← 叙利亚努斯

亚里士多德《形而上学》注释

§5.8-6.34

作为第一哲学对象的普遍自身偶性

叙利亚努依据《形而上学》伽马卷及柏拉图对话录论证道,同一性、差异性与相反等概念是贯通一切存在者的自身偶性,因而是第一哲学的探究对象,并阐明了柏拉图与亚里士多德在运动和静止的处理上存在分歧的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Πρὸς δὲ τούτοις... πάντων." Ὅτι μὲν τοῦ σοφοῦ κατ’ αὐτόν ἐστι τὸν Ἀριστοτέλην τάς τε οὐσίας ἐπεσκέφθαι καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, βοᾷ τὸ τοῦ Γ προοίμιον, τὸ “ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτό”. ὅτι δὲ τὰ νῦν εἰς θεωρίαν ἐκκείμενα μάλιστα ἂν δόξειε τῷ ὄντι καθ’ αὑτὸ ὑπάρχειν, δηλοῖ τὸ διὰ πάντων αὐτὰ πεφοιτηκέναι τῶν ὄντων· ἡ γὰρ ταυτότης καὶ ἡ ἑτερότης καὶ ἡ ὁμοιότης καὶ ἡ ἀνομοιότης καὶ ὅσα νυνὶ προὔτεινεν οὐκ ἐν τοῖσδε μὲν ἐνορῶνται τῶν ὄντων ἄλλων δέ τινων ἀποστατοῦσιν, ἀλλ’ ἄνωθεν ἀπὸ τῶν νοητῶν ἀρξάμεναι καὶ πᾶν τὸ νοητὸν καὶ θεῖον διακοσμήσασαι διὰ τῆς ψυχικῆς οὐσίας ἐπὶ τὴν φύσιν τῶν ὅλων καὶ τὸν οὐρανὸν καὶ τὴν γένεσιν καταντήσασαι ταὐτότητος μὲν καὶ ἰσότητος καὶ ὁμοιότητος 〈παρὰ〉 τῆς τοῦ ἑνὸς παναγάθου φύσεως τοῖς οὖσι μεταδεδώκασιν·1 ἑτερότητας δὲ καὶ ἀνομοιότητας καὶ ἀνισότητας ἐναντιώσεις τε καὶ 〈τὸ〉 πρότερόν τε καὶ ὕστερον καὶ τὰ τοιαῦτα σύμπαντα παρὰ τῆς γονιμωτάτης καὶ ἀνεκλείπτου τῶν πάντων αἰτίας τῆς ἀπειροδυνάμου δυάδος ταῖς τε ἀοράτοις οὐσίαις καὶ ταῖς αἰσθηταῖς κεχορηγήκασιν· ὡς μήτε μεταξὺ φύσιν εἶναι τῶν ἀμερίστων καὶ μεριστῶν μήτε καθ’ ὑπερβολὴν ἐξῃρημένην οὕτω τῶν ὅλων μήτ’ εἰς 〈τὰς〉 τῶν αἰσθητῶν δημιουργημάτων ἀποτελευτήσεις ἀπερριμμένην, ἥτις οὐχὶ τούτοις διακεκόσμηται τοῖς εἴδεσι. καὶ διὰ τοῦτο Πλάτων ἐν τῷ Σοφιστῇ τὰ γένη τοῦ ὄντος διερευνώμενος, ἃ διὰ πάντων φοιτᾷ τῶν ὄντων, ταὐτότητα καὶ ἑτερότητα καὶ οὐσίαν καὶ στάσιν καὶ κίνησιν ἀπηριθμήσατο, ἔτι δὲ τὴν τοῦ μὴ ὄντος φύσιν ἐνέφηνεν, ἣ πάσης μὲν διαφορᾶς πάσης δὲ ἀντιθέσεως καὶ ἐναντιώσεως τὴν μίαν αἰτίαν ἀποφέρεται. καὶ ἔτι ἐν τῷ Παρμενίδῃ τὰ πρῶτα τῶν εἰδῶν ἀπαριθμούμενος ὁμοιότητος μέμνηται καὶ τῶν ἄλλων ὁμοίως πρότερον τῶν ὑποθέσεων 〈ἐν〉 τοῖς περὶ τῶν ἰδεῶν σκέμμασι καὶ ἐν αὐταῖς ταῖς ὑποθέσεσι, διὰ μὲν τῆς πρώτης μόνην τὴν τοῦ ἑνὸς ὑπερούσιον καὶ ἀπλήθυντον ἀγαθότητα τούτων ἐξαίρων, διὰ δὲ τῆς δευτέρας πάντα τὰ ὄντα ταύταις διακοσμῶν ταῖς αἰτίαις. καίτοι εἰ μήτε τῷ ὑπερουσίῳ ταῦτα παρεῖναι δύναται μήτε τινὸς τῶν ὅπως ποτὲ ὄντων ἀποστατεῖ, πῶς οὐχὶ τοῖς οὖσιν ᾗ ὄντα καθ’ αὑτὰ συμβεβηκέναι λέγοιτο ἄν;2 διὸ καὶ οἱ περὶ τὴν φύσιν δεινοὶ καὶ ὁ μαθηματικὸς καὶ ὁ πρῶτος φιλόσοφος αὐτοῖς ἀναγκάζονται προσχρῆσθαι, πιστευτικῶς μὲν οἱ λοιποί, μόνος δὲ ὁ πρῶτος φιλόσοφος ἐπιστατικῶς καὶ νοερῶς. ὅθεν καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ἔν τε τῷ Ι ταύτης τῆς πραγματείας περὶ πάντων τούτων ἀναδιδάσκει καὶ ἐν τούτοις λεληθότως κατεσκεύασεν, ὅτι τοῦ σοφοῦ περὶ τούτων ἐπίστασθαι· εἰ γὰρ ὁ διαλεκτικὸς ἐνδόξως περὶ αὐτῶν διαλήψεται, καθάπερ εἴρηται κἀνταῦθα κἀν τοῖς Τοπικοῖς, τίς ἔσται ὁ σὺν ἐπιστήμῃ περὶ αὐτῶν ἀναδιδάξων; ἢ δῆλον ὡς ἐκεῖνος ὃν ὑποδύεται ὁ διαλεκτικός. προσποιεῖται δὲ οὗτος εἶναι οὐχ εἷς τῶν τεχνιτῶν· οὐ γὰρ ἂν περὶ πάντων ἐπεχείρει διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν ὑπ’ ἐκείνην τὴν τέχνην, ἣν ἔχειν προσεποιεῖτο· νῦν δὲ περὶ πάντων ἐρωτᾷ καὶ ἀποκρίνεται, σοφὸς εἶναι δοκεῖν ἐφιέμενος. οὗτος οὖν ἐπιστημόνως περὶ τούτων ἐρεῖ, περὶ ὧν ἐνδόξως ὁ σοφιστής· ἔστι γὰρ τοῦ σοφοῦ καὶ οὗτος εἴδωλον πολλοστόν, προσεχέστερον δὲ ὁ διαλεκτικός, ὥσπερ τοῦ νοῦ προσεχέστερον μὲν δόξα, πορρώτερον δέ ἐστι τὸ φανταστικόν. εἰ οὖν οἱ ὑποδυόμενοι τὸν σοφὸν περὶ τούτων διαλαμβάνουσι, πολὺ πρότερον αὐτὸς εἰδήσει τὴν τούτων φύσιν τε καὶ ἰδιότητα, ἐπεὶ μηδ’ ἂν τὰ εἴδωλα περὶ αὐτὰ διέτριψεν, εἰ μὴ τὴν ὅλην καὶ πρωτίστην καὶ ἀληθεστάτην ἐπιστήμην ᾐσθάνετο περὶ ταῦτα πραγματευομένην. περί τε οὖν αὐτὰ ταῦτα σχήσει ὁ σοφὸς καὶ περὶ τὰ ὑπάρχοντα αὐτοῖς, κατὰ τὴν ἑαυτῶν ἰδιότητα ἐπισκεπτόμενος αὐτά, εἰ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα καὶ εἰ ἓν ἑνὶ ἐναντίον καὶ τὰ τοιαῦτα. πανταχοῦ γὰρ ἡ τὸ τί ἐστιν ἐπισταμένη τά τε καθ’ αὑτὰ ὑπάρχοντα γιγνώσκει καὶ ἀποδείκνυσι· καὶ γὰρ ἄτοπον 〈τὸν〉 τὴν πρώτην ἔχοντα περὶ ὁτουοῦν ἐπιστήμην τὴν δευτέραν καὶ ταύτῃ κειμένην ἐφεξῆς ἀγνοεῖν.3 ταῦτα μὲν ἐπὶ τοσοῦτον. εἰ δέ τις ἐπιζητεῖ, διὰ τί Πλάτων μὲν ἐν τούτοις κίνησιν καὶ στάσιν συναριθμεῖ, παρῆκε δὲ τούτων Ἀριστοτέλης τὴν μνήμην, ἴστω ὅτι Πλάτων μὲν εἰδὼς [καὶ] κίνησίν τε καὶ στάσιν † καὶ πλάτος τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων ἀναγκαίως ἐν τοῖς γένεσι τοῦ ὄντος καὶ ταῦτα καταλέγει, ὁ δὲ τὰ φυσικὰ μόνα σώματα κινεῖσθαι νομίζων καὶ ἠρεμεῖν εἰκότως οὐκ οἴεται διατείνειν ἐφ’ ὅλα τὰ ὄντα τὴν τῶν γενῶν τούτων ἰδιότητα.

“此外……万物的。” 依亚里士多德本人之见,考察实体与自身偶性属于智者的职责,这一点为《伽马》卷的序言所昭示:“有一门科学,它观照作为存在的存在以及自身属于它的属性”。而眼下提出供观照的诸项最应被视为自身属于存在,这一点由它们遍及一切存在者这一事实所表明:因为同一性与差异性、相似性与不相似性以及他如今所提出的一切,并非在某些存在者中被见到而远离另一些存在者,而是从上方始于理知界,秩序化了整个理知的与神圣的领域之后,经由灵魂性实体抵达万物的自然、天空与生成,从至善的一者的本性[那里]将同一性、平等与相似性分授给存在者;又从万物最富生育力且永不枯竭的原因——具有无限力量的二元那里,将差异性、不相似性、不平等、对立、先后以及所有此类事物供应给不可见实体与感觉实体:以至于在不可分与可分的事物之间既不存在任何中介的自然,也不存在如此超然独立于万物之外的自然,或被抛掷入感觉造物的末梢的自然,是不曾被这些形式所秩序化的。正因如此,柏拉图在《智者篇》中探究遍及一切存在者的存在诸类时,列举了同一性、差异性、实体、静止与运动,并且进一步揭示了非存在的本性,正是非存在承载着一切差异、一切对立与相反的单一原因。此外在《巴曼尼得斯篇》中列举形式之最初者时,在诸假说之前关于理念的考察中以及在诸假说本身之中,他也同样提到了相似性及其他项目,通过第一假说唯独将一者的超实体且不可多化的善性高举于这些之上,而通过第二假说以这些原因秩序化一切存在者。然而,如果这些项目既不可能存在于超实体之中,又不脱离任何无论以何种方式存在的存在者,那么它们岂能不被说成是作为存在的存在者自身所有的偶性呢?因此,精通自然者、数学家以及第一哲学家都被迫使用它们,其他人是以确信的方式使用,唯独第一哲学家以学知的方式和理智的方式使用。由此,神圣的亚里士多德本人在该著作的《约塔》卷中详加教授了所有这些内容,并在此处隐微地确立了关于它们具有学知属于智者的职责:因为如果辩证家如在此处及《论题篇》中所言以意见的方式把握它们,那么谁将是以科学来详加传授它们的人呢?难道不显然是辩证家所冒充的那个人吗?而辩证家假装自己并非匠人之一;因为若不然,他就不会企图谈论万物,而只会谈论属于他假装拥有的那门技艺之下的事物;但实际上,他探问万物并回答万物,渴望显现为智者。因此,智者将以科学的方式谈论那些智者派以意见谈论的事物;因为后者也是智者的极其遥远的影像,而辩证家是更为接近的影像,犹如意见较之于理智更为接近,而表象能力则更为遥远。因此,如果冒充智者的人都论及这些事物,智者本人就更早已知晓它们的本性与特有属性,因为影像若非察觉到统摄性的、最首要的且最真实的科学正致力于这些事物,它们也不会在这些事物周围流连。因此,智者将围绕这些事物本身以及属于它们的属性展开工作,按照它们自身的特有属性来考察它们:等于同一样事物的事物彼此之间是否也相等、一是否与一相反等等。因为在任何地方,知晓“是什么”的科学也认识并论证自身属于的属性;因为拥有关于任何事物的首要科学的人,若不通晓相继置于此后的第二科学,那是荒谬的。关于这些就说到这里。但若有人探问,为何柏拉图在这些之中也一并列入了运动与静止,而亚里士多德却略去了对它们的提及,他应当知晓:柏拉图知晓运动与静止在神圣与人类事务上的延展,因而必然在存在的诸类中列入它们;而认为唯有自然物体才运动与静止的人,自然不会认为这些类的特有属性延伸到了所有的存在者。

语法注3 条
  1. 1.4ἀλλ’ ἄνωθεν ἀπὸ τῶν νοητῶν ἀρξάμεναι καὶ πᾶν τὸ νοητὸν καὶ θεῖον διακοσμήσασαι διὰ τῆς ψυχικῆς οὐσίας ἐπὶ τὴν φύσιν τῶν ὅλων καὶ τὸν οὐρανὸν καὶ τὴν γένεσιν καταντήσασαι ταὐτότητος μὲν καὶ ἰσότητος καὶ ὁμοιότητος 〈παρὰ〉 τῆς τοῦ ἑνὸς παναγάθου φύσεως τοῖς οὖσι μεταδεδώκασιν

    主句动词 μεταδεδώκασιν(以及与之平列的 κεχορηγήκασιν)的语法主语为前文列举的一组阴性单数名词(ἡ ταυτότης καὶ ἡ ἑτερότης 等),由一组阴性复数分词(ἀρξάμεναι, διακοσμήσασαι, καταντήσασαι)所修饰,描绘其逐层流布的过程。属格 ταὐτότητος ... καὶ ἰσότητος καὶ ὁμοιότητος 则是表分授的动词 μεταδίδωμι 所支配的部分属格。

  2. 1.4καίτοι εἰ μήτε τῷ ὑπερουσίῳ ταῦτα παρεῖναι δύναται μήτε τινὸς τῶν ὅπως ποτὲ ὄντων ἀποστατεῖ, πῶς οὐχὶ τοῖς οὖσιν ᾗ ὄντα καθ’ αὑτὰ συμβεβηκέναι λέγοιτο ἄν;

    此句为连词 καίτοι 引导的修辞反问句骨架。主句 πῶς οὐχὶ ... λέγοιτο ἄν(“岂能不被说成……”)后接带与格补足语(τοῖς οὖσιν ᾗ ὄντα)的完成时不定词短语 καθ’ αὑτὰ συμβεβηκέναι,其省略的逻辑主语为 ταῦτα。条件从句 εἰ μήτε ... μήτε 确立了两个本体论界限(超实体与一切存在者),使这一推论成为必然。

  3. 1.4καὶ γὰρ ἄτοπον 〈τὸν〉 τὴν πρώτην ἔχοντα περὶ ὁτουοῦν ἐπιστήμην τὴν δευτέραν καὶ ταύτῃ κειμένην ἐφεξῆς ἀγνοεῖν.

    这是由非人称谓语 ἄτοπον [ἐστί](“是荒谬的”)支配的带不定词的宾格结构。补充的带冠词分词 〈τὸν〉 ... ἔχοντα 作不定词 ἀγνοεῖν 的逻辑主语(宾格),其自身支配宾语 τὴν πρώτην ... ἐπιστήμην,而 τὴν δευτέραν ... 则作 ἀγνοεῖν 的直接宾语。整个结构形成了拥有首要科学与对相继的第二科学之无知之间的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:5.8-6.34