- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:65.19-67.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出矛盾律是最牢固且最首要的原理,关于它不可能受欺骗,表明所有其他公理均归结于矛盾律,并论证只要反对者使用有意义的语言,就能对其进行反驳。
δεῖ δὲ τὴν βεβαιοτάτην καὶ ἀρχηγικωτάτην καὶ ἐναργεστάτην εἶναι, ἵνα μηδεὶς ἀπατᾶται περὶ αὐτήν. ἔστι δὲ τοιαύτη ἡ κατὰ τὴν ἀντίφασιν· οὔτε γὰρ τὸ αὐτὸ τῷ αὐτῷ ἅμα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ὑπάρχειν δύναται καὶ μὴ ὑπάρχειν· οὔτ’ ἔστιν οὕτω τις διακείμενος, κἂν ἕνεκα λόγου θέσει παριστῆται, οὔτε φάντα καὶ ἀποφάντα δυνατὸν ἀληθεύειν ἅμα. ὅτι δὲ ἀπατηθῆναι περὶ ταύτην οὐ δυνατὸν τὴν ἀρχήν, δείκνυσιν οὕτως· εἴ τις οἴεται τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, τὰς ἐναντίας ἔχει δόξας ἐν ἑαυτῷ· ἐναντίαι γὰρ αἱ κατὰ ἀντίφασιν δόξαι, ὡς ἐν τῷ τέλει τοῦ περὶ ἑρμηνείας ἐρρήθη. ἀλλὰ μὴν ἀδύνατον ἅμα τἀναντία παρεῖναί τινι, ἀδύνατον ἄρα καὶ ἠπατῆσθαί τινα περὶ ταύτην τὴν ἀρχήν. διὸ καὶ πάντες 〈οἱ〉 ὁτιοῦν ἀποδεικνύντες αὐτῇ κέχρηνται· εἰ δὲ τῶν Ἡρακλειτείων ἢ τῶν ἄλλων φυσικῶν τινες οἴονται καὶ αὐτοὺς οὕτω δοξάζειν καὶ τὰ πράγματα δέχεσθαι κατὰ ταὐτὸ τὸ ταύτῃ μὴ εἶναι ᾗπερ ἔστι, λόγου μὲν ἕνεκα ποιεῖσθαι αὐτοὺς τὰς τοιαύτας ἀποφάνσεις οἰητέον· ἡμεῖς γὰρ σαφῶς ὑπεμνήσαμεν, ὅτι τὰς ἐναντίας δόξας τῷ αὐτῷ παρεῖναι ἀδύνατον. οὐ μὴν διὰ τοῦτο ἀποδεῖξαι τὴν ἀλήθειαν τοῦ ἀξιώματος ἐπιχειρήσομεν· αὐτὸ γὰρ τοῦτο μεγίστης ἐστὶν ἀμαθίας τεκμήριον, τὸ οἴεσθαι πάντα εἶναι ἀποδεικτά· καὶ γὰρ ὁ τοῦτο λέγων ἀπόδειξιν ἀναιρεῖ, ὥσπερ ὁ αὐτόθεν μηδὲν εἶναι λέγων ἀποδεικτόν. διχῶς γὰρ ἀναιρεῖται τῶν πραγμάτων ἕκαστον, ἢ αὐτόθεν ἢ τῶν ἀρχῶν μὴ δοθεισῶν. ὥσπερ οὖν ὁ πάντα γενητὰ φάσκων εἶναι γένεσιν ἀναιρεῖ, μὴ διδοὺς εἶναι τὴν ἀρχὴν τῶν γενητῶν τὸ ἀγένητον, οὕτως ὁ πάντα δείκνυσθαι ἀξιῶν ἀναιρετικός ἐστιν ἀποδείξεως, οὐκ ἐῶν εἶναι τὸ ἀναπόδεικτον, ὅπερ ἐστὶν αἴτιον τοῦ καὶ τὰ μετ’ αὐτὸ δείκνυσθαι. εἰ δ’ ὅλως ἐστί τι ἀναπόδεικτον, τί ἄν εἴη πρὸ τούτου τοῦ ἀξιώματος, ὅθεν καὶ τοῖς ἄλλοις πᾶσιν ἀναποδείκτοις δύναμις ἐφήκει; 〈οἷον〉 ἐὰν ἀπὸ ἴσων ἴσα ἀφέλῃς, τὰ καταλειπόμενά ἐστιν ἴσα· διὰ τί; ὅτι ἐὰν μὴ ἴσα ᾖ, προστεθέντα τὰ ἀφαιρεθέντα ποιεῖ τὰ ὅλα μὴ ἴσα· τοῖς γὰρ μὴ ἴσοις ἡ ἴση προσθήκη τῆς ἐξ ἀρχῆς ἀνισότητος γίγνεται τηρητική· ἔσται οὖν τὰ αὐτὰ ἴσα καὶ οὐκ ἴσα, ὅπερ ἄτοπον. καὶ οὐ λέγω ὅτι ἀπόδειξίς ἐστιν αὕτη, ἀλλ’ ὅτι εἰς ἐναργέστερον ἀπάγοντες ἄτοπον τὸν ἐνιστάμενον τοῖς ἄλλοις ἀξιώμασιν εἰς τὴν ἀντίφασιν καταντᾶν αὐτὸν παρασκευάζομεν. ὅλως δὲ μὴ συγχωρηθέντων αὐτῶν εἶναι ἴσων αὐτῷ τῷ ὑποθέσθαι εἶναι μὴ ἴσα τί ἄλλο ἢ κυροῦμεν τὸ τῆς ἀντιφάσεως ἀξίωμα; καὶ οὐχ ἡμεῖς οἱ ὑποτιθέμενοι, ἀλλ’ αὐτὸς ὁ ἐνιστάμενος. τί γὰρ ἂν καὶ ἀξιώσειεν ἡμᾶς ἄλλο ὑποθέσθαι, μὴ συγχωρῶν ἴσα αὐτὰ εἶναι, οὐδὲ πλάσαι δυνατόν, τὰ τῷ αὐτῷ ἴσα. μὴ γὰρ ἀλλ’ εἰ δυνατόν,1 τὸ α τῷ ῑ ἔστω μὴ ἴσον,2 ἑκάτερον δὲ αὐτῶν τῷ β. οὐκοῦν ἐπεὶ τὸ α οὐκ ἴσον τῷ γ̄, ἡλίκον δὲ τὸ γ̄, τηλικοῦτον [δὲ] τὸ β̄, οὐδὲ τῷ β̄ ἴσον ἔσται τὸ ᾱ. ἀλλὰ καὶ ἴσον· τὸ αὐτὸ ἄρα καὶ ἴσον τι καὶ οὐκ ἴσον, ὅπερ ἄτοπον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀξιωμάτων ὁ ἔλεγχος κατὰ τῶν ἐνισταμένων διὰ τῆς ἀντιφάσεως, ἐπεὶ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· καὶ πᾶς μὲν γὰρ ἔλεγχος εἰς ἀντίφασιν περιίστησιν, ὁ δὲ τὸ ἀντικείμενον τοῦ ἀληθοῦς ὑποτιθέμενος πολλαχοῦ χρῆται τῇ ἀντιφάσει καὶ ἐναργέστατα. τοῦτο τοίνυν τὸ ἀξίωμα πῶς ἂν ἀποδειχθείη, μηδὲν ἔχον ἑαυτοῦ βεβαιότερον μηδὲ γνωριμώτερον μηδὲ ἀρχηγικώτερον; Οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ ἔστιν αὐτὸ δεῖξαι, ἐπειδὴ τὸ ὃ ἂν λάβωμεν εἰς τὴν κατασκευὴν αὐτοῦ,3 ἢ ἰσοδυναμοῦν αὐτῷ λαμβάνομεν ἢ ἀμυδροτέραν ἔχον γνῶσιν, ὅμως ἔστι τὸν ἐνιστάμενον αὐτῷ περιβάλλειν ἐλέγχῳ, ἐὰν μόνον ἐθέλῃ λόγῳ χρῆσθαι. λεγέτω γὰρ ἡμῖν ἐκεῖνος, εἰ μὴ κατὰ ζῷον ἄλογον ἢ καὶ φυτὸν ἀναίσθητον ἔταξεν ἑαυτόν· ἆρ’ οὐχὶ τῶν ὀνομάτων ἕκαστον σημαίνει τι; σημαῖνον δέ τι οὐχὶ ἓν ἢ πολλὰ ὡρισμένα ἢ πάντα σημαίνειν πᾶσα ἀνάγκη; ἀλλ’ εἰ μὲν πάντα σημαίνει, οὐδὲν σημαίνει· ὃ γὰρ μηδὲν μᾶλλον τόδε ἢ ὁτιοῦν ἄλλο σημαίνει, οὐδὲν σημαίνει. λείπεται δή, εἴπερ τι σημαίνει, ἢ ἓν ἢ πολλὰ καὶ ὡρισμένα σημαίνειν αὐτό. ἀλλ’ εἴτε ἓν εἴτε πολλὰ καὶ ὡρισμένα σημαίνει, ἔστιν ἐφ’ ἑκάστῳ τῶν πραγμάτων ἴδιον ὄνομα. εἰ μὲν γὰρ ἓν ἑνός ἐστι σημαντικόν, αὐτόθεν εἰλήφαμεν τὸ ζητούμενον. εἰ δὲ ἓν πολλῶν καὶ ὡρισμένων, ληψόμεθα τῶν πολλῶν ἐκείνων καὶ ὡρισμένων τὰ σημαινόμενα, καὶ ἐφ’ ἑκάστῳ τάξομεν ἴδιον ὄνομα· ὃ γὰρ ἡ διάνοια χωρίσαι τῶν ἄλλων δύναται, τοῦτο καὶ δι’ ὀνόματος ἢ λόγου σημήνειεν ἄν· ἓν ἄρα ἑνὸς σημαντικόν, ἐπεὶ κἂν ἓν πολλῶν, οὐ ποιεῖ ἀντίφασιν τοῦτο· ὥστε μάτην ἂν νῦν παραλαμβάνοιτο τὰ ὁμωνύμως λεγόμενα.
并且它必须是最牢固、最根本且最明白的,以免任何人关于它受欺骗。而这样的一种原理正是关于矛盾的原理;因为同一事物不可能在同时、在同一方面且以同样的方式既属于又不属于同一事物;也没有人具有这种态度,哪怕为了论辩而在立论中如此主张,肯定者与否定者也不可能同时说出真理。至于关于这一原理不可能受欺骗,他如下指明:如果有人认为同一事物既属于又不属于同一事物,他便在自身内部持有着相反的意见;因为正如在《解释篇》结尾所说的那样,基于矛盾的意见是相反的。然而相反者不可能同时存在于某物之中;因此任何人也不可能关于这一原理受欺骗。因而一切论证任何事物的人都在使用它;如果赫拉克利特派的某些人或其他自然哲学家认为,他们自己也是这样认为的,并且事物在同一方面接受以其存在的方式而不存在,那么必须认为,他们是为了论辩的缘故而做出此类断言的;因为我们已经清楚地提醒过,相反的意见不可能存在于同一个人身上。当然,我们不会因此而试图论证该公理的真理性;因为认为一切皆可被论证,这本身就是极大无知的证据;因为主张这一点的人取消了论证,正如从一开始便说没有任何事物是可论证的人那样。因为诸事物中的每一件都以两种方式被取消:或者直接被取消,或者因原理未被给予而被取消。正如主张一切皆为生成物的人取消了生成,因其未承认非生成物是生成物的原理,同样,要求一切皆被证明的人对于论证也是毁灭性的,因其不容许存在不可论证之物,而这正是其后诸事物亦得以被证明的原因。但如果根本存在某种不可论证之物,那么在这个公理之前还能有什么呢?从它那里力量不也延伸到了所有其他不可论证之物吗?例如,如果从相等之物中减去相等之物,所余者相等;为何如此?因为如果不相等,被减去的部分被加上后,将使整体不相等;因为对于不相等的事物,相等的添加将保持起初的不相等;于是同一事物将既相等又不相等,这是荒谬的。我并不是说这是一种论证,而是说,通过将反对其他公理的人归结为更明白的荒谬,我们使他自身陷入了矛盾之中。总体而言,在它们未被承认为相等的情况下,恰恰通过假设它们不相等,我们除了确立矛盾公理之外还在做什么呢?而且并非我们在做此假设,而是反对者自己。因为在不承认与同一事物相等的事物为相等的情况下,他还能要求我们作何假设呢,这甚至是无法想象的。绝非如此,但如果可能,假定α不等于ι,而它们各自都等于β。于是,既然α不等于γ,而γ多大,β便有多大,那么α也不会等于β。但它也是相等的;因此同一事物既是某种相等的,又是不相等的,这是荒谬的。同样,在其他公理上,针对反对者的反驳也是通过矛盾进行的,因为这正是通过归谬法进行的;事实上,一切反驳都引向矛盾,而设定真理的对立面的人在许多地方并且极其明白地使用着矛盾。那么,既然没有任何事物比该公理自身更牢固、更已知或更根本,它又如何能被论证呢?尽管如此,即使不可能证明它——因为无论我们为其确立而获取什么,我们所获取的要么是与它具有同等力量的,要么是拥有更为模糊的知识的——然而,只要反对它的人愿意使用言辞,便有可能使他陷入反驳之中。让他告诉我们吧,除非他把自己归于无理性的动物或无感觉的植物一类:诸名称中的每一个岂不是都意味着某种事物吗?而在意味着某种事物时,它岂非完全必然地要么意味着一,要么意味着确定的多数,要么意味着万物吗?但是如果它意味着万物,它就什么也不意味着;因为意味着这个并不比意味着任何其他事物更多的东西,什么也不意味着。那么,如果它确实意味着某种事物,剩下的就是它要么意味着一,要么意味着确定的多数。但无论它意味着一还是意味着确定的多数,在诸事物的每一个之上都存在着固有的名称。因为如果一〔个名称〕是一个事物的表意,我们便直接获得了所探求之物。但如果一是一定数量的确定事物的表意,我们将获取那些确定的多数事物中的被意指者,并在每一个之上分配一个固有的名称;因为凡是理智能够从其他事物中分离出来的,它也可以通过名称或定义来予以表示;因此一是一个事物的表意,因为即便一指示多数,这也不会造成矛盾;从而现在引入同名异义的事物将是徒劳的。
- 2.2μὴ γὰρ ἀλλ’ εἰ δυνατόν
一种惯用省略结构,其中 μὴ γάρ(强烈否定前面的说法:“绝非如此”)与 ἀλλά(“而是、然而”)连用,引入一个让步性的假设:“绝非如此,但若可能的话,假定……”。
- 2.2τὸ α τῷ ῑ ἔστω μὴ ἴσον
底本中的字母 ῑ(iota)作为一个代数项,并在紧随其后的分句中被指称为 γ̄。译文保留了原文中的希腊字母项,未作变动。
- 2.2τὸ ὃ ἂν λάβωμεν εἰς τὴν κατασκευὴν αὐτοῦ
冠词 τό 置于关系从句 ὃ ἂν λάβωμεν 之前将其名词化,并在句首前置作为后续动词 λαμβάνομεν 的宾语(“凡我们所获取的……我们所获取的要么……”)。
