← 叙利亚努斯

亚里士多德《形而上学》注释

§70.12-71.34

肯定矛盾与质料的不定性

叙利亚诺总结了否定无中介命题会导致偶性述谓无限倒退的论证,阐明主张矛盾相容的人实质上是把质料的不定性而非实体和形式当作了想象对象,并表明该观点最终会倒向阿那克萨哥拉的万物混同说以及排中律的否定(普罗泰戈拉式的自我推翻)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#9

— εἰς ἄπειρον ἀνάγκη μὴ ἵστασθαι τὰς κατηγορίας τῶν συμβεβηκότων. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· πλείω γὰρ δυοῖν οὐ πέφυκε κατηγορεῖσθαι τῆς οὐσίας· οὐκ ἄρα συναληθεύσει ποτὲ ἡ ἀντίφασις. τί οὖν κωλύει, φαίη τις ἄν, πλείω μὲν δυοῖν ἐν μιᾷ προτάσει μὴ κατηγορεῖσθαι τῆς οὐσίας συμβεβηκότα, πολλὰ δὲ καὶ ἄπειρα κατὰ πᾶσαν τὴν ἀπόδειξιν; ἢ ὅτι πᾶσα ἀπόδειξις ὁρισμός ἐστι μετατεθειμένου τοῦ μέσου,1 καθὰ πολλαχοῦ δείκνυσιν Ἀριστοτέλης, ὁ δὲ ὁρισμὸς ἄμεσος πρότασις ἢ ὅλως πρότασις μετὰ τοῦ ὁριστοῦ· ὥστε πάλιν ἐν μιᾷ προτάσει πλείω τῶν δύο κατηγοροῖτο ἂν τῆς οὐσίας συμβεβηκότα. ταῦτα μὲν ἐπὶ τοσοῦτον. Δείξας δὲ ὁ Ἀριστοτέλης ὅτι τὰ καθ’ αὑτὰ μὲν ὑπάρχοντα καὶ τὰ κατ’ οὐσίαν κατηγορούμενα πειρῶνται διαγράφειν οἱ τὴν ἀντίφασιν λέγοντες συναληθεύειν, μόνας δὲ τὰς διὰ τῶν συμβεβηκότων ἐῶσι κατηγορίας, δείκνυσιν ἐφεξῆς ὅτι τὴν ὕλην ἐοίκασιν οἱ αὐτοὶ οὗτοι περιφαντάζεσθαι, ἀλλ’ οὐχὶ τὰ εἰδοπεποιημένα καὶ ὅρον καὶ βεβαιότητα παρὰ τῆς φύσεως ὑποδεξάμενα, πάνυ δαιμονίως καὶ φιλοσόφως τὸ ἄστατον αὐτῶν καὶ ἀβέβαιον τῆς δόξης ἀπεστράφθαι πρότερον μὲν τὰς οὐσίας, νυνὶ δὲ τὰ εἴδη διισχυριζόμενος. καὶ γὰρ τῷ ὄντι μᾶλλον ἡ ὕλη δόξειεν ἂν ἐπιδέχεσθαι τὴν ἀντίφασιν ἢ ἄλλο τι τῶν ὄντων· δυνάμει μὲν γάρ ἐστι πάντα, ἐνεργείᾳ δὲ οὐδέν· ὥστε καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ἵππος καὶ οὐχ ἵππος, καὶ ἕκαστον καὶ οὐχ ἕκαστον. οὐ μὴν οὐδ’ ἡ ὕλη κατά γε τὸ ἀληθέστατον δέχεται τὴν ἀντίφασιν ἅμα· κατ’ ἄλλο γάρ ἐστιν ἄνθρωπος, ὅτι πέφυκε, καὶ κατ’ ἄλλο οὐκ ἄνθρωπος, ὅτι συμβέβηκεν αὐτῇ πρὸ τῆς τοῦ εἴδους παρουσίας ἡ στέρησις. ἀλλ’ ὅμως μᾶλλον ἐπὶ τῆς ὕλης ἢ ἐπὶ ἄλλων τινῶν χώραν ἡ ἀντίφασις ἔχει, ὥσπερ ἐπὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων ἢ τῶν κατ’ οὐσίαν ὑπαρχόντων. Πῶς οὖν ἐπὶ ταύτην ὑποφέρονται τὴν δόξαν; εἰ μὲν τὸ Πρωταγόρου λέγοιεν ‘ἅπαν ὅπερ ἂν φαίνηται ὁτῳοῦν, τοῦτο καὶ ἔστιν’, αὐτόθεν πάντα ἐροῦσιν ἐν πᾶσιν εἶναι, καὶ τὸ τοῦ Ἀναξαγόρου κρατεῖ παρ’ αὐτοῖς· “ὁμοῦ πάντα χρήματα”· εἰ γὰρ τὸ αὐτὸ λευκὸν καὶ ὠχρὸν καὶ μέλαν, ἐπειδὴ ἄλλῳ ἀλλοῖον φαίνεται, δέχεται δὲ τὰς ἀποφάσεις τὰς τούτων, τὸ αὐτὸ πάντα ἔσται· τοῦτο δὲ ἡ ὕλη τῶν ὄντων. εἰ δὲ λέγοιεν ὅτι καθ’ οὗ μὲν θάτερον μόριον, καὶ θάτερον, οὐ κατὰ πάντα δὲ θάτερον, ἀναγκάζονται καὶ οὕτω πᾶσαν ἀντίφασιν ἑκάστῳ νέμειν. εἰ γὰρ ὁ ἄνθρωπος οὐκ ἄνθρωπός ἐστι, πολλῷ πλέον οὐ τριήρης, οὐ τοῖχος, οὐ σίδηρος· αἱ γὰρ τῶν ἄλλων ἀποφάσεις μᾶλλον αὐτῷ προσήκουσι τῆς αὐτοῦ. ὥστε εἰ τὴν ἑαυτοῦ δέχεται, καὶ τὰς τῶν ἄλλων δέξεται. εἰ δὲ καθ’ οὗ αἱ ἀποφάσεις, κατὰ τούτου καὶ αἱ καταφάσεις, πάντα 〈τε〉 ἔσται ὁ ἄνθρωπος πασῶν ἐπ’ αὐτοῦ τῶν καταφάσεων ἀληθευουσῶν καὶ οὐδὲν διὰ τὸ τὰς ἀποφάσεις ἁρμόζειν αὐτῷ τὰς πάντων· ὥστε πάλιν τὸ τοῦ Ἀναξαγόρου κρατῆσαι “πάντα ὁμοῦ χρήματα,” κἀκείνου τοῦτο διὰ τὴν τῆς ὕλης φαντασίαν οὕτως ἀποφθεγξαμένου. ἔτι δέ φησιν ἀναγκάζεσθαι τοὺς αὐτοὺς ἄνδρας καὶ πρὸς τὸ ἕτερον ἵστασθαι τῶν τῆς ἀντιφάσεως ἀξιωμάτων. εἰ γὰρ ἐφ’ οὗ ἡ κατάφασις, ἐπὶ τούτου καὶ ἡ ἀπόφασις, ἀνάγκη λέγειν αὐτοῖς μηδ’ ἐπὶ παντὸς θάτερον μόριον τῆς ἀντιφάσεως πεφυκέναι λέγεσθαι· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπός ἐστι καὶ οὐκ ἄνθρωπός ἐστι, καὶ αἱ τούτων ἀποφάσεις, εἴτε δύο εἶεν αὗται εἴτε μία·2 τούτων δὲ ἀποφάσεις, ὡς μὲν μία, οὔτε ἄνθρωπός ἐστιν οὔτε οὐκ ἄνθρωπός ἐστιν· ὡς δὲ δύο· ἄνθρωπος οὐκ ἔστιν, οὐκ ἄνθρωπος οὐκ ἔστιν. ὁποτέρως δ’ ἂν κρατῇ, οὔτε ὁ ἄνθρωπος ἐπ’ αὐτοῦ, ἐπειδὴ ἄνθρωπος οὐκ ἔστιν, οὔτε ὁ οὐκ ἄνθρωπος, ἐπειδὴ οὐκ ἄνθρωπος οὐκ ἔστι. Σχεδὸν οὖν ἐνταῦθα τὸ Πρωταγόρειον πάθος ὁ λόγος ὑπέμεινεν. κἀκεῖνος γὰρ πᾶσαν δόξαν βεβαίαν εἶναι καὶ ἀληθῆ διισχυρισάμενος οὐδὲν ἧττον πᾶσαν ψευδῆ λέγειν ἀναγκάζεται διὰ τοὺς ἀντιφάσκοντας ἀλλήλοις. πάντες δὲ οὗτοι τὸν ὅρον τῶν πραγμάτων καὶ τὴν βεβαιότητα σαλεύειν ἐπιχειρήσαντες ἑαυτοῖς περιετράπησαν. οὐ μὴν οὐδὲ ταῦτ’ αὐτοῖς Ἀριστοτέλης ἐπιτρέψει. πειρᾶται δὲ προσαναγκάζειν αὐτοὺς ἢ ὅρον τινὰ καταλιπεῖν ἐν τοῖς πράγμασι καὶ μὴ πάντων ἀταξίαν καὶ ἀοριστίαν καταγινώσκειν, ἢ μηδὲ αὐτοὺς λογικοὺς ἢ ὅλως αἰσθητικοὺς εἶναι νομίζειν. ἐρωτᾷ γὰρ αὐτούς, πότερον ἕκαστον τῶν ὄντων πάσας δέχεται τὰς ἀντιφάσεις ἢ οὔ, ἀλλὰ τάσδε μὲν τάδε ἄλλας δὲ ἄλλα; εἰ μὲν γὰρ μὴ ἕκαστον πάσας, ἤδη ἄν τις ὅρος ἐν τοῖς πράγμασι φαίνοιτο· αὐτὸ γὰρ τοῦτο, τὸ τάδε μὲν εἶναι ἐν τοῖσδε τάδε δὲ μὴ εἶναι, ἰδιότητός ἐστιν ἀφωρισμένης.

——偶性的述谓必然不会停止而走向无穷。然而这绝不可能;因为依其本性,绝不会有超过两项被述谓于实体;因此矛盾绝不可能在任何时候同时为真。那么,有人可能会问,有什么妨碍了超过两个偶性不在单一命题中被述谓于实体,而是在整个论证中存在许多乃至无穷的[述谓]呢?难道不是因为一切论证都是中项被重新配置的定义(正如亚里士多德在多处所表明的那样),而定义是无中介的命题,或者完全是连同被定义项的命题吗?因而再次地,在单一命题中,超过两个偶性将被述谓于实体。关于这些,到此为止即可。 亚里士多德在表明主张矛盾同时为真的人试图抹杀自体属于的事物和依实体被述谓的事物,并且仅留下通过偶性的述谓之后,紧接着表明,正是这些人似乎在想象质料,而非那些被赋予形式、从自然接受了界限和确定性的事物;他极其神妙且充满哲学意味地断言,他们意见的不稳定和不确定,先前摒弃了实体,现在则摒弃了形式。因为事实上,质料确实比其他任何存在物都显得更能容纳矛盾;因为它在潜能上是一切,而在现实上什么也不是;因此它既是人又是非人,既是马又是非马,既是各物又不是各物。然而,即便质料,依最真实的情况而言,也绝不会同时容纳矛盾;因为就一方面而言它是人,由于它天生如此;就另一方面而言它不是人,由于在形式出现之前匮乏附属于它。但无论如何,在质料的情况下,矛盾比在任何其他事物上都更有立足之地,正如在依偶性被述谓的事物上比在依实体属于的事物上更有立足之地一样。 那么,他们是如何被裹挟到这种意见中去的呢?如果他们主张普罗泰戈拉的说法“凡向任何人显现的一切,这也就是”,他们直接就会说一切在一切之中,并且在他们那里阿那克萨哥拉的说法成立:“万物曾在一起”。因为如果同一事物因向不同的人显现不同而既是白又是黄又是黑,并且容纳这些性质的否定,那么同一事物将成为一切事物;而这就是存在物的质料。但如果他们说,凡某一方部分被述谓的,另一方部分也被述谓,但并非就一切事物而言另一方部分都被述谓,那么即便如此,他们也被迫将一切矛盾分配给每一事物。因为如果人是非人,那么他就更是绝非三列桨座战船、绝非墙壁、绝非铁;因为其余事物的否定比起他自身的否定更适合于他。因此,如果他容纳自身的否定,他也将容纳其余事物的否定。而如果凡否定所适用的,肯定也同样适用,那么由于一切肯定在人身上都为真,人将成为一切,并且由于一切事物的否定都适合于他,人将什么也不是;因此阿那克萨哥拉的“万物曾在一起”再次成立,而他也是由于对质料的想象才这样宣告的。 此外他说,这同一批人也被迫反对矛盾公理的另一条。因为如果凡肯定所适用的,否定也同样适用,那么他们必然会说,甚至并非对于一切事物,矛盾的某一方部分都具有被述谓的本性;因为如果同一事物既是人又是非人,那么这些的否定也[必然成立],无论这些是两个还是一个;而这些的否定,作为一个是“既不是人又不是非人”;作为两个则是“不是人,不是非人”。但无论哪一种成立,人都不属于它,因为它不是人;非人也不属于它,因为它不是非人。因此,在这里论证几乎遭受了普罗泰戈拉式的厄运。因为他也曾坚持一切意见都是确定的和真实的,却因彼此矛盾的人而被迫同样说一切意见都是假的。然而,所有这些企图动摇事物的界限与确定性的人,都被自身推翻了。 尽管如此,亚里士多德绝不会允许他们持有这些观点。相反,他试图强迫他们要么在事物中留下某种界限,不再断言一切都是无序与无定,要么就不认为他们自己是有理性的,或完全是有感觉的。因为他问他们,存在物的每一项是容纳一切矛盾呢,还是并非如此,而是这些事物容纳这些矛盾,其他事物容纳其他矛盾?因为如果不是每一项都容纳一切,事物中就已经显现出某种界限了;因为这本身——即这些存在于这些之中而这些不存在——就是属于被限定的特有属性的。

语法注2 条
  1. 2.2ἢ ὅτι πᾶσα ἀπόδειξις ὁρισμός ἐστι μετατεθειμένου τοῦ μέσου

    这是典型的设问答疑句式(ἢ ὅτι...),用以引出注解者自身对前述预期反驳(反问句)的解答。ὅτι 作表原因的连词(“难道是因为……”)。

  2. 2.2καὶ αἱ τούτων ἀποφάσεις, εἴτε δύο εἶεν αὗται εἴτε μία

    这是一个上下文省略句,在 καὶ αἱ τούτων ἀποφάσεις 之后省略了谓语动词(如 λεχθήσονται 或 ὑπάρξουσι)。顺应上文的条件(凡肯定适用的地方否定也适用),此处意为“这些[肯定与否定]的否定也[必然成立/被述谓]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:70.12-71.34