- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:62.19-63.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努在维护了关于一与不定双数的柏拉图主义立场之后,解释了一与存在虽有多重含义却通过“关联于一”(pros hen)而归属于单一科学(第一哲学)的理路,并阐明了探究存在者自身属性的哲学与仅作为其模仿的辩证术及智者术之间的差异。
τί δὲ τῇ Ἐμπεδοκλέους φιλίᾳ καὶ τῷ νείκει διεμαχόμεθα; τὰ γὰρ αὐτὰ νῦν πράγματα καὶ τὰς αὐτὰς δυνάμεις δι’ ἑτέρων ὀνομάτων εἰς τὰς ἀρχὰς εἰσάγομεν, τοῦ μὲν ἑνὸς οὐδ’ ὑπαλλάξαντες τοὔνομα, τὴν δὲ ἀόριστον δυάδα πολλὰ μετονομάσαντες. ταῦτα μὲν οὖν ὑπέρευ. ἐπειδὴ δὲ τὰς ἀρχὰς ἐξῃρῆσθαι δεῖ τούτων ὧν εἰσιν ἀρχαί, ἔστω σοι1 τὸ ἓν καὶ τὸ πλῆθος τοῦ κατὰ μέθεξιν ἑνὸς καὶ τῶνδε τῶν πολλῶν ἐξῃρημένα, καὶ οὕτω τά τε πράγματα σεμνότερα θεασόμεθα καὶ ἡμεῖς ἡμῖν αὐτοῖς οὐ διαφωνήσομεν. ταῦτα μὲν καὶ εἰσαῦθις, εἰ δοκεῖ. Τέως δὲ δείξας ἡμῖν, ὅτι μιᾶς ἐπιστήμης τὰ ὄντα πάντα καὶ τὰ ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ ἀναγόμενα θεωρεῖν, λύει τινὰ ἔνστασιν τὴν ἀποροῦσαν, πῶς ἐπεὶ πολλαχῶς τὸ ἓν καὶ τὸ ὄν, ὑπὸ μίαν ἐπιστήμην. ὁ δέ φησιν ὅτι πρὸς ἓν λέγεται. ὥσπερ οὖν τὰ ὑγιεινὰ μιᾶς, οὕτω καὶ ταῦτα μιᾶς· πρὸς γὰρ τὴν οὐσίαν ἅπαντα τὰ ὄντα καὶ πρὸς τὸ πρώτως ἓν ἀναφέρεται. οὕτω δὲ καὶ τὸ ταὐτὸν εἰ διαφορὰς ἔχει, πᾶσαι πρὸς τὸ πρώτως ταὐτὸν ταχθήσονται, τοῦτο δέ ἐστι τὸ τῇ οὐσίᾳ ταὐτόν· οὕτω καὶ τὸ ἕτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον. δεῖ οὖν διελομένους,2 ποσαχῶς ἕκαστον τούτων λέγεται, εἴτε δεκαχῶς † ἐπειδὴ παντὶ τῷ ὄντι ὑπάρχει εἴτε κατ’ ἄλλον ἀριθμόν, τὸ ἐν ἑκάστῃ κατηγορίᾳ συντάττειν τῷ ἐν τῇ οὐσίᾳ ταὐτῷ καὶ ὁμοίῳ καὶ ἑτέρῳ καὶ ἀνομοίῳ· τὰ μὲν γὰρ τῷ ἐκεῖνο τὸ πρῶτον ἔχειν αὐτά, τὰ δὲ τῷ ἐκεῖνο τὸ πρῶτον ποιεῖν αὐτά (ἔχει γὰρ ἡ οὐσία καὶ ποιεῖ ταῦτα ἃ λέγεται εἶναι), τὰ δὲ καὶ κατ’ ἄλλους τρόπους· ἤτοι γὰρ σχέσιν ἔχει πρὸς οὐσίαν ἢ πάθος αὐτῆς ἐστιν ἤ τι τοιοῦτο. λέλυται οὖν κἀκείνη ἡ ἀπορία, τίνος ἐστὶ διαλαβεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἴσου καὶ ἀνίσου καὶ ὅλως πάντων τῶν καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπαρχόντων· δῆλον γὰρ ἐκ τῶν εἰρημένων ὅτι τοῦ φιλοσόφου· καὶ γὰρ εἰ μὴ οὗτος, τίς ἐστιν ὁ σὺν ἀποδείξει λέγων εἴτε ταὐτὸν Σωκράτης 〈καὶ Σωκράτης〉 φιλοσοφῶν εἴθ’ ἕτερον, εἴτε πῇ μὲν ταὐτὸν πῇ δὲ ἕτερον· ἢ εἰ δυνατὸν ἑνὶ πολλὰ εἶναι ἐναντία ἢ ἀδύνατον ἀλλ’ ἀνάγκη ἓν ἑνί. ἐπεὶ οὖν οὐχὶ τῶν ἀριθμῶν ἢ τῶν σχημάτων ταῦτα πάθη, ἀλλὰ τοῦ ὄντος ᾗ ὄν, φανερὸν ὅτι τῆς πρώτης ἐστὶ φιλοσοφίας ἡ περὶ ταῦτα σχολή· καὶ οὐ διὰ τοῦτο κακίσειεν ἄν τις τοὺς σοφιστάς, ὅτι περὶ ταῦτα στρέφονται, ἀλλ’ ὅτι μηδὲν περὶ οὐσίας ἐπαΐοντες περὶ ταῦτα σὺν ἀμαθίᾳ πολλῇ διατρίβουσιν. ἔδει δὲ εἰδέναι ὅτι ὥσπερ ἀριθμοῦ πάθη ἐστὶν ἴδια τὸ ἄρτιον καὶ περιττὸν καὶ κατὰ τὴν πρὸς ἀλλήλους παραβολὴν πολλαπλάσιον, ὑποπολλαπλάσιον καὶ ὅλως αἱ δέκα σχέσεις αἱ ὑπὸ τὴν ὑπεροχὴν καὶ ἔλλειψιν, ὁμοίως δὲ καὶ τῷ στερεῷ σώματι τῷ τε ὑπὸ τῶν γεωμετρῶν κατανοουμένῳ καὶ ἀκινήτῳ, καὶ τῷ φυσικῷ καὶ κινητῷ, καὶ τῶν κινουμένων τῷ τε ἀβαρεῖ καὶ οὐρανίῳ καὶ τῷ ἐνύλῳ καὶ βάρος ἔχοντι ἢ κουφότητα, οὕτω δὴ καὶ τῷ ὄντι καθὸ ὄν καθ’ αὑτά τινα συμβέβηκε, περὶ ὧν οὐδὲν εἰπεῖν ὑγιὲς ὁ μὴ ἐπεσκεμμένος δυνήσεται. μόνος οὖν ὁ φιλόσοφος περὶ αὐτῶν ἀξιόχρεως διισχυρίσασθαι· ὑποδυόμενοι3 δὲ οἱ διαλεκτικοί τε καὶ σοφισταὶ προσποιοῦνται μὲν καὶ αὐτοὶ περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, ἀπολιμπάνονται δὲ αὐτοῦ τε καὶ τῆς ἀληθείας, οἱ μὲν διὰ τὸ μὴ ἔχειν αὐτοῦ τὴν ἐπιστήμην ἀλλ’ ἐνδόξως ἐπιχειρεῖν περὶ ὧν ὁ φιλόσοφος ἀποδείκνυσιν, οἱ δὲ καὶ προαιρέσει μοχθηρᾷ χρώμενοι. σχεδὸν γὰρ ὑπεναντία τοῖς φιλοσόφοις σπουδάζουσιν· οἱ μὲν γὰρ τῆς τῶν προσιόντων ταῖς ἀκροάσεσι σωτηρίας στοχάζονται, οἱ δὲ πρὸς ἀπάτην ὁρῶσι καὶ τὸ παρὰ τῶν διαστραφέντων χρηματίσασθαι. ἡ δὲ διαλεκτικὴ βελτίονα μὲν ἔχει τῆς σοφιστικῆς προαίρεσιν καὶ φιλόσοφον ἔχει τὴν γνῶσιν, 〈εἰ〉 καὶ τῶν συνόντων πειραστικός ἐστιν ὁ διαλεκτικός, οὐ διδασκαλικός, ὥσπερ ὁ φιλόσοφος. ὁ δέ γε σοφιστὴς εἴδωλόν ἐστιν εἰδώλου· τὴν γὰρ πειραστικὴν μιμεῖται, οὐδ’ αὐτὸ τοῦτο δυνάμενος ποιεῖν. Δείξας οὖν ὁ Ἀριστοτέλης 〈ἐκ τῆς σοφιστικῆς〉 κἀκ τῆς διαλεκτικῆς κατὰ μίμησιν τῆς φιλοσοφίας περὶ πάντα τὰ ὄντα ἐχουσῶν, ὅτι ἡ φιλοσοφία παντὸς τοῦ ὄντος ᾗ ὄν ἐστι γνωστική, χρῆται καὶ ἄλλῳ τινὶ τοιῷδε ἐπιχειρήματι· πάντες οἵ τε φυσικοὶ καὶ οἱ τούτων ὑπερτέραν θεωρίαν φιλοφρονούμενοι τὰς ἀρχὰς τοῦ ὄντος ἐναντίας ποιοῦσιν.
而且我们为何曾与恩培多克勒的友爱与争吵作对呢?因为我们如今正是以不同的名称将相同的事物和相同的潜能引入诸原理之中,对于“一”甚至未曾更改其名,而只是将“不定双数”改称为“多”。这些固然极好。但既然原理必须超越于它们作为其原理的那些事物,那么就为你设定一与多数超越于依分有的一以及这些个别的多吧;如此,我们将更为庄严地注视事物,并且我们自身之间也不会产生分歧。关于这些事,若是合适,容我们以后再议。暂且,在他向我们指明了考察一切存在者以及归于一与多之下的事物属于单一的学问之后,他化解了某种提出疑难的反对意见:既然一与存在在多种意义上被说,它们如何归于单一的科学之下?而他说,这是因为它们是“关联于一”而言说的。因此,正如健康的事物属于单一的[学问],这些事物同样也属于单一的[学问];因为一切存在者都归引于实体,并归引于最首要的一。同样,相同者即使具有诸差异,所有差异也将关联于最首要的相同者而被安排,而这也就是在实体上的相同者;相异者、相似者与不相似者亦是如此。因此,在区分了这些当中的每一者在多少种意义上被说之后——无论是在十种意义上(既然它属于每个存在者),还是依另一种数目——必须将每一范畴中的事物与实体中的相同者、相似者、相异者以及不相似者并列;因为一些事物是由于那第一者拥有它们,另一些是由于那第一者产生它们(因为实体拥有并产生这些被说成是存在的事物),还有一些则是依其他方式;因为它们若非与实体具有某种关系,便是它的受动状态,或诸如此类者。因此,关于探讨相同与相异、相等与不相等、以及总而言之所有按其自身属于诸实体的事物究竟属于谁的那个疑难,也就被解决了;因为从所述诸事显而易见,这属于哲学家;因为若不是他,又有谁能够带着论证说出苏格拉底与从事哲学的苏格拉底究竟是相同还是相异,抑或在某种意义上相同而在某种意义上相异;或者一物是否可能与多数事物相对立,还是不可能,而必然是一物与一物相对立?因此,既然这些不是数目或图形的受动状态,而是就其作为存在者而言的存在者的受动状态,显而易见,对于这些事物的探讨属于第一哲学;人们不会因为智者们致力于这些事物而谴责他们,而是因为他们对实体一无所知,却带着极大的无知从事于这些事物。但人们本应知道,正如数目的固有受动状态是奇与偶,以及在彼此对照中的倍数、约数,和总括于过多与过少之下的十种关系;同样对于几何学家所把握且不动的立体物体、自然的且可动的物体,以及在运动之物中既包括无重量的天体、又包括具有质料且带有重性或轻性之物而言也是如此;同样地,对于就其作为存在者而言的存在者,也有某些按其自身附随的属性,未曾考察过的人对于它们将无法说出任何健全之言。因此,唯有哲学家有资格对它们作出确凿断言。然而,辩证家与智者们戴着[哲学家的]假面,佯装自己也在论述所有存在者,却既不及他,也脱离了真理;前者是因为没有他的科学,而只是对哲学家所论证的事物作公认意见式的驳难,后者则更是采用了败坏的抉择。因为他们所追求的几乎与哲学家相反;盖哲学家着眼于拯救前来听讲的人,而智者们则着眼于欺骗并从那些被败坏的人那里获取钱财。但辩证术具有比智者术更优的抉择,并且具有哲学性的认识,即使辩证家是考验其相伴者之人,而非如哲学家那样施行教导之人。而智者则是影像的影像;因为他模仿考验之术,却连这本身都无力做到。因此,亚里斯多德既然从智者术和辩证术依对哲学的模仿而关涉一切存在者这一点,指明了哲学是就其作为存在者而言的一切存在者的认识,他便又采用了另一个如下的论证:无论是所有的自然哲学家,还是那些倾心于比他们更高观照的人,都将存在者的原理设定为相反者。
- 2.2ἔστω σοι
代词与格 σοι 为伦理性与格(关涉与格),在辩证对话的语境中向对方(亚里士多德)表达让步与预设(“且为你设定”、“请准予”)。
- 2.2δεῖ οὖν διελομένους
不定过去时中间态分词 διελομένους 为宾格,与无人称动词 δεῖ 所支配的不定词 συντάττειν 的未明示的泛指逻辑主语(宾格)在性、数、格上保持一致。
- 2.2ὑποδυόμενοι
分词 ὑποδυόμενοι 源自戏剧隐喻(戴上面具/扮演角色),此处作绝对用法,意为“戴上[哲学家]的假面/乔装”,与后文的 προσποιοῦνται(佯称)相呼应。
