯定万物将成为同一事物,通过否定则什么也不是。因此,这一点是这两种假说所共有的;但主张肯定与否定被分离时不表示任何意义是前一种假说所特有的,而主张所有人都在说真话且所有人都在说假话则是后一种假说所特有的。因为如果每一个肯定都为真且每一个否定都为真,那么无论说什么的人都因其所说的而说真话,却又因与其对立的命题同样为真而在说假话;因此他自己也承认自己在说假话。因为如果他说这是人,又承认它也是非人,他就承认了当他确定地称非人为人的时候,他自己也说了假话。亚里士多德说,显然这样的人不适于言论的交往。因为他通过废除自己所设立的,并为了不留下任何确定的东西而再次废除矛盾本身,从而当场自相矛盾,就这样将自己驱赶到无定、黑暗、无序和不可知之中。尽管如此,他再次询问他们:难道认为底层主体处于某种状态(例如已被加热)的人是在说假话,同样认为它未被加热的人也是在说假话,而既如此认为又如此言说两者复合的人才是在说真话吗?因为如果连这个人也不说真话,他们凭什么还说事物的本性是既如此又不如此的呢?抑或双方都不说真话(以免确定的东西随真理一同进入事物之中),但言说两者复合的人比起言说矛盾单一组成部分的人更接近于真理?因为如果是这样,事物中就已经显现出某种被限定的东西了,离它走得更近的人被说成更接近真理,而偏离的人则被说成谬误最深。但如果他们竟敢声称所有人同样在说真话也同样在说假话,他们从此就废弃了言论、教学与论证;而如果他们真这样认为,他们从此看起来既不是人,也完全不具有感觉能力,而只能过着植物般的生活。 然而,正如欲望与行动所表明的那样,处于这种状态或许是不可能的;因为这些人如果需要墨加拉人的议事会,就会奔向墨加拉,并且会防备水井而不认为它既是水井又不是水井,总体上会避开峡谷、悬崖和一切毁灭性的事物而不认为它们也是保全性的,正如反过来他们追求保全性的事物而不把它们当作毁灭的原因去逃避一样。由此对所有人而言显然的是,无论后来被称为“悬搁判断派”的人,还是在亚里士多德之前提供这些言论的人,都未曾对一切事物悬搁判断或持对立的看法,而是在某些事情上毫无争议且毫不犹豫地坚持着,尤其是关于更好与更坏的事情,这或许不是出于知识,而是出于正确的意见。
- 2.2καὶ εἰ μὴ πᾶσαι δὲ αἱ καταφάσεις, ἀλλ’ αἱ ἀποφάσεις πᾶσαι κατὰ τοῦ αὐτοῦ
在条件从句的前半部中,承接前一节关于述谓的讨论省略了谓语动词(如 κατηγοροῦνται 等)。连词 καὶ...δέ 则起累加作用,引入补充的假设情况(“而且,即便……也……”)。
- 2.2τρεχόντων γὰρ εἰς Μέγαρα τούτων, εἰ τῆς Μεγαρέων δέονται βουλῆς
此处为属格独立结构(τρεχόντων... τούτων),其后的一连串分词(φυλαττομένων、περισταμένων、ἐπιδιωκόντων)均为并列的属格分词,共享同一个逻辑主语(即论辩对手)。该结构充当论据,以其实际行动证实前文所述“处于这种状态在实践中是不可能的(διακεῖσθαι μὲν οὕτως ἀδύνατον)”。
