← 叙利亚努斯

亚里士多德《形而上学》注释

§68.26-70.12

否定矛盾律导致的实体瓦解与无限后退

叙利亚努引用泰奥弗拉斯托斯关于矛盾公理自明性的观点,解释了亚里士多德如何在辩证法上驳斥反对者的诡辩式回答,并阐明若承认矛盾成立将取消实体与无中介命题并导致无限后退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#8

τοῦτο δὲ ἀληθὲς μὲν καὶ ἡμεῖς παρελάβομεν, ὅτι μὴ δύναται συνεῖναι τῷ εἴδει ἡ στέρησις· εἰ δὲ τοῦτο, οὐδ’ ἂν ὁ ἄνθρωπος ᾖ ἄνθρωπος οὐκ ἄνθρωπος εἴη· οὐ μέντοι ἐπίσης ἐναργὲς τῷ τῆς ἀντιφάσεως ἀξιώματι·1 ὥστε κρατεῖν τὸ τοῦ Θεοφράστου,2 ὃς ἀγνωμονεστάτους εἶναί φησι καὶ βιαιοτάτους τοὺς ἀναγκάζοντας λόγον ὑπέχειν τούτου τοῦ ἀξιώματος· αὐτόθεν γὰρ 〈ὁ〉 τούτῳ ἐνιστάμενος λόγου χρείαν ἀναιρεῖ καὶ ἀποδείξεως. εἰ γὰρ μηδὲν μᾶλλον τόδε ἢ τὸ ἀντικείμενον, τίς ἦν χρεία καὶ λόγου καὶ κατασκευῆς καὶ συμπεράσματος; τίς δὲ ὁ καρπὸς ταύτης πάσης τῆς πραγματείας, ὅταν ὁ πειρώμενος αὐτῷ παρίστασθαι τῶν ἡττόνων αὐτοῦ τι πρὸς ἐνάργειαν εἰς κατασκευὴν αὐτοῦ παραλαμβάνειν ἀναγκάζηται; Δείξας δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι τῆς καταφάσεως ἀληθευούσης τὴν ἀπόφασιν ἀληθεύειν οὐχ οἷόν τε, παραπλησίως, φησίν, ἀποδειχθήσεται καὶ ὅτι τῆς ἀποφάσεως ἀληθευούσης οὐδέποτε ἡ κατάφασις ἀληθεύει· εἰ γὰρ Ἀληθὲς εἰπεῖν ὅτι τοῦτο ζῷον οὐκ ἔστιν, ἀδύνατον τοῦτο ζῷον εἶναι· εἰ ἀδύνατον τοῦτο ζῷον εἶναι, ἀνάγκη τοῦτο ζῷον μὴ εἶναι· εἰ δὲ ἀνάγκη τοῦτο ζῷον μὴ εἶναι, ψεύσεται ὁ λέγων αὐτὸ ζῷον εἶναι. εἰ ἄρα ἀληθεύει ἡ ἀπόφασις, ψεύσεται ἡ κατάφασις. οὕτω δὲ μεταχειρισάμενος τὴν ἀπόδειξιν ὁ Ἀριστοτέλης καὶ δῆλον ὅτι δυνάμενος καὶ τὰς ἄλλας δύο ὑποθέσεις ὁμοίως μετελθεῖν (εἰ γὰρ ψεύσεται ἡ κατάφασις, ἀληθεύσει ἡ ἀπόφασις * * *, συνεῖδεν ὅτι ποτὲ διὰ πανουργίαν ὁ ἐνιστάμενος τῷ ἀξιώματι τῆς ἀντιφάσεως οὐ δώσει τὸ ἕτερον ἀφωρισμένως ἀληθὲς εἶναι ἢ ψεῦδος, ἵνα μὴ ἀποδειχθῇ θάτερον μόριον τῆς ἀντιφάσεως ἔχον ἀντικειμένως, ἀλλ’ ἐρωτώμενος· ‘τοῦτο ζῷόν ἐστιν ἢ οὔ;’ ἀποκρινεῖται, ὅτι καὶ ζῷον καὶ οὐ ζῷον· ‘τοῦτο ἄνθρωπός ἐστιν ἢ οὔ;’ ὁ δὲ φήσει· καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. τότε οὖν ἐροῦμεν πρὸς αὐτόν, φησί, πρῶτον μὲν ὅτι τὰ ζητούμενα προλαμβάνεις, ἔπειτα συγχεῖς τὰ τῆς διαλεκτικῆς καθήκοντα· ἓν γάρ μου προτείναντος οὐ περὶ αὐτοῦ ποιῇ τὴν ἀπόκρισιν, ἀλλὰ προστίθης ἄλλο τι. εἰ γὰρ καὶ συγχωρήσειέ τις τὸν ἄνθρωπον καὶ μὴ ἄνθρωπον εἶναι (δύναται γὰρ κατά τι τῶν συμβεβηκότων αὐτῷ εἶναι μὴ ἄνθρωπος), ὅμως ἡ ἐρώτησις περὶ ἑνὸς γέγονεν. ὥσπερ οὖν εἰ ἐρομένου μου εἰ Σωκράτης ἄνθρωπός ἐστι, λέγοις· ‘καὶ ἄνθρωπος καὶ σιμὸς καὶ Ἀθηναῖος’ εἶπον ἄν σοι· ‘τὸ ἓν ἤρκει τὸ πρῶτον· εἰ δὲ τῶν συμβεβηκότων αὐτῷ βούλει ποιήσασθαι τὴν ἀπαρίθμησιν, ὥρα σοι πάντα διιέναι τοῦτό τε ποιοῦντι πάντα μᾶλλον ἢ διαλεκτικὴν συνουσίαν ἀποπληροῦν’ οὕτω καὶ τὸ οὐκ ἄνθρωπός σοι προστιθέντι καιρὸς ἀκούειν ὅτι περιεργοτέρα γέγονεν ἡ ἀπόκρισις ἢ διαλεκτικωτέρα. Ἐπὶ τούτοις χρῆται καὶ τοιῷδε ἐπιχειρήματι κατ’ αὐτῶν ὁ Ἀριστοτέλης· οὐσίαν καὶ τὸ τί ἐστιν ἐοίκασιν ἀναιρεῖν3 ἐκ τῶν κατηγορουμένων ὅρων οἱ εἶναι καὶ μὴ εἶναι τὸ αὐτὸ λέγοντες. εἴπερ γὰρ ὅλως δύναταί τι καὶ εἶναι καὶ μὴ εἶναι τὸ αὐτό, ἐπὶ συμβεβηκότων γένοιτ’ ἂν τοῦτό ποτε, ἐπὶ δὲ οὐσιῶν ἀμήχανον. τὸ γὰρ ἐνδεχόμενον ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν συμβέβηκεν αὐτῷ, καίτοι οὐδὲ αὐτὸ ἀντικειμένως· οὐ γὰρ ὅτε ὑπάρχει οὐδ’ ὡς ὑπάρχει, τότε καὶ τοῦτον οὐχ ὑπάρχει τὸν τρόπον· ἀλλ’ ὅμως ἐπειδὴ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὐχ ὑπάρχει, μᾶλλον ἐπὶ τῆς τῶν συμβεβηκότων κατηγορίας ἔχει χώραν ἡ ἀντίφασις ἢ ἐπὶ τῆς τῶν καθ’ αὐτὰ καὶ κατ’ οὐσίαν ὑπαρχόντων. εἰ τοίνυν οὐσίαν ἐκ τῶν κατηγορουμένων ἀναιροῦσι, καὶ τὴν ἄμεσον ἀναιροῦσι πρότασιν, ἣν καθόλου καλεῖ καὶ ἐν τούτοις καὶ ἐν τοῖς Ἀποδεικτικοῖς· οὐσίαν δὲ καὶ ἄμεσον πρότασιν ἀναιροῦντες κατὰ συμβεβηκός τε τὰς κατηγορίας ποιοῦνται, καὶ ταύτας ἐπ’ ἄπειρον. ἀλλ’ ἀδύνατον· διχῶς γὰρ τὰ συμβεβηκότα κατηγορεῖται· ἢ γὰρ οὐσίας συμβεβηκός, ὡς ὅταν λέγωμεν· ‘Σωκράτης μουσικός ἐστιν’ ἢ συμβεβηκότος συμβεβηκός, ὡς ὅταν λέγωμεν· ‘τὸ λευκὸν μουσικόν ἐστιν’ ὅτι τῷ αὐτῷ παιδαρίῳ συμβέβηκεν ἀμφότερα. τοῦτο μὲν οὖν ἐκποδὼν ἡμῖν ἔστω, ἐπεὶ μηδὲ πρόκειταί τι περὶ τούτου σκοπεῖν. τὸ δὲ ἕτερον οὐχ ἕξει πλείω δυεῖν συμβεβηκότων ἐν τῇ 〈αὐτῇ〉 κατηγορίᾳ· ἐὰν μὲν γὰρ εἴπω· ‘Σωκράτης ἰατρός ἐστιν’, ἓν ἑνός· ἐὰν δὲ αὐξῆσαι θελήσω, τὴν πρότασιν ποιῶ· ‘Σωκράτης ἄριστος ἰατρός ἐστιν.’ ἐπὶ πλέον δὲ ἐκτείνειν οὐκ ἔστιν· οὐ γὰρ ἔτι μένει μία ἡ πρότασις. εἰ τοίνυν ἀντιφάσεως μὲν συναληθευούσης ἄμεσος οὐκ ἔστι πρότασις (ἐπεὶ μηδὲ ὅλως καθ’ αὑτὸ ἕτερον ἑτέρῳ ὑπάρξει), ἀμέσου δὲ μὴ οὔσης προτάσεως ἐπ’ ἄπειρον αἱ κατηγορίαι τῶν συμβεβηκότων· εἰ γάρ τις λέγοι· ‘Σωκράτης ἰατρός’, ἐρωτῶ διὰ τί; ὁ δὲ λέγει μοι οὐ τῶν καθ’ αὑτό τι ὑπαρχόντων τῷ ἰατρῷ (οὐ γὰρ ἔστι ταῦτα), ἀλλ’ ὅτι λευκός, εἰ τύχοι· εἶτα κἀγώ· διὰ τί τοι τοῦτο;

而且,匮乏不可能与形式共存,这一点我们也同样作为真理而接受;如果这是真的,那么只要人是人,他就绝不可能是非人。然而,这一命题并不与矛盾公理同等明显;因此,泰奥弗拉斯托斯的说法便成立了,他说那些强迫他人为这一公理给出论证的人是最不明事理且最蛮横的。因为直接反对这一公理的人,本身就取消了理性论证和证明的必要性。因为如果这一项并不比其对立面更为如此,那么论证、立论和结论还有什么必要呢?当试图为这一公理辩护的人被迫采用在明显性上劣于它的某种东西来进行其立论时,这整个探究的成果又是什么呢? 亚里士多德在表明肯定命题为真时否定命题不可能为真之后,他说,同样地,当否定命题为真时肯定命题绝不为真也将被证明。因为如果说“这不是动物”是真,那么这是动物便是不可能的;如果这是动物是不可能的,那么这不是动物便是必然的;而如果这不是动物是必然的,那么说它是动物的人便是在说谎。因此,如果否定命题为真,肯定命题便为假。 亚里士多德如此处理了这一证明,并且显然他也同样能够推进其余的两个假设(因为如果肯定命题为假,否定命题便为真,[……]),但他察觉到,有时出于诡辩,反对矛盾公理的人绝不承认其中之一是明确为真或明确为假的,以免矛盾命题的另一部分被证明为是对立的;相反,当被问及“这是动物还是不是动物?”时,他会回答说“既是动物又不是动物”;当被问及“这是人还是不是人?”时,他会说“既是人又不是人”。因此他说,那时我们将对他说,首先你预先假定了所寻求的前提,其次你扰乱了辩证法的职责。因为当我提出一个问题时,你不是就它作出回答,而是添加了另外的事物。因为即使有人承认人也是非人(因为就其某些偶性而言他可能是非人),但问题仍然是关于单一事物的。因此,正如当我询问苏格拉底是否是人时,你若说“既是人又是塌鼻子且是雅典人”,我就会对你说:“最初的一个就足够了;如果你想把他的偶性枚举出来,那你该去遍历所有的偶性,而这样做所完成的便是辩证交谈以外的一切了”,同样,对于添加了“非人”的你,也是时候让你听到这回答已经变得更多是多管闲事而非辩证的了。 除这些之外,亚里士多德还对他们使用了如下的论证:那些主张同一事物既存在又不存在的人,似乎把实体和“是什么”从被述谓的项中取消了。因为如果任何事物整体上可能既是又不是同一事物,这在偶性上偶尔可能会发生,但在实体上则是不可能的。因为能够属于又不属于某物的,是该事物的偶性(尽管这本身也不是对立性地具有的;因为并非在它属于的时候以及在它属于的方式下,它在彼时且以此种方式不属于);然而,由于它有时属于而有时不属于,矛盾命题在偶性的述谓中比在自体的且依实体的属于的述谓中更具有立足之地。因此,如果他们从被述谓的项中取消了实体,他们也就取消了无中介的命题,而亚里士多德在此处和《后分析篇》中都将这种命题称为全称命题;而通过取消实体和无中介的命题,他们使述谓变成了偶性的,并且这些偶性述谓走向了无穷。但这是不可能的;因为偶性的述谓有两种方式:或者是实体的偶性,如当我们说“苏格拉底是懂音乐的”时;或者是偶性的偶性,如当我们说“白的是懂音乐的”时,因为两者都附属于同一个少年。这一种情况就让我们置于一旁吧,因为本就未设定要对其进行考察。但另一种情况在同一述谓中不会具有超过两个偶性;因为如果我说“苏格拉底是医生”,这是单一对单一;如果我想扩充它,我便构成命题“苏格拉底是优秀的医生”。但再作扩展是不可能的;因为命题不再保持为单一。因此,如果矛盾命题同时为真,无中介的命题便不存在(因为一物完全不会自体地属于另一物);而如果没有无中介的命题,偶性的述谓便走向无穷;因为如果有人说“苏格拉底是医生”,我问“为什么?”,而他告诉我的并不是医生所自体具有的某种属性(因为这些并不存在),而是如果凑巧的话“因为他是白的”;接着我又会问:“这究竟又是为什么?”

语法注3 条
  1. 2.2οὐ μέντοι ἐπίσης ἐναργὲς τῷ τῆς ἀντιφάσεως ἀξιώματι

    省略结构。主语承前指代“匮乏不可与形式共存”这一事实,与格短语 τῷ τῆς ἀντιφάσεως ἀξιώματι 则由表示同等程度的副词 ἐπίσης(“同等地”)所引导,作为比较或参照的与格修饰表语形容词 ἐναργές。

  2. 2.2ὥστε κρατεῖν τὸ τοῦ Θεοφράστου

    表示结果的 ὥστε 引导不定式结构。κρατεῖν 的逻辑主语是实体化的中性宾格短语 τὸ τοῦ Θεοφράστου(“泰奥弗拉斯托斯的话/名言”),表示泰奥弗拉斯托斯的言说成立或占主导地位。

  3. 2.2οὐσίαν καὶ τὸ τί ἐστιν ἐοίκασιν ἀναιρεῖν

    ἔοικα 的人称句构(personal construction)。此处未采用无人称形式 ἔοικε 加宾格带不定式结构,而是动词与主语 οἱ λέγοντες 在人称和数上保持一致(第三人称复数 ἐοίκασιν),直接带不定式 ἀναιρεῖν。短语 οὐσίαν καὶ τὸ τί ἐστιν 是 ἀναιρεῖν 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:68.26-70.12