← 叙利亚努斯

亚里士多德《形而上学》注释

§60.1-60.38

就一与多的对立批判亚里士多德

叙利亚努针对可能为亚里士多德所作的辩护提出反驳,指出亚里士多德未能把握超越的一之本性,在以缺失或关系对立解释一与多时陷入自相矛盾,未能协调古老形而上学与通常学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

ἢ πρὸς μὲν τοῦτο φαίη τις ἂν ὑπὲρ Ἀριστοτέλους, ὅτι ἀλλ’ οὐδὲ τὰ πολλὰ τοῦ ἑνὸς ἐστέρηται τέλεον, ἀλλ’ ἔστιν αὐτοῦ πρόοδος· ἐὰν δὲ στερήσῃς αὐτὰ τοῦ ἑνός, πάντῃ τέλεον οἴχεται τὸ ὂν ἀποδρὰν πρὸς τὸ μὴ ὂν καὶ τὴν τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἀχανίαν. ἐγὼ δὲ βουλοίμην μὲν ἂν αὐτοὺς ταῦτα καὶ λέγειν καὶ φρονεῖν· ἔστι γάρ πως Πυθαγορικώτερα καὶ Πλατωνικώτερα τῷ τε Παρμενίδῃ φίλων φίλτατα, καὶ ἅμα εἰς ἔννοιαν ἄγει πως, ὡς πάντα τῷ ἑνὶ καὶ ἔστι καὶ σῴζεται. προσανακρίνω δὲ πάλιν, πότερον τὸν ἕνα ἄνθρωπον οἴονται σεμνότερον εἶναι ἢ τοὺς δέκα ἀνθρώπους· εἰ μὲν γὰρ τὸν ἕνα ἄνθρωπον, πῶς δεκαπλασιασθὲν τὸ τίμιον τοῦ πράγματος οὐ σεμνότερον γέγονεν; εἰ δὲ τοὺς δέκα ἀνθρώπους, πῶς ἐστι τὸ μὲν ἓν εἶδος καὶ ὄν, τὰ δὲ πολλὰ στέρησις καὶ μὴ ὄν; εἰ δὲ τοὺς δέκα ἀνθρώπους κατὰ μὲν τὸν ἀριθμὸν λείπεσθαι φαῖεν τοῦ ἑνὸς ἀνθρώπου, κατὰ δὲ τὸ οὐσιῶδες τὸ ἐν τῷ ἀνθρώπῳ πλεονεκτεῖν,1 οὐκ ἦν ταὐτὸν ἐν τῷ ἑνὶ ἀνθρώπῳ τὸ ὂν αὐτοῦ καὶ τὸ ἕν· οὐ γὰρ ἂν τὸ μὲν πολλαπλασιαζόμενον ἐγίνετο σεμνότερον, τὸ δὲ ἀτιμότερον. Πάλιν εἰ μὴ ὡς στέρησις τὰ πολλὰ τῷ ἑνί, μᾶλλον δὲ κατὰ τὰ πρός τι ἀντίκειται, καθὰ καὶ αὐτὸς ἐν τῷ Ι τῆσδε τῆς πραγματείας ἐνέκρινεν, ἀνάγκη καὶ τοὺς ἀνθρώπους τῷ ἀνθρώπῳ τοῦτον ἀντικεῖσθαι τὸν τρόπον· ἀλλὰ μὴν οὐδὲν ἐκ τῶν ἀντικειμένων ἑαυτῷ σύγκειται, οὔτ’ ἄρα οἱ ἄνθρωποι τῷ ἀνθρώπῳ ἀντίκεινται, οὔτε τοιοῦτον τὸ ἕν, ἐξ ὧν σύγκειται τὰ πολλά, τοῖς πολλοῖς. ἔτι ὁ μὲν ἄνθρωπος ᾗ ἄνθρωπος καὶ τὸ ὂν ᾗ ὂν τῶν ἀνθρώπων καὶ τῶν ὄντων οὐ διαφέρουσι, τὸ δὲ ἓν ᾗ ἓν τῶν πολλῶν διαφέρει ᾗ πολλά· οὐκ ἄρα ταὐτόν ἐστιν αὐτῷ ἑνί τε εἶναι καὶ ὄντι· ἄλλο ἄρα τὸ ἓν καὶ ἄλλο τὸ ὄν, καὶ εἰ συνυπάρχει τῷ ὄντι τὸ ἕν, ἐπεὶ μηδὲν ἄνευ τοῦ ἑνὸς εἶναι δύναται. Ἀλλὰ ταῦτα μὲν ἠπορήσθω διὰ τὴν διδασκαλίαν τοῦ δαιμονίου τοῦδε ἀνδρὸς τὸ διάφωνον ἔχουσαν ἐνιαχοῦ διὰ τὸ ἐγείρεσθαί τε ἅμα πρὸς τὴν πρεσβυτέραν φιλοσοφίαν καὶ ἐποπτικωτέραν, καὶ φυλάττειν τὰ παρὰ τοῖς πολλοῖς διὰ συνήθειαν εὐδοκιμώτερα. καὶ γὰρ νῦν ὁρμήσας ἀνυμνῆσαι τὸ ἓν Πυθαγορείως τε καὶ Πλατωνικῶς καὶ οὐσιῶδές τε αὐτὸ εἰπὼν καὶ ἡγεμονίαν αὐτῷ δεδωκὼς τῆς ἀμείνονος τῶν συστοιχιῶν, ὅμως διὰ τὸ τῆς ἐξῃρημένης ἁπάντων τῶν ὄντων φύσεως αὐτοῦ μὴ κατακρατῆσαι τὴν πρὸς ἑαυτὸν ἔσχεν ἐναντίωσιν· μόνου γὰρ τοῦ ὑπὲρ τὰ ὄντα ἐστὶ τὸ ὑπερέχειν τοῦ πλήθους, ἐπεὶ τοῦ συντεταγμένου τοῖς οὖσιν ἑνὸς εἰ μὴ κατ’ ἄλλο λείποιτο τὰ πολλά,2 πῶς ἂν εἴη τοῦ ἑνὸς ἀτιμότερα, εἰ μήτε τίκτεται παρ’ αὐτοῦ μήτε τῶν ἐν αὐτοῖς ἕκαστον ἐκείνου δεύτερόν ἐστιν; ἴωμεν δὲ καὶ ἐπὶ τὰ ἑξῆς.

或者,面对这一点,有人可能会为亚里士多德辩护说:多并没有完全被剥夺了一,反而是一的流出;但如果将一从它们那里剥夺,存在就会彻底逃向非存在以及决无任何存在之物的深渊而消逝殆尽。就我而言,我倒希望他们能如此言说并如此思考;因为这在某种程度上更具毕达哥拉斯与柏拉图之风,且与巴门尼德最为亲近,同时也在某种程度上将人引向万物因一而存在并得保全这一观念。但我还要再次追问:他们究竟认为是一个人更高贵,还是十个人更高贵?因为如果是单个人,事物的尊贵之处既然增加了十倍,怎会没有变得更高贵?但如果是十个人,一又怎会是形式与存在,而多则是缺失与非存在?如果他们声称十个人就数而言不及单个人,但就人当中的实体性而言却超过了〔他〕,那么在单个人中,他的存在与一便不是同一的;因为绝不会出现其中一方在倍增时变得更高贵,而另一方却变得更卑微的情况。 再者,如果多与一的对立并非作为缺失,而是作为关系者相对立——正如他自己在本论著第十卷中所认同的那样——那么人们与人也必然以此种方式相对立;然而,决无任何事物是由与自身对立之物组成的,因此人们既不对立于人,多由之组成的那个一,与多之间也不是这种性质的对立。此外,就其作为人而言的人,以及就其作为存在者而言的存在者,与诸人及诸存在者并无不同,然而就其作为一而言的一,却与作为多而言的多有所不同;因此,对它而言,为一与为存在并不是同一回事;因此,一是一回事,存在是另一回事,即便一与存在共存——因为没有任何事物能够脱离一而存在。 不过,既然这位神圣人物的学说在某些地方包含不协调——这是因为他既向着更古老、更具观照性的哲学提升,同时又因习俗而保留在众人中更有声誉的见解——那么就让这些问题作为疑难提出吧。事实上,此刻他同样立意以毕达哥拉斯和柏拉图的方式赞颂一,既称一为实体的,又赋予一在更佳对照表中的统领地位,然而由于未能把握一超越一切存在者的本性,他陷入了与自身的矛盾之中;因为唯独超越诸存在者的一才具有凌驾于多数之上的地位,既然对于与诸存在者处于同等位阶的一而言,若多不在其他方面有所逊色,且多既不是由它所产生,多之中的每一事物亦非次于那一,多又怎会比一更缺乏尊严呢?不过,让我们继续进行接下来的部分吧。

语法注2 条
  1. 2.2κατὰ δὲ τὸ οὐσιῶδες τὸ ἐν τῷ ἀνθρώπῳ πλεονεκτεῖν

    在带不定式的宾格句式中,前一分句的主语宾格 τοὺς δέκα ἀνθρώπους 作为 πλεονεκτεῖν(胜过)的逻辑主语被承接下来;τὸ ἐν τῷ ἀνθρώπῳ(词条中的 ἓν 为介词 ἐν 之误植)通过冠词重复限定 τὸ οὐσιῶδες,而 πλεονεκτεῖν 则支配承前省略的比较属格 τοῦ ἑνὸς ἀνθρώπου。整体意为:十个人就人当中的实体性而言超过了〔他〕。

  2. 2.2τοῦ συντεταγμένου τοῖς οὖσιν ἑνὸς εἰ μὴ κατ’ ἄλλο λείποιτο τὰ πολλά

    τοῦ συντεταγμένου τοῖς οὖσιν ἑνός 是受动词 λείποιτο(逊色于、次于)支配的比较属格。由于倒装(hyperbaton),该属格短语被置于条件从句引入词 εἰ μή 之前以示强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:60.1-60.38