← 叙利亚努斯

亚里士多德《形而上学》注释

§58.23-60.1

存在与一的同一性及其相关疑难

叙利亚努注解《形而上学》卷伽马第2章(1003b22),梳理了亚里士多德依据存在与一的本性同一性来推导观照实体偶性的科学的论证,随后从新柏拉图主义关于超越的“一”、数与实体的关系以及对立逻辑等多个角度,对存在与一的同一性提出了广泛的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν τὸ αὐτὸ καὶ μία φύσις." Βούλεται μὲν ἐντεῦθεν κατασκευάσαι, ὅτι καὶ τὰ καθ’ αὑτὰ τῇ οὐσίᾳ συμβαίνοντα τῆς μιᾶς ἐστι καὶ ὅλης φιλοσοφίας θεωρεῖν· μεταχειρίζεται δὲ τὴν ἀπόδειξιν οὕτω. τὸ ὂν καὶ τὸ ἓν μία φύσις· ὥστε εἰ ὁ φιλόσοφος τὸ ὂν ᾗ ὂν ἐπισκέπτεται, καὶ τὸ ἓν ᾗ ἓν θεωρήσει. ἀλλὰ μὴν τοῦ αὐτοῦ τὰ ἀντικείμενα θεωρεῖν· θεωρήσει ἄρα καὶ τὰ πολλὰ ὡς τῷ ἑνὶ ἀντικείμενα. εἰ δὲ τὸ ἓν καὶ τὰ πολλὰ ἐπισκέψεται, πᾶσα δὲ ἐναντίωσις ὑπὸ ταῦτα πίπτει (ταὐτὸ γὰρ καὶ ὅμοιον καὶ ἴσον ἕν πώς ἐστι, θάτερον δὲ καὶ ἀνόμοιον καὶ ἄνισον δυὰς καὶ πλῆθος), καὶ πάντα ἂν τὰ οὕτως ἀντικείμενα θεωρήσειε· ταῦτα δέ ἐστι τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῇ οὐσίᾳ· πρώτως τε γὰρ αὐτῇ ὑπάρχει καὶ πάσῃ· ὥστε καὶ τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα τοῦ φιλοσόφου γιγνώσκειν ἐστί.1 τοιαύτης δὲ τῆς μεταχειρίσεως τοῦ λόγου γεγενημένης, τὸ μὲν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ἀντικεῖσθαι πρὸς ἄλληλα καὶ τὸ τὰ ἀντικείμενα πάντα [τὸ] ὑπὸ τὸ ἓν ἀνάγεσθαι καὶ τὰ πολλά, ταῦτα δὲ μιᾶς εἶναι γνωρίζειν ἐπιστήμης, εὐπαραδεκτότερα τέως ἐστί· καὶ γὰρ ὃ δοκεῖ τούτων εἶναι βιαιότατον, τὸ πάντα τὰ ἀντικείμενα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος ἀνάγεσθαι, πολλὴν μὲν καὶ ἐξ ὧν εἶπεν αὐτὸς ἔχει παραμυθίαν, πλείστης δὲ παρρησίας ἐκ τῶν δύο συστοιχιῶν τῶν παρὰ τοῖς Πυθαγορείοις μετείληφε. Τὸ μέντοι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι καὶ μίαν ἄμφω φύσιν, ὡς τὴν ἀρχὴν καὶ τὸ αἴτιον, καὶ τὸ ἀμερὲς καὶ τὸ ἐλάχιστον, καὶ τἆλλα ὧν αἱ μὲν ἐπιβολαὶ καὶ οἱ λόγοι διάφοροι, τὸ δὲ ὑποκείμενον ἕν, [καὶ] τοῦτο πολλὴν ἀπορίαν ἔχει καὶ παρὰ τοῖς τὰ πράγματα δυναμένοις ὁρᾶν καὶ παρὰ τοῖς τὴν ὁμολογίαν αὐτοῦ [πρὸς] τὴν πρὸς ἑαυτὸν διαφυλάττειν θέλουσιν. οἱ μὲν γὰρ ἴσως ἀξιοῦσι τοῦ ἑνὸς ὄντος ἡνωμένου τὴν ἕνωσιν ἀλλαχόθεν ἥκειν αὐτῷ,2 καὶ δῆλον ὡς ἀπὸ τοῦ ὑπὲρ οὐσίαν ἑνός, ὃ τοῦ μὲν εἶναι μηδὲν αὐτὸ προσδεῖται, ἓν δὲ καθαρῶς ὂν πᾶσιν ἑνώσεως μεταδίδωσιν, ἧς ἄνευ συστῆναι τὴν ἀρχὴν ἢ συστάντα διαμένειν ἀδυνατεῖ τὰ πράγματα· ὥστε συνοχικὴν αὐτοῖς ταύτην ἐφίστησι καὶ φρουρητικὴν δύναμιν ἡ τοῦ πρὸ πάντων ἑνὸς ἀγαθότης. οἱ δὲ διὰ τί φήσουσι τὸ ἓν καὶ τὸ ὂν ταὐτὸν εἶναι; ἆρα διὰ τοῦτο, ὅτι ἓν μὲν καὶ [ὁ] ἄνθρωπος οὐκ ἀεὶ ἅμα, ἀλλ’ ὅπου μὲν ἄνθρωπος, καὶ ἕν, ὅπου δὲ ἕν, οὐ πάντως ἄνθρωπος οὐδ’ ἥλιος οὐδὲ κόσμος οὐδὲ νοῦς· ὅπου δὲ ὂν ἐκεῖ καὶ ἕν, καὶ ὅπου ἕν, ἐκεῖ καὶ ὄν; ἀλλὰ πρῶτον μὲν οὐδὲ τοῦτο συγκεχώρηται· τὸ γὰρ ἓν καὶ ὑπὲρ τὸ μὴ ὂν καὶ σὺν τῷ ὄντι καὶ ἐπὶ τάδε τοῦ ὄντος, ὡς ἐπὶ τῆς ὕλης καὶ τῆς στερήσεως· ὅμως δὲ τίς ἀνάγκη συνόντα αὐτὰ μὴ ἔχειν πρὸς ἄλληλα διαφορὰν τὴν τοῦ προτέρου καὶ ὑστέρου; πῶς δὲ 〈εἰ ἓν〉 ἔσται ἡ οὐσία, οὐχὶ καὶ ἀριθμὸς ἔσται οὐσία, καὶ ταῦτα ὁ ἐν τοῖς ἀριθμητοῖς; εἰ γὰρ ὁ Σωκράτης καὶ ἓν καὶ ὂν καθ’ αὑτό, καὶ σὺν Πλάτωνι καὶ δύο καὶ ὄντα καθ’ αὑτά, καὶ οὕτως ἐφεξῆς. ὥσπερ οὖν αἱ οὐσίαι πλείους γιγνόμεναι οὐ μεταπίπτουσιν εἰς συμβεβηκότα, ἀλλ’ εἰσὶ πάλιν [αἱ] οὐσίαι, οὕτω καὶ τὸ ἐν ἑκάστοις ἓν συντιθέμενον ἀριθμὸν οὐσιώδη ποιήσει· εἰ γὰρ τοῖς δέκα ἀνθρώποις ὁ μὲν ἀριθμὸς συμβέβηκεν, αἱ δὲ οὐσίαι αἱ δέκα οὐ συμβεβήκασιν ἀλλ’ εἰσὶν αὐτῶν οὐσίαι, καὶ τῷ ἑνὶ τὸ μὲν ἓν ἔσται συμβεβηκός, τὸ δὲ αὐτὸ οὐσιῶδες· οὐκ ἄρα οὐδ’ ἐν Σωκράτει ταὐτὸν ἦν τὸ ὂν τῷ ἑνί, εἴ γε τὸ μὲν συντεθειμένον καὶ πεπολλαπλασιασμένον ὂν μόνον καὶ οὐσία, τὸ δὲ προϊὸν ἀριθμὸς ἀνούσιος ἀναφαίνεται. κατ’ ἄλλην δὲ αὖθις ἐπιβολήν, εἰ ταὐτὸν τὸ ἓν τῷ ὄντι κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀντικείμενον τῷ ὄντι τὸ μὴ ὂν τῷ ἀντικειμένῳ τῷ ἑνὶ ταὐτὸν ἔσται· οὐκ ὂν ἄρα τὰ πολλά·3 ἀλλὰ μὴν καὶ ὄντα· οὐκ ὂν ἄρα τὰ ὄντα. εἰ δέ τις τῇ καταλήξει τῶν φωνῶν ἐπερειδόμενος ὁμόσε χωροίη λέγων τὰ ὄντα οὐκ ὂν εἶναι, μηδὲ γὰρ εἶναι ὂν ἀλλὰ [τὰ] ὄντα, σοφίζεσθαι ἡμᾶς ἐπιχειρήσει· οὐ γὰρ ὅτι πολλαπλάσιά ἐστι τὰ πολλὰ τοῦ ἑνὸς ὄντος οὐκ ὂν λέγεται, ἀλλ’ ὅτι τοῦ ὄντος ἐστὶ στέρησις.

“因此,如果存在与一乃是同一者且为单一本性。” 他意欲从这里出发论证,观照依自身属于实体的偶性同样属于单一而完整的哲学;他如下进行这一论证。存在与一乃是单一本性;因此,如果哲学家考察作为存在者的存在者,他也将观照作为一的一。但观照诸对立者确实属于同一〔人〕;因此他也将观照作为与一对立者的多。而如果他考察一与多,且一切相反对立都落入这些之下(因为同一、相似与相等在某种意义上是一,而差异、不相似与不相等则是双与多),那么他也会观照所有这样对立的事物;而这些正是依自身属于实体的属性;因为它们首要地属于它,且属于一切〔实体〕;因此认识依自身属于诸实体的属性亦属于哲学家。 既然对论证的运用是如此进行的,那么依自身属于存在者的属性彼此对立,以及一切对立者都被归于一与多之下,且认识这些属于单一的科学,目前还是比较容易接受的;因为即使在这些之中显得最为牵强的,即一切对立者都被归于一与多数之下,不仅从他自己所说的话中获得了许多安慰与支持,而且也从毕达哥拉斯学派的两组对照表中获得了极大的根据。 然而,一与存在乃是同一者且二者为单一本性——正如本原与原因,以及不可分者与最小者,还有那些理解角度与定义各异而基底为一的其他事物一样——无论在能够洞察实在的人们之中,还是在希望维护他自身一致性的人们之中,这都包含着极大的疑难。 因为有些人或许主张,对于统一的一存在者而言,其统一性乃来自别处,且显而易见来自超越实体的“一”;那一自身对存在毫无所求,却因纯然为一而将统一赋予万物,没有这种统一,事物根本无法成立,或在成立之后亦无法维持;因此,先于万物的一之善性将这种凝聚与守护的力量设立在它们之上。 而其他人又将凭何种理由说一与存在是同一的呢?难道是因为这一缘故:一与人并不总是在一起,而是在有人之处必有一,但在有一之处并不必然有人,亦无太阳、宇宙或理智;而凡有存在之处皆有一,凡有一之处皆有存在? 但是首先,就连这一点也并未被承认;因为一既在非存在之上,又与存在同在,亦在存在这一侧(不及存在),例如在质料与缺失的情形中;然而即使它们共存,又有何必然性认为它们彼此之间不具有先后之别呢? 再者,[若实体是一],数,而且是存在于被计数事物中的数,又怎能不也是实体呢?因为如果苏格拉底自身既是一又是存在,那么他与柏拉图在一起时自身既是二又是诸存在,依此类推。因此,正如诸实体变为多数时并不转变为偶性,而是再次成为实体,各事物之中的一在组合时同样也将构成实体的数;因为如果对十个人而言数是偶性,而十个实体不是偶性而是其自身的实体,那么对于一而言,为一将是偶性,而同一事物将是实体的;因此即便在苏格拉底之中,存在亦不与一相同,如果前者在组合与倍增时仅仅是存在与实体,而后者在推进时却显现为非实体的数的话。 又依另一种考察角度,如果一与存在就基底而言是同一的,那么与存在相对立的非存在,也将与与一相对立者相同;因此,多便不会是[存在];但它们确实也是存在者;因此存在者将是非存在。若有人依据词尾的屈折形式硬要当面抗辩,声称存在者们是非存在(因为并非是[单数的]“存在”,而是“诸存在者”),那他便是企图向我们施展诡辩;因为〔某物〕之所以被称为非存在,并不是因为多是单一存在者的倍数,而是因为它是存在的缺失。

语法注3 条
  1. 2.2τὸ μὲν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὄντι ἀντικεῖσθαι πρὸς ἄλληλα καὶ τὸ τὰ ἀντικείμενα πάντα [τὸ] ὑπὸ τὸ ἓν ἀνάγεσθαι καὶ τὰ πολλά, ταῦτα δὲ μιᾶς εἶναι γνωρίζειν ἐπιστήμης, εὐπαραδεκτότερα τέως ἐστί

    前面的两个定冠词不定式从句(τὸ μὲν ... ἀντικεῖσθαι 与 καὶ τὸ ... ἀνάγεσθαι)连同第三个不定式从句(ταῦτα δὲ μιᾶς εἶναι γνωρίζειν ἐπιστήμης,其中 ταῦτα 为 γνωρίζειν 的宾语,μιᾶς ἐπιστήμης 为表语属格)共同作为主语,连接复数中性表语形容词 εὐπαραδεκτότερα 与系动词 ἐστί。μὲν ... δέ 构成了前两个前提与第三项结论之间的呼应与归结。

  2. 2.2τοῦ ἑνὸς ὄντος ἡνωμένου τὴν ἕνωσιν ἀλλαχόθεν ἥκειν αὐτῷ

    在带不定式的宾格句(τὴν ἕνωσιν ... ἥκειν)中,τοῦ ἑνὸς ὄντος ἡνωμένου 是前置的属格,先行限定了与格代词 αὐτῷ,在句意上既可作关系属格(“对于统一的一存在者而言”),亦可视为修饰 τὴν ἕνωσιν 的领属性属格。

  3. 2.2οὐκ ἂν ἄρα τὰ πολλά

    归谬论证中的省略句。根据前提“一的对立面(多)等同于存在的对立面(非存在)”,此处省略了谓词分词或动词(如 ὄν 或 εἴη),意为“因此多便不是[存在](或:多便会是非存在)”。紧接着的转折前提 ἀλλὰ μὴν καὶ ὄντα(“但它们确实也是存在者”)以及荒谬结论 οὐκ ὂν ἄρα τὰ ὄντα 确证了这一结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:58.23-60.1