- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:57.13-58.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出,既然存在是关联于实体这一核心而被述说的,就存在着关于存在的唯一科学(哲学),并通过说明完整哲学关涉一切实体而其各分支对应探求各别实体形相,解决了早先提出的疑难。
τί οὖν ἔτι θαυμαστόν, εἰ πάντων τῶν ὄντων πρὸς ἓν λεγομένων τὴν οὐσίαν, μίαν εἶναί φαμεν ἐπιστήμην παντὸς τοῦ ὄντος ᾗ ὄν; ὡς γὰρ τῶν ὑγιεινῶν ἁπάντων πρὸς ἓν τὴν ὑγίειαν λεγομένων μία ἐπιστήμη, οὕτω καὶ τῶν ὄντων ἁπάντων μία ἐστὶν ἐπιστήμη· οὐ γὰρ ἐφ’ οἷς μία τέτακταί τις ἐπιστήμη, ταῦτα πάντῃ καὶ πάντως ἐστὶ συνώνυμα, ἀλλὰ καὶ τῶν πρὸς ἓν λεγομένων μία γίγνεται θεωρία· καὶ γὰρ εἰ μεταξὺ ταῦτα τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, ἀλλὰ μᾶλλον ἀποκλίνει πρὸς τὰ συνώνυμα. δῆλον οὖν ὅτι καὶ τὰ ὄντα μιᾶς ἐπιστήμης θεωρεῖν ᾗ ἐστιν ὄντα. Οὐ μὴν ἐπειδὴ πάντα τὰ ὄντα θεωρεῖ, ἐπίσης ἑαυτὴν ἀπονέμει τοῖς πᾶσιν, ἀλλὰ μᾶλλον διατρίψει περὶ τὰ πρώτως ὄντα οἷον καὶ περὶ τὰς οὐσίας, ἐξ ὧν καὶ ἤρτηται τἆλλα καὶ τῆς τοῦ ὄντος προσηγορίας ἠξίωται. ὀρθῶς ἄρα καὶ ταῦτ’ εἴπομεν ἐν τοῖς πεπροοιμιασμένοις, ὅτι τὰ αἴτια τῆς οὐσίας ὁ φιλόσοφος ἔχειν ἐθέλει. καὶ δὴ τριῶν τούτων εἰρημένων ἐν τοῖς προοιμίοις, ὅτι περὶ πᾶν ἔχει τὸ ὂν ᾗ ὂν ὁ σοφός, καὶ ὅτι περὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ ὄντι, καὶ ὅτι τῶν τῆς οὐσίας αἰτίων ἐστὶ θεωρός, τὸ μὲν πρῶτον ἀπεδείξαμεν ἤδη, τὸ ὂν οὐχ ὁμωνύμως εὑρόντες λεγόμενον, ἀλλὰ πᾶν πρὸς μίαν φύσιν τὴν τῆς οὐσίας· τὸ δὲ τρίτον δι’ ὧν περὶ τὴν οὐσίαν ἔφαμεν αὐτὸν μάλιστα σπουδάζειν, ἣν ἑλεῖν οὐκ ἔστι μὴ πάντα τὰ αἴτια ταύτης ἐπισκεψάμενον.1 λείπεται δὲ συστῆσαι καὶ τὸ δεύτερον, ὅπερ ὅσον οὐδέπω ποιήσομεν,2 ταῦτα προσειληφότες, ὅτι τὸ ὁμοειδὲς ὑποκείμενον, ὃ νῦν κέκληκε γένος, εἰ μὲν αἰσθητὸν εἴη, μιᾷ τῶν αἰσθήσεων συζυγεῖ, ὡς τὰ χρώματα τῇ ὄψει καὶ οἱ χυμοὶ τῇ γεύσει καὶ οἱ ψόφοι τῇ ἀκοῇ· εἰ δὲ ἐπιστητόν, μιᾷ γίγνεται πάλιν ἐπιστήμῃ περιληπτόν· πάσας γὰρ φωνὰς ὁ γραμματικὸς ἐπισκέψεται καὶ πάντα τὰ σχήματα ὁ γεωμέτρης 〈καὶ〉 πάσας τὰς ἁρμονίας ὁ μουσικός. οὕτως οὖν πάσας τὰς οὐσίας ὁ φιλόσοφος, καὶ εἰ τῶν οὐσιῶν αἱ μὲν πρὸς τῷ ἀΐδιοι εἶναι νοηταί τέ εἰσι καὶ ἀκίνητοι, αἱ δὲ ἀΐδιοι μὲν κινηταὶ δέ, αἱ δὲ γιγνόμεναι καὶ φθειρόμεναι. καίτοι δόξειεν ἂν πάλιν μηδεὶς περὶ πᾶσαν ἔχειν κατηγορίαν. οὔτε γὰρ ὁ γεωμέτρης περὶ πᾶσαν ποιότητα οὔθ’ ὁ ἀριθμητικὸς περὶ πᾶν τὸ ποσὸν οὔθ’ ὁ ἁρμονικὸς περὶ πᾶν τὸ πρός τι, ἀλλὰ περὶ ἓν εἶδος ἕκαστος αὐτῶν τῶν ὑπό τινα τῶν κατηγοριῶν ἀναγομένων. αἴτιον δ’ ὅτι μηδεὶς αὐτῶν περὶ ποιὸν ἔχει ᾗ ποιὸν μηδὲ περὶ ποσὸν ᾗ ποσὸν μηδὲ περὶ ἄλλο τι τῶν γενικωτάτων ᾗ τοιοῦτον· εἰ γὰρ εἶχε περί τι τοιοῦτον, πᾶσα ἦν ἀνάγκη περὶ τὴν ὅλην αὐτὸν πραγματεύεσθαι κατηγορίαν. ἢ οὖν ἀπογνῶναι δεῖ, ὅτι ἔστι τις ἐπιστήμη περὶ τὴν οὐσίαν καθό ἐστιν οὐσία σπουδάζουσα, ἢ ἕως ἂν τοῦτο συγχωρῆται, περὶ πᾶσαν αὐτὴν οὐσίαν διατρίβειν ὁμολογήσομεν. οὐ μὴν ἀλλ’ ὥσπερ ἡ μία φιλοσοφία καὶ ὅλη περὶ πάσας ἕξει, οὕτω καὶ τὰ εἴδη αὐτῆς περὶ τὰ εἴδη τῶν οὐσιῶν. ἔσται οὖν ἡ μὲν πρώτη φιλοσοφία περὶ τὴν νοητὴν οὐσίαν, ἡ δὲ περὶ οὐρανὸν πραγματευομένη περὶ τὴν ἀίδιον μὲν κινουμένην δέ, ἡ δὲ περὶ τὴν ἐν γενέσει καὶ φθορᾷ. ἔξεστι δὲ καὶ δύο τὰς μερικωτέρας ποιεῖν, τὴν μὲν πρώτην ὀνομάζοντα φιλοσοφίαν, τὴν δὲ φυσικήν,3 ὅση περὶ τὸ κινούμενον φθαρτόν τε καὶ ἀίδιον· ὅπως γὰρ ἂν τὰς οὐσίας διέλωμεν, οὕτω καὶ τὰς γνώσεις αὐτῶν ἀνὰ τὸν αὐτὸν λόγον διαιρήσομεν. ἀποδείκνυται οὖν καὶ ἄλλο τι νῦν τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ διαπορηθέντων· ἠπορεῖτο δὲ ἐκεῖ πότερον μία τις ἐπιστήμη περὶ πάσας ἕξει τὰς οὐσίας, ἢ ἄλλη περὶ ἄλλην· ἀναπέφηνε δὲ νῦν, ὅτι ἡ μὲν ὅλη φιλοσοφία περὶ πάσας, τὰ δὲ εἴδη αὐτῆς ἕκαστον περὶ μίαν.
因此,如果既然一切存在者都回溯到一者即实体而被述说,我们说关于一切作为存在者的存在者存在着唯一一门科学,这又何足为奇呢?因为正如对于一切因关联于一者即健康而被述说的健康事物存在着唯一一门科学,对于一切存在者同样也存在着唯一一门科学。因为被设立某一门单一科学于其上的事物,并不在各个方面且完全都是同义的,对于那些关联于一者而被述说的事物,同样也会产生唯一的观照;因为即便这些事物介于同音异义者与同义者之间,但它们更多地偏向同义者。因此显而易见,观照诸存在者在其作为存在者而言,同样属于唯一一门科学。 然而,这并不意味着因为它观照一切存在者,它就将自身平等地分配给万物,而是说它宁可将时间花在最首要的存在者上,也就是实体上;其他事物正是依附于实体,并且配得上“存在者”这一称谓。因此,我们在导论的陈述中所说的这些话也是正确的,即哲学家意欲掌握实体的诸原因。事实上,在序言中陈述了这三点:智者关涉一切作为存在者的存在者,他关涉存在者依其自身所属的偶性,并且他是实体原因的观照者;我们如今已经论证了第一点,因为我们发现存在并非同音异义地被述说,而是一切都关联于单一的本性,即实体的本性;第三点则通过我们所说他最致力于实体而得以阐明,而若不考察实体的一切原因,就不可能把握实体。剩下的则是确立第二点,我们在预先设定下述原则之后,旋即就将做到这一点:同形相的基底——他如今称之为“属”——若是可感觉的,便与诸感觉之一相配合(正如颜色与视觉、滋味与味觉、声音与听觉相配合);若是可认知的,则再次由单一的科学所把握。因为文法学家将考察一切语音,几何学家考察一切图形,音乐家考察一切谐音。因此,哲学家同样也将考察一切实体,即使在诸实体中,有些除了是永恒的之外既是理智的又是不动的,有些是永恒的但运动的,有些则是生成与毁灭的。 然而,相反地似乎可能有人认为,没有谁关涉整个范畴。因为几何学家既非关涉一切性质,算术家亦非关涉一切数量,和声学家亦非关涉一切关系者,而是他们之中的每一个人都关涉被归于某个范畴之下的诸形相中的一个形相。其原因在于,他们之中没有谁关涉作为性质的性质,也不关涉作为数量的数量,对最普遍概念中的任何其他者亦不就其作为此类者而关涉;因为如果某人关涉某种此类事物,那么他处理整个范畴就是绝对必然的。因此,要么必须放弃存在着一门致力于实体就其作为实体而言的科学,要么只要这一点得到承认,我们便将一致同意它将时间花在每一种实体上。不仅如此,正如单一而完整的哲学将关涉一切实体,它的诸形相同样也将关涉实体的诸形相。因此,第一哲学将关涉理智的实体,处理天体的科学将关涉永恒但运动的实体,而[第三种科学]则关涉处于生成与毁灭中的实体。将较为局部的科学划分为两门也是容许的,一门命名为第一哲学,另一门命名为自然哲学(凡关涉运动的可毁灭者与永恒者之范围);因为无论我们如何划分实体,我们都将按照相同的比例划分关于它们的认识。因此,在第二卷中所讨论的疑难中的另一项如今也得到了论证:那里曾讨论究竟是一门科学关涉一切实体,还是不同的科学关涉不同的实体;而如今已显明,完整的哲学关涉一切实体,而它的各个形相则各自分别关涉一种实体。
- 2.1ἣν ἑλεῖν οὐκ ἔστι μὴ πάντα τὰ αἴτια ταύτης ἐπισκεψάμενον
无人称动词 οὐκ ἔστι(“不可能……”)支配不定式 ἑλεῖν,带有否定词 μὴ 的分词 ἐπισκεψάμενον 采用阳性单数宾格,与不定式隐含的不定宾格逻辑主语(“某人/人”)保持一致。
- 2.1ὅπερ ὅσον οὐδέπω ποιήσομεν
短语 ὅσον οὐδέπω 是一个习惯副词短语,意为“旋即”、“指日可待”(字面为“除了尚未发生只差一点”),修饰将来时动词 ποιήσομεν(“我们将做”)。
- 2.1ἔξεστι δὲ καὶ δύο τὰς μερικωτέρας ποιεῖν, τὴν μὲν πρώτην ὀνομάζοντα φιλοσοφίαν, τὴν δὲ φυσικήν
在无人称结构 ἔξεστι(“容许……”)中,不定式 ποιεῖν 的逻辑主语被设想为不定宾格,因此与之相应的分词 ὀνομάζοντα 采用单数宾格而非与格。
