← 叙利亚努斯

亚里士多德《形而上学》注释

§67.5-68.26

从名称意义的单一性与形式与匮乏论驳矛盾律

叙利亚努斯考察了亚里士多德从名称意味着单一本质推导矛盾律的论证,审视了反对者和赫拉克利特派可能提出的反驳,并依据形式与匮乏的互斥性对该论驳性证明进行了补充。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#7

εἰ τοίνυν ἑνὸς πράγματος οἷον τοῦ ἀνθρώπου ἓν ὄνομα εἴη τὸ ἄνθρωπος σημαντικόν, οὐδὲν ἄλλο ἢ τὸ εἶναι αὐτοῦ σημαίνει· εἰ γὰρ καὶ συμβεβηκὸς αὐτοῦ σημαίνοι, οἷον τὸ λευκὸν ἢ μουσικόν, οὐχ ἓν ἂν ἔτι σημαίνοι, ἀλλ’ ὡς ἂν εἴ τις θεῖτο ἵππῳ καὶ ἀνθρώπῳ ἓν ὄνομα, οὕτως εἰ ἄνθρωπον καὶ λευκὸν ἑνὶ προσερεῖς, οὐκ ἔστιν ἓν ἑνὶ νέμοντος ἔτι.1 ὅταν τοίνυν ἄνθρωπον τουτὶ καλῶ, οὐδὲν ἄλλο ἢ ζῷον αὐτὸ πεζὸν δίπουν εἶναι δηλῶ. εἰ ἄρα ἀληθεύω λέγων, ὅτι τοῦτό ἐστιν ἄνθρωπος, ἀνάγκη τοῦτο ζῷον εἶναι πεζὸν δίπουν· ἀλλ’ εἰ ἀνάγκη τοῦτο ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον τοῦτο μὴ εἶναι ζῷον πεζὸν δίπουν· εἰ δὲ ἀδύνατον μὴ εἶναι, ὁ λέγων μὴ εἶναι ψεύσεται· εἰ ἄρα ἀληθὲς εἰπεῖν τοῦτον ἄνθρωπον εἶναι, ψεῦδος εἰπεῖν τοῦτον μὴ εἶναι ἄνθρωπον. ἐφ’ οὗ ἄρα ἡ κατάφασις ἀληθεύει, ἐπὶ τούτου ψευδὴς ἡ ἀπόφασις. Ταῦτα λέγοντος Ἀριστοτέλους ἐκπλαγείη μὲν ἄν τις καὶ τὴν ἐπιβολὴν τῆς κατασκευῆς καὶ τὴν ὅλην μεταχείρισιν τοῦ λόγου σὺν ἀγχινοίᾳ πολλῇ καὶ δεινότητι γενομένην· ἐπισημήναιτο δ’ ἄν τις, ὅτι τοῖς μὲν ἄλλοις ἀντειπεῖν οὐκ ἂν ἔχοι ὁ ἐνιστάμενος τῇ ἀποφάσει, ἅπαξ ὑπομείνας λόγον, ἐκείνῳ δ’ ἄν ἴσως καίπερ ὄντι λίαν ἐναργεῖ διαμαχέσαιτο· οὐ γὰρ εἰ ἀνάγκη, φαίη ἄν, τόδε τὸ ζῷον εἶναι πεζὸν δίπουν, ἀδύνατον εὐθὺς μὴ εἶναι· αὐτὸ γὰρ τοῦτό ἐστιν ὃ διατελεῖ λέγων, καὶ τοῦτο εἶναι καὶ τὸ ἀντικείμενον ἕκαστον τῶν πραγμάτων· οὐκοῦν φήσομεν αὐτὸν ἀναιρεῖν τι τῶν κειμένων· οὐκέτι γὰρ ἓν ἑνὸς εἶναι σημαντικόν. ὁ δὲ φαίη ἄν ἓν μὲν ἑνός, οὐ μέντοι παντὸς τοῦ ἑνὸς ἀλλὰ μορίου αὐτοῦ,2 τοῦ δὲ λοιποῦ τί κωλύει τὸ ἀντικείμενον; καὶ τοῦτο, εἰ ἕστηκεν ἡ φύσις τῶν πραγμάτων καὶ ὥρισται· εἰ δὲ ῥεῖ καὶ μεταπίπτει ἀεὶ ἕκαστον, ὥσπερ οἱ Ἡρακλείτειοι λέγουσιν, οὐδὲν μᾶλλον οὕτως ἢ οὐχ οὕτως ἔχει τὰ πράγματα. πρὸς ὃν εἴποιμεν ἂν ὅτι τοὺς μὲν Ἡρακλειτείους, εἴπερ οὕτω διενοοῦντο τῷ λόγῳ, νῦν ἐκποδὼν ποιησόμεθα· οὗτοι γὰρ ἐπιστήσαντες οἷς λέγουσιν οὐδὲ σημαίνειν τι φήσουσι τὰ ὀνόματα· ὡς γὰρ τὸν παραρρέοντα ἀέρα πιέσαι ταῖς χερσὶν οὐκ ἔστιν, οὕτως οὐδὲ τὴν ἀστάτως μεταπίπτουσαν τῶν πραγμάτων φύσιν ἔστι δηλῶσαι διὰ τῶν ὀνομάτων· διὸ καὶ τὸν Κρατύλον ἱστοροῦσί τινες ἀποσχέσθαι μὲν ὕστερον τῆς χρήσεως τοῦ λόγου, κατανεύειν δὲ μόνον καὶ ἀνανεύειν. Εἰ δ’ ὅλως ἔστι τις ὡρισμένη τῶν πραγμάτων ὑπόστασις, ἔστι καὶ ἐφ’ ἑκάστῳ παντὶ πάντως μία τε ἔννοια καὶ ὄνομα ἕν· εἰ δὲ καὶ μὴ ἦν, πολλῶν μὲν ὀνομάτων ἐδεήθη ἂν ἕκαστον, οὐ μέντοι τοῦ τε τὴν ἕξιν δηλοῦντος καὶ τὴν στέρησιν· τοῦτο γάρ ἐστιν ἀδυνατώτατον· ὡς γὰρ παρούσης ἕξεως ἀδύνατον ἔτι τὴν στέρησιν αὐτῆς ἐνορᾶσθαι τῷ ὑποκειμένῳ, οὕτως ἀμήχανον τὸ αὐτὸ διά τε τοῦ τῆς στερήσεως καὶ διὰ τοῦ τῆς ἕξεως ὀνόματος δηλοῦσθαι κατὰ ταὐτόν· εἰ δὲ τοῦτο, οὐδ’ ἄν διὰ τῆς καταφάσεως καὶ ἀποφάσεως ἑρμηνεύοιτο τὸ αὐτό. Πάλιν οὖν ἀναλαβόντες τὸν λόγον οὕτω συνθήσομεν· εἰ σημαίνει τι τὸ ὄνομα, ἕν τι σημαίνει· κἂν γὰρ πλείω καὶ ὡρισμένα, ληφθήσεται τὰ ἕκαστον δηλοῦντα. ἀλλ’ εἰ ἓν σημαίνει, τὸ εἶναι αὐτοῦ σημαίνει, τῷ δὲ εἶναι αὐτοῦ οὐ δήπου σύνεστιν ἡ στέρησις αὐτοῦ (ἡ γὰρ ἀπουσία τοῦ εἶναι τὴν στέρησιν ὑφίστησιν)· ὥστε τοῦτο καταφάσει μὲν ἔστιν ἑρμηνεῦσαι, ἀποφάσει δὲ τῇ ἀντικειμένῃ ἀδύνατον, ἐπειδὴ καὶ ἀδύνατον ἕξιν ἅμα καὶ στέρησιν τοῦ αὐτοῦ τῷ αὐτῷ παρεῖναι. εἰ γὰρ ἀληθὲς εἰπεῖν τόδε τι καὶ εἶναι ζῷον καὶ μὴ εἶναι ζῷον, ἔχοι ἂν καὶ τὸ εἶδος τοῦ ζῴου τόδε τι καὶ τὴν στέρησιν τοῦ αὐτοῦ ζῴου· ἀλλὰ μὴν στέρησιν ἔχειν μὴ ἀπολέσαν τὸ εἶδος οὐ δύναται· οὐδ’ ἄρα καταφάσκεσθαι κατὰ ταὐτὸν καὶ ἀποφάσκεσθαι· εἰ γὰρ μηδὲ ἄνθρωπος καὶ λευκὸν κατὰ ταὐτὸν ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο, πῶς ἄνθρωπος καὶ οὐκ ἄνθρωπος κατὰ ταὐτόν; ὅμοιον γὰρ ὡς εἴ τις τὸ εἶδος καὶ τὴν στέρησιν τοῦ εἴδους ἓν λέγοι. εἰ δὲ κατ’ ἄλλο μὲν ἄνθρωπος, κατ’ ἄλλο δὲ οὐκ ἄνθρωπος, οὐκ ἀντίφασις τοῦτο, ἐπεὶ καὶ ὁ Σωκράτης οὐσία μὲν ὡς ἄνθρωπος, οὐκ οὐσία δὲ ὡς πατὴρ ἢ σιμός. Ἆρ’ οὖν ἀπέδειξεν αὐτὸς περὶ τοῦ τὴν ἀντίφασιν μὴ συναληθεύειν; τοῦτο καὶ πρότερον διεμαρτυράμεθα, ὅτι τοῦτο ἀποδεῖξαι ἀδύνατον· ἀλλὰ τοῦ Ἀριστοτέλους ἐλεγκτικῶς ἐπιχειρήσαντος ἀποδεῖξαι καὶ τὰ μὲν ἄλλα συγχωρούμενα λαβόντος, ἐκεῖνο δὲ ἀληθῶς μὲν εἰληφότος ὅτι εἰ ἀνάγκη εἶναι, ἀδύνατον μὴ εἶναι, οὐχ ἱκανῶς δὲ πρὸς τὸν τὴν ἀντίφασιν λέγοντα συναληθεύειν,3 ἡμεῖς ὅτι οὐ δύναταί τις ἐνίστασθαι τούτῳ πεπειράμεθα δεῖξαι, ἵνα μὴ εἰς ταὐτὸν τό τε εἶδος ἀπάγῃ καὶ τοῦ εἴδους τὴν στέρησιν.

因此,如果对于一个事物,例如人,只有一个名称“人”是表意的,那么它所意味着的无非是其存在[本性]。因为如果它也意味着该事物的偶性,例如白或懂音乐,它便不再意味着一,而是犹如有人把一个名称分配给马和人一样;所以,如果你用一个名称称呼人和白,这便不再是一个将一分配给一的人的行为了。因此,当我称这个为人之时,我所表明的无非是它是两足的陆生动物。由此,如果我说“这是人”而说了真话,那么这必然是两足的陆生动物。但如果这必然是两足的陆生动物,这就不可能不是两足的陆生动物;而如果不可能不是,那么说它不是的人便是在说谎。因此,如果说这个人是人是真,那么说这个人不是人便是假。因此,肯定在哪一事物上说了真话,否定关于该事物便是假的。 当亚里士多德说这些话时,人们既会赞叹这一立论的进路,也会赞叹整个论证处理过程中所展现出的极大敏锐与高超技巧。然而,人们也可以指出,反对否定命题的人,一旦顺从了理性交谈,对于其他各点虽无法反驳,但对于那一点——尽管它是极其明白的——或许会产生争辩。因为他可能会说:“并非因为这一动物必然是两足的陆生动物,便立刻不可能不是;因为事物的每一个既是这个也是其对立面,这恰恰是他不断在说的事情。”于是我们将说,他正在取消所设立的前提之一;因为名称不再是一对一的表意了。但他可能会说,是一对一的表意,但并非是对整个之一的表意,而是对其一部分的表意,而对于其余的部分,有什么能阻止其对立面呢?而且,这还是在诸事物的本性是固定的且被确定的情况下;但如果如赫拉克利特派所说,每一个事物总是在流动和变易,那么事物处于如此状态并不比处于不如此状态更多。对于他,我们可以说,如果赫拉克利特派在论理中确实是这样想的,我们现在暂且把他们放在一旁;因为他们如果留心自己所说的话,甚至会声称名称什么都不意味着。因为正如用手无法抓住流过的空气一样,通过名称也无法表明诸事物那变易不定的本性。因此,有些人记载克拉底鲁后来放弃了言辞的使用,而仅仅以点头和摇头来表示赞同或反对。 但如果根本存在某种确定的诸事物的实体,那么对于每一个事物而言,在任何情况下都必定存在唯一的概念和唯一的名称。即便并非如此,每个事物固然需要许多名称,但绝不需要既表明形式又表明匮乏的名称:因为这是最不可能之事。正如形式在场时其匮乏不可能仍在底层基质中被看到,同样,同一事物不可能在同一方面既通过匮乏的名称又通过形式的名称来被表明。而如果这不可能,同一事物也不可能通过肯定和否定来被表述。 因此,我们重新接续论证,并如此重构它:如果名称意味着某种事物,它便意味着某种单一的事物;因为即使它指示多个确定的事物,表明每一个的名称也将被单独获取。但如果它意味着一,它便意味着其存在,而其存在当然不可能与其匮乏共存(因为存在的缺席才确立了匮乏);从而,这可以通过肯定来表述,但通过对立的否定来表述则是不可能的,因为同一事物的形式与匮乏同时存在于同一事物之中也是不可能的。因为如果说这某个事物既是动物又不是动物是真,那么这某个事物将既具有动物的形式,又具有同一动物的匮乏;然而,未失去形式是不可能具有匮乏的;因此,在同一方面既被肯定又被否定也是不可能的。因为如果连人和白都不是在同一方面、而是在不同方面被断言,那么人和非人又如何能在同一方面被断言呢?因为这就好比有人说形式与该形式的匮乏是一样的。但如果在一方面是人,在另一方面是非人,这并不是矛盾,正如苏格拉底作为人是实体,但作为父亲或塌鼻子则不是实体一样。 那么,是他自己论证了矛盾命题不能同时为真吗?我们此前也明确声明过,论证这一点是不可能的。但是,由于亚里士多德试图以论驳的方式进行论证,并把其他各点作为被承认的前提而获取,尽管他确实真实地假定了“如果必然存在,便不可能不存在”,但对于声称矛盾命题同时为真的人来说这还不够充分,因此我们试图表明,任何人都不可能反对这一点,以免他将形式与形式的匮乏归结为同一事物。

语法注3 条
  1. 2.2οὐκ ἔστιν ἓν ἑνὶ νέμοντος ἔτι

    该句由 οὐκ ἔστιν 与属格分词 νέμοντος 结合,构成表特征或属性的表语性属格,意为“(这)不再是一个将一分配给一的人的行为了”。虽然在语法上也可以看作省略不定代词主语的独立属格结构,但作为对前述将两件事物置于单一名称之下的行为的表语性评价更为自然。

  2. 2.2ὁ δὲ φαίη ἄν ἓν μὲν ἑνός, οὐ μέντοι παντὸς τοῦ ἑνὸς ἀλλὰ μορίου αὐτοῦ

    在 φαίη ἄν 之后接续了间接引语中的省略结构。承接上文的 ἓν ἑνὸς εἶναι σημαντικόν,省略了 εἶναι σημαντικόν,补全后意为“[名称是]一个事物的表意,但并非是对那一个事物全体的表意,而是对其一部分的表意”。

  3. 2.2ἐκεῖνο δὲ ἀληθῶς μὲν εἰληφότος ὅτι εἰ ἀνάγκη εἶναι, ἀδύνατον μὴ εἶναι, οὐχ ἱκανῶς δὲ πρὸς τὸν τὴν ἀντίφασιν λέγοντα συναληθεύειν

    在属格独立结构(τοῦ Ἀριστοτέλους... λαβόντος... εἰληφότος)中,ἐκεῖνο... ὅτι... 充当分词 εἰληφότος 的宾语。ἀληθῶς μέν 与 οὐχ ἱκανῶς δέ 形成对比,表明亚里士多德假定“若必然存在则不可能不存在”这一命题固然是真实的,但对于坚称矛盾命题可以并存的论敌而言,仅立足于此在辩证上尚不够充分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:67.5-68.26