- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:63.37-65.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出,古人所提出的诸原理(相反对立者)均可归结为一与多,从而属于单一的学问(第一哲学),并进一步主张在一切对立之前必有超越的一存在。随后,他论证了对论证的第一原理(公理)的考察何以唯独属于第一哲学家,而非各专门学科或自然哲学家。
εἶτα τὰς δόξας παρατίθεται τῶν πρεσβυτέρων· οἱ μὲν γὰρ Πυθαγόρειοι περιττὸν καὶ ἄρτιον, Παρμενίδης δὲ πῦρ καὶ γῆν, Πλάτων πέρας καὶ ἄπειρον, Ἐμπεδοκλῆς φιλίαν καὶ νεῖκος· πάντα δὲ ταῦτα καὶ τὰ ἄλλα τὰ ἐναντία εἰς τὸ ἓν καὶ τὸ πλῆθος ἀνάγεται· ταῦτα δὲ μιᾶς ἐπιστήμης θεωρῆσαι· ὥστε περὶ πάντα ὁ τελέως φιλόσοφος, εἴτε συνωνύμως τὸ ἓν καὶ τὸ ὂν κατὰ πάντων τῶν ὄντων λέγεται, εἴτε, ὅπερ ἐστὶ μᾶλλον ἀληθέστερον, τῶν πολλαχῶς μέν ἐστι λεγομένων,1 ὡς πρὸς ἓν δὲ καὶ μίαν φύσιν ἀνάγεται τά τε ὑπὸ τὸ ἓν καὶ τὰ ὑπὸ τὰ πολλά. καὶ οὕτως οὔτε χωριστὸν τὸ ἓν τῶν πάντων ὑποτιθέμεθα εἶναι οὔτε ὁμωνύμως αὐτό φαμεν κατηγορεῖσθαι τῶν πραγμάτων, καὶ ὅλως ὑπὸ μίαν ἐπιστήμην τὰ πάντα τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἀνάγομεν πάθη. τὰ μὲν γὰρ πρὸς ἓν λέγεται, τὰ δὲ τῷ ἐφεξῆς, ὡς οἱ ἀριθμοὶ καὶ τὰ σχήματα· οὐ γὰρ τοῦ γεωμέτρου περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τελείου διαλαβεῖν, ἀλλὰ κἂν ὀνομάσῃ ποτὲ ὅμοια τρίγωνα, ἐξ ὑποθέσεως αὐτὰ λαμβάνει καὶ ὁρισμοῦ· ὑποθέμενος γὰρ ὅτι ὅμοιά ἐστι τρίγωνα τὰ ὑπὸ τὰς ἴσας γωνίας τὰς πλευρὰς ἔχοντα ἀνάλογον, οὕτως ἀποδείκνυσι τάδε τὰ τρίγωνα ὅμοια· εἴτε δὲ χρὴ τὰ τοιαῦτα ὅμοια καλεῖν εἴτε μή, λέγειν οὐκ ἔχει. Συμπέρασμα δὴ τούτοις ἐπιτίθησι, δι’ οὗ τῆς αὐτῆς ἐπιστήμης εἶναί φησι καὶ πᾶν τὸ ὂν ᾗ ὂν θεωρεῖν καὶ τὰ καθ’ αὑτὰ τούτου πάθη· καὶ προστίθησιν ὅτι καὶ περὶ τοῦ προτέρου καὶ ὑστέρου καὶ περὶ γένους καὶ εἴδους καὶ ὅλου καὶ μέρους ἡ αὐτὴ γνώσεται· πάντα γὰρ ταῦτα ἀντίκειται ἀλλήλοις, τὰ δὲ ἀντικείμενα πάντα τῷ ἑνὶ καὶ τοῖς πολλοῖς περιείληπται, περὶ ἃ δέδεικται προηγουμένως ἔχων ὁ φιλόσοφος. ῥητέον οὖν πάλιν πρὸς αὐτόν, ὡς εἰ τὸ παρὰ τὸ ἓν θάτερον δηλοῖ τῶν ἐναντίων,2 δεῖ τι πρὸ πάσης ἐναντιώσεως ἕτερον ἓν εἶναι, οὗ πάντα μεθέξει καὶ τὰ τῆς ἑτέρας συστοιχίας, ὃ πάντων ἔσται ἀρχή. δεῖ γὰρ μὴ ἀπὸ διαιρέσεως ἄρχεσθαι τὰς ἀρχὰς ἀλλ’ ἀπὸ τοῦ ἑνός, ἐπειδή, ὡς εὖ φής, οὐκ ἀγαθὸν πολυκοιρανίη. καὶ γὰρ δὴ καὶ τῶν Πυθαγορείων ἀμείνους οἱ μὴ ἀπὸ τῶν ἀντικειμένων ἀρξάμενοι, προτάξαντες δὲ τῶν δυεῖν στοιχείων ἓν τὸ πάντων ἐξῃρημένον αἴτιον, ᾧ μήτε τι ἀντίκειται μήθ’ ὅλως ἰσοσθενὲς εἶναι βούλεται. καὶ περὶ μὲν τούτων τοσαῦτα καὶ νῦν. Ἐντεῦθεν δὲ ἤδη ὁ Ἀριστοτέλης μέτεισιν ἐπὶ τὸ ζητεῖν, εἰ τὰς τῆς ἀποδείξεως ἀρχὰς ὥσπερ τὰς τῆς οὐσίας ὁ φιλόσοφος ἐπιγνώσεται· καὶ διαρρήδην ἀποφαίνεται τῷ φιλοσόφῳ τὴν τούτων προσήκειν ἐπίσκεψιν. αἱ δὲ κατασκευαὶ τοιαῦται· παντὸς τοῦ ὄντος δι’ αὐτῶν ἀποδείκνυται τὰ καθ’ αὑτὰ συμβεβηκότα. ὥστε ὁ ταῦτα δεικνὺς ἕξει τι πλέον εἰπεῖν περὶ αὐτῶν, ὥσπερ γὰρ εἰ τὰ τοῖς ἀριθμοῖς ὑπάρχοντα μόνα δι’ αὐτῶν ἐγνωρίζομεν, ἀριθμητικῆς ἦν 〈ἂν〉 ἡ τούτων θεωρία, ἢ εἰ τὰ τοῖς μεγέθεσι καὶ σχήμασι, γεωμετρίας, οὕτως ἐπειδὴ τὰ τῷ ὄντι παντὶ καθ’ αὑτὰ ὑπάρχοντα δείκνυται δι’ αὐτῶν, ὁ περὶ πᾶν τὸ ὂν ᾗ ὂν ἔχων περὶ αὐτῶν διαλήψεται· καὶ γὰρ μόνος καθολικώτερον αὐτοῖς χρῆται, ἐπεὶ αἱ ἄλλαι τέχναι ἅτε περὶ τὶ ὂν ἔχουσαι καὶ οὐ περὶ πᾶν τὸ ὄν, τὸ πρόσφορον ἑαυταῖς ἀποδιαλαβοῦσαι δι’ αὐτοῦ συλλογίζονται, ὁ μὲν γεωμέτρης· τὰ τῷ αὐτῷ μεγέθει ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ὁ δὲ ἀριθμητικός· ἐὰν ἀπὸ ἴσων ἀριθμῶν ἴσους ἀφέλῃς, οἱ λειπόμενοι ἴσοι. καὶ ἐξ ὧν δὲ μηδεὶς τῶν μαθηματικῶν ἢ τῶν ἄλλων τεχνιτῶν ἐπιχειρεῖ λέγειν περὶ αὐτῶν, λάβοις ἂν ὅτι τῷ φιλοσόφῳ μόνῳ πρέπουσά ἐστιν ἡ περὶ αὐτῶν σκέψις. εἰ δὲ καὶ οἱ περὶ φύσιν δεινοὶ λέγουσί τι πολλάκις περὶ αὐτῶν, ἐξαπατῶντες ἑαυτούς·3 οἰόμενοι γὰρ μόνα εἶναι τὰ σώματα καὶ αὐτοὶ περὶ πᾶν τὸ ὂν ἔχειν οὕτω τι λέγουσι περὶ τῶν ἀξιωμάτων· οὓς ὑπομνήσομεν ὅτι φιλόσοφοι μέν εἰσι καὶ αὐτοὶ περὶ τὴν φυσικὴν οὐσίαν διατρίβοντες, οὐ μὴν οἱ πρῶτοι. Εἰ δέ τινες ἄλλοι περὶ τῆς τῶν ἀξιωμάτων ἀληθείας ἐπιχειροῦντες λέγειν ἀποδείξεις αὐτῶν προχειρίζονται, δι’ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν αὐτὸ ποιοῦσι· δεῖ γὰρ οὐ ζητεῖν τὸν ὁτιοῦν μαθησόμενον τὰ ἀξιώματα, ἀλλ’ ἥκειν αὐτὰ προειληφότα. εἰ δὲ καὶ οἱ ἄλλοι τεχνῖται τὰς βεβαιοτάτας ἀρχὰς ἴσασι τοῦ γένους περὶ ὃ στρέφονται, πολλῷ δὴ πλέον ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ πάντων τῶν ἀξιωμάτων τὰ βεβαιότατα καὶ ἀρχηγικώτατα κατανενοηκέναι. βεβαιότατον δ’ ἐστὶ περὶ ὃ ἀπατηθῆναι οὐχ οἷόν τε, καὶ ἀρχηγικώτατον εἰς ὃ πάντα ἀναλύεται ὡς εἰς ἀνυπόθετον· ἡ γὰρ ὑπόθεσις ἀρχὴ μὲν ὡς πρὸς τόδε, ἁπλῶς δὲ οὐκ ἀρχὴ ἀλλ’ ἀποδεικτὴ τῷ ἐπαναβεβηκότι.
随后,他援引了前人的观点:毕达哥拉斯派提出了奇与偶,巴门尼德提出了火与土,柏拉图提出了定限与无定,恩培多克勒提出了友爱与争吵;而所有这些以及其他的相反者都归于一与多数;并且考察这些属于单一的学问;从而完全的哲学家关涉一切事物,无论一与存在是同义地述说一切存在者,还是如更真实的情况那样,属于多义地言说的事物,但一之下的事物与多之下的事物都作为关联于一与单一本性而被归结。这样,我们既不假定一是脱离万物而独立的,也不说它是同名异义地述说诸事物,并且总体而言将一与存在的一切受动状态归于单一的科学之下。因为有些事物是关联于一而言说的,另一些则是依序而言说的,正如数目与图形那样;盖探讨相同、相似与完全并非几何学家的事,即便他有时提及相似三角形,也是从假设和定义中接受它们的;因为他在假定了在等角之下的各边成比例的三角形为相似三角形之后,便如此论证这些三角形是相似的;但究竟应当还是不应当将此类事物称为相似,他是无法说出的。 于是他为这些论断作出了结论,通过这一结论他说,考察作为存在者而言的一切存在者以及它的按其自身的受动状态,属于同一门科学;并且他补充说,关于先与后、关于类与种、以及关于整体与部分,同一门学问也将予以认识;因为所有这些都彼此对立,而所有对立者都被包揽在一与多数之下,关于这些,已经表明哲学家是首要关涉的。因此必须反过来对他指出:如果并立于一旁的那一者指示着相反者的另一方,那么在一切相反对立之前,必定存在另一个超越的一,包括另一序列在内的一切事物都将分有它,它将作为一切事物的原理。因为原理必须不从划分开始,而是从一开始,正如你恰当地所言:“多数者的统治并非善事”。事实上,在毕达哥拉斯派中,那些不从对立者开始、而是在两个要素之前预先确立超越万物的单一原因的人更为优越,对这单一原因既没有任何事物与之相对立,也绝没有任何事物意图具有同等力量。关于这些事,此刻暂且说到这里。 从这里开始,亚里斯多德随即转入探讨:哲学家是否将如同认识实体的原理那样,也认识论证的原理;并且他明确断言,对这些原理的考察属于哲学家。其论证步骤如下:一切存在者的按其自身附随的属性正是通过它们而得到论证的。因此,指明这些属性的人将对它们更有发言权;因为正如若我们仅仅通过它们认识属于数目的属性,对这些属性的观照本应属于算术,或者若属于大小与图形,本应属于几何学,同样地,既然属于一切存在者的按其自身属性是通过它们被指明的,关涉作为存在者而言的一切存在者的人就将探讨它们;因为唯有他以更为普遍的方式使用它们,而其他技艺由于关涉某种特定的存在者而非一切存在者,在截取了适合于自身的部分后,便通过它来进行推论——几何学家说:“与同一大小相等者,彼此也相等”,算术家说:“若从相等的数目中减去相等的数目,所余者相等”。此外,从数学家及其他技术人员均未曾试图论及它们这一事实,人们也可以领会到,关于它们的探究唯独适于哲学家。即使精通自然哲学的人往往就它们发表某些见解,也是在自欺欺人;因为他们以为唯有物体存在,且自认为关涉一切存在者,因而就这样论及公理;对此我们将提醒他们,从事于自然实体的他们自己固然也是哲学家,但绝非最初的哲学家。 如果其他某些人试图论述公理的真实性,并提出关于它们的论证,他们这样做是由于缺乏分析学的训练;因为任何准备学习某种知识的人,都不应当去探求公理,而应当在预先领会了公理之后再来学习。如果说其他技术人员都知道自己所从事的属的最牢固的原理,那么对于哲学家而言,领会所有公理中最牢固且最根本的原理显然更为必然得多。而关于它不可能受欺骗的原理就是最牢固的,一切事物如同归于无假设之物那样归结于它的原理就是最根本的;因为假设固然是相对于此事的原理,但绝非绝对的原理,而是对于上升到更高层次的人来说是可以被论证的。
- 2.2τῶν πολλαχῶς μέν ἐστι λεγομένων
属格 τῶν πολλαχῶς λεγομένων 为表所属的述语性属格,意为“属于在多种意义上被说的事物之列”。主语承前文省略了“一与存在”(τὸ ἓν καὶ τὸ ὄν)。
- 2.2εἰ τὸ παρὰ τὸ ἓν θάτερον δηλοῖ τῶν ἐναντίων
介词短语 παρὰ τὸ ἕν 带冠词充当名词性主语,意为“并立于一旁的/在一之外的事物”。θάτερον τῶν ἐναντίων 是其宾语或表语(“相反者中的另一方”)。叙利亚努在此论证:若与一并列之物仅是相反对立的一方,则在其上位必然需要一个统摄两者的超越的一。
- 2.2εἰ δὲ καὶ οἱ περὶ φύσιν δεινοὶ λέγουσί τι πολλάκις περὶ αὐτῶν, ἐξαπατῶντες ἑαυτούς
在条件从句 εἰ... λέγουσι 之后,并未出现明确的独立主句动词,而是直接接上分词短语 ἐξαπατῶντες ἑαυτούς(“欺骗自身”)。在句法上,这可视为省略了主句谓语动词(如 ποιοῦσι),或者属于句法紧缩,意为“即使他们谈论它们,也是自欺欺人地在谈论”。
