← 叙利亚努斯

亚里士多德《形而上学》注释

§61.1-62.19

存在与一的基质同一与哲学探究的拓展

叙利亚努阐明了亚里士多德关于存在与一在底层基质上为同一的论证,以及哲学诸分支如何由此延伸至考察从属于一与多的形式及其对立者,并追问亚里士多德为何未将一与不定双数采纳为本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#3

Ἀρέσκει τοίνυν αὐτῷ ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ ὂν καὶ ἕν, καὶ εἰ οἱ λόγοι αὐτῶν ἕτεροι εἶεν· εἰ δέ τις καὶ τὸν αὐτὸν λόγον ἀμφοτέροις ἀποδιδοίη, οὔ φησι διοίσεσθαι,1 μᾶλλον γὰρ αὐτοῦ συνδραμεῖσθαι τοῦτο τῇ ὅλῃ προθέσει· τὰ γὰρ ὑπὸ τὸ ἓν ἐπὶ πλέον δειχθήσεται προσήκοντα τῷ φιλοσόφῳ ἅτε περὶ τὸ ὂν ᾗ ὂν στρεφομένῳ. τίνες οὖν αἱ κατασκευαὶ τοῦ ταὐτὸν εἶναι τὸ ἓν καὶ τὸ ὄν; πρῶτον μὲν ὅτι καὶ τὸ ἄνθρωπος καὶ τὸ εἷς ἄνθρωπος καὶ τὸ ὢν ἄνθρωπος ταὐτὸν δηλοῖ, κἂν εἴπω δὲ εἷς ὢν ἄνθρωπος, οὐχ ἕτερον δηλῶ (τὸ γὰρ ἀναδιπλωθὲν κἂν ἀνατριπλωθῇ ταὐτὸν σημαίνει), δεύτερον δὲ ὅτι ἡ ἑκάστου οὐσία οὐκ ἔστιν ἓν 〈κατὰ〉 συμβεβηκός, ἀλλ’ ὥσπερ ὅπερ ὄν τι, οὕτω καὶ ὅπερ ἕν τι· ὥστε ὁσαχῶς τὸ ἕν, τοσαυταχῶς καὶ τὸ ὄν, εἴπερ ἄμφω ταὐτόν, * * * τὰς οὐσίας ἐπισκεπτόμενος καὶ πάντα τὰ ὄντα ὁ φιλόσοφος τὰς διαφορὰς τοῦ ἑνὸς ἐπισκέψεται. διαφοραὶ δὲ τοῦ ἑνὸς καὶ ὥσπερ εἴδη τὸ ταὐτὸν τὸ ὅμοιον τὸ ἴσον τὸ εὐθὺ καὶ ὅλως 〈ἡ〉 ἀμείνων συστοιχία, ὥσπερ ἡ καταδεεστέρα τῶν πολλῶν ἐστιν ἀκόλουθος. ἐπραγματεύσατο δὲ τοῦτο ἰδίᾳ καὶ αὐτὸς οὗτος ὁ φιλόσοφος ἐκλογὴν πάντων ποιησάμενος τῶν ἐναντίων καὶ ὑποτάξας τὰ μὲν τῷ ἑνί, τὰ δὲ τοῖς πολλοῖς. εἰ τοίνυν περί τε τὰς οὐσίας καὶ περὶ τὰς τοῦ ἑνὸς καὶ τῶν πολλῶν ἕξει διαφορὰς ἡ ὅλη φιλοσοφία, καὶ τὰ μέρη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν διατρίψει· τῶν δὲ οὐσιῶν ἡ μὲν νοητή τε καὶ ἀΐδιος, ἡ δὲ αἰσθητή τε καὶ φθαρτή· ὥστε ἡ μὲν ἔσται πρώτη φιλοσοφία ἡ περὶ τὴν νοητήν τε καὶ ἀκίνητον οὐσίαν στρεφομένη, ἡ δὲ ταύτης ἐχομένη καὶ δευτέρα ἡ περὶ τὴν φύσιν διατρίβουσα. ὥσπερ γὰρ τὸ ὂν καὶ τὸ ἓν εἴδη ἔχει, τὸ μὲν πρῶτον τὰ δὲ ἐφεξῆς, οὕτω καὶ αἱ ἐπιστῆμαι τοῖς οὖσιν ἀνάλογον ταχθήσονται. ἔχει γὰρ ἡ φιλοσοφία τὸ πρότερον ἐν ἑαυτῇ καὶ τὸ ὕστερον, ὥσπερ καὶ ἡ μαθηματική· καθάπερ οὖν πρότερος μὲν ὁ ἀριθμητικὸς τοῦ γεωμέτρου, πάλιν δὲ οὗτος τοῦ ἀστρονόμου καὶ οὗτος εἰ τύχοι τοῦ μηχανικοῦ, οὕτω καὶ τὰ εἴδη τῆς ὅλης φιλοσοφίας τῷ πρώτῳ καὶ μέσῳ καὶ τελευταίῳ διακεκόσμηται. Μιᾶς δὲ τἀντικείμενα πάντως ἀλλήλοις θεωρούσης δεῖ τὴν τὸ ἓν εἰδυῖαν καὶ τὰ πολλὰ εἰδέναι· τὰ γὰρ πολλὰ ἤτοι ἀπόφασις τοῦ ἑνὸς ἢ στέρησις. διαφέρουσι δὲ ἀλλήλων αἱ ἀντιθέσεις αὗται, ὅτι ἡ μὲν ἀπόφασις ἐπὶ πάντων ἀληθεύει τῶν παρὰ τὸ ἓν ἐκεῖνο τὸ ἀναιρούμενον· τὸ γὰρ οὐχ ἵππος ἐπὶ πάντων ἀληθὲς τῶν παρὰ τὸν ἵππον, ἡ δὲ στέρησις οὐχ οὕτως· οὐ γὰρ ἁπλῶς ἀπούσης τῆς ἕξεως 〈ἔννοιαν〉 παρίστησιν ἡ στέρησις (οὐ γὰρ τυφλὸς ὁ μὴ ἔχων ὄψιν, ἐπεὶ καὶ λίθος ἂν ἦν τυφλός), ἀλλ’ ἀπούσης τοῦ πεφυκότος αὐτὴν δέχεσθαι·2 κωφὸν οὖν οὐχὶ πᾶν ὃ μὴ ἀκούει, ἀλλὰ τὸ οὖς ἐὰν μὴ ἀκούῃ, ὅτι πέφυκεν ἀκούειν· δεῖ γὰρ ὑποκεῖσθαι μίαν φύσιν τῇ ἕξει καὶ τῇ στερήσει. καὶ διαφορὰ μὲν αὕτη μεγίστη στερήσεως καὶ ἀποφάσεως. εἴτε μέντοι στέρησίς ἐστι τοῦ ἑνὸς τὰ πολλὰ εἴτε ἀπόφασις, ἐπειδὴ δι’ ἑκατέρας ἔστι τὸ ἓν θεωρῆσαι, τοῦ αὐτοῦ ἐστι τό τε ἓν εἰδέναι καὶ τὰ πολλά· καὶ γὰρ ὅλως τὰ καθ’ οἱανοῦν ἀντίθεσιν ἀλλήλοις ἀντικείμενα μιᾶς ἐστιν ἐπιστήμης εἰδέναι. εἰ δὲ ὁ φιλόσοφος τό τε ἓν εἴσεται καὶ τὰ πολλά, οὐ μόνον τὸ ταὐτὸν καὶ ἴσον καὶ ὅμοιον ἐπισκέψεται διαφορὰς ὄντα τοῦ ἑνός, ἀλλὰ καὶ τὰ τούτοις ἀντικείμενα, τὸ ἕτερον τὸ ἀνόμοιον τὸ ἄνισον, ἅπερ ὑπὸ τὸ πλῆθος ἀνάγεται, καὶ οὐ μόνα γε ταῦτα ἀλλὰ καὶ ὅσα διὰ τούτων ὑπὸ τὸ ἓν καὶ τὰ πολλὰ τάττεται· καὶ γὰρ τὸ λευκὸν καὶ 〈τὸ〉 μέλαν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ πᾶν τὸ τοιοῦτον γένος ὑπὸ τὰ πρώτιστα τῶν ἀντικειμένων τέτακται, ὡς μὲν ἐγὼ νομίζω, τὸ γλυκὺ καὶ τὸ λευκὸν καὶ πᾶν 〈τὸ〉 τῷ εἴδει συγγενέστερον ὑπὸ τὸ ἕν, τὸ δὲ πικρὸν καὶ μέλαν καὶ πᾶν τὸ εἰς τὴν στέρησιν ὑποφερόμενον ὑπὸ τὰ πολλά· ὡς δὲ ὁ Ἀλέξανδρος ἐξηγεῖται, τὰ μὲν διακριτικὰ [θερμὸν γλυκὺ λευκὸν] ὑπὸ τὰ πολλά, τὰ δὲ τούτοις ἀντίθετα ὑπὸ τὸ ἕν. καὶ τὴν ἐναντίωσιν δὲ αὐτὴν ἀνάξομεν ἐπὶ τὰ πολλά, τὴν δὲ φιλίαν ὑπὸ τὸ ἕν· διαφορὰ γάρ τις, φησίν, ἡ ἐναντίωσις, ἡ δὲ διαφορὰ ἑτερότης. εὖ γε σὺ πάντα ταῦτα λέγων ὦ ἄριστε· τί οὖν οὐχὶ καὶ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα παρελαμβάνομεν ἐν ταῖς ἀρχαῖς;

因此,他的主张是:存在与一在底层基质上是同一的,即便它们的定义各不相同;而若是有人给二者赋予相同的定义,他说这也不会有什么不同,因为这反而更符合他的整体意图;盖归于一之下的事物,对于从事于就其作为存在者而言的存在者的哲学家来说,将更显适宜。那么,证明一与存在是同一的论据是什么呢?其一,因为“人”、“一人”与“存在的人”所表示的是同一回事,且即使我说“一个存在的人”,我所表示的也没有不同(因为重复两次的事物,即便重复三次,所指也是相同的);其二,因为每一事物的实体并不是偶然地为一,而是正如它正是某种存在者,它同样也正是某种一。因此,在多少种意义上说一,也就在多少种意义上说存在,倘若二者是同一的,* * * 哲学家在考察诸实体及一切存在者时,也将考察一的诸差异。而一的诸差异,亦即犹如其形式者,乃是相同者、相似者、相等者、正直者,以及总而言之较优的对照表,正如较劣的一列随顺于多一样。而这位哲学家本人也曾单独探讨过此事,将一切相反者作了辑录,并将一些归于一之下,将另一些归于多之下。因此,如果整个哲学既关乎诸实体,又关乎一与多的诸差异,那么它的各个部分也将探讨诸实体的形式;而在诸实体中,一者是理知且永恒的,另一者则是可感且可灭的;因此,第一哲学将是致力于理知且不动之实体的学问,而紧随其后且居于第二位的,将是探讨自然的学问。因为正如存在与一具有诸形式,一者为首而其余依序排列,诸科学也将与存在者相应地被安排。因为哲学自身之中具有在先者与在后者,正如数学也是如此;正如算术家先于几何学家,而几何学家又先于天文学家,譬如天文学家又先于机械学家,整个哲学的诸形式同样也是由第一者、居中者与最末者所构成的。 既然考察彼此相对立的事物无论如何都属于单一的学问,那么认识一的学问也必然要认识多;因为多若非一的否定,便是其缺失。而这两种对立彼此不同:否定对于被否定的那单一一物之外的一切事物都是真的;因为“非马”对于马之外的一切事物都是真的;但缺失却非如此;因为缺失并不单单表明状态的缺席(因为没有视觉者并非就是瞎的,否则石头也是瞎的了),而是表明在自然本性上适于接受它的事物中缺席;因此,聋并不是一切听不见的事物,而是耳朵若听不见[则是聋],因为它自然本性上是适于听的;因为必须有单一的本性作为状态与缺失的基础。而这是缺失与否定之间最大的差异。然而,无论多是一的缺失还是否定,既然通过两者中的任一者都可以考察一,认识一与认识多便属于同一门学问;因为总的来说,认识以任何对立方式彼此对立的事物,都属于单一的科学。如果哲学家将要认识一与多,他不仅要考察作为一的差异的相同者、相等者与相似者,还要考察与这些相对立的事物——属于多数之下的相异者、不相似者与不相等者,而且不仅是这些,凡是通过这些而被置于一与多之下的事物,他也都要考察;因为白与黑、甜与苦以及所有此类属,都被安排在最首要的对立者之下——如我所认为的,甜、白以及一切与形式更为亲近的事物被归于一之下,而苦、黑以及一切退入缺失的事物则被归于多之下;然而正如亚历山大所解释的,离析性的事物[热、甜、白]被归于多之下,而与这些对立的事物则被归于一之下。并且我们也将相反性本身归于多,而将友爱归于一;因为他说,相反性是某种差异,而差异乃是相异性。至善的人啊,你说出所有这些话真是太好了!那么我们当初为何不在诸原理中一并采纳一与不定双数呢?

语法注2 条
  1. 2.2οὔ φησι διοίσεσθαι

    διοίσεσθαι 是非人称结构 οὐδὲν διοίσει(“并无区别/并不相干”)的将来时不定式,其逻辑主语是前文条件从句的内容(“为二者赋予同一界定”)。否定词 οὐ 位于主动词 φησί 之前,但在语义上否定的是不定式的内容。

  2. 2.2ἀπούσης τοῦ πεφυκότος αὐτὴν δέχεσθαι

    分词 ἀπούσης 构成受 〈ἔννοιαν〉 支配的客观属格,其逻辑主语由前文的 τῆς ἕξεως 补充。τοῦ πεφυκότος 则作为表示分离的属格,由动词 ἄπειμι(缺席、不在)所支配,意为“从在自然本性上适于接受它[该状态]的事物中[缺席]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:61.1-62.19