- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:56.2-57.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努阐明了第一哲学的向下推进(实体的划分与本属性的论证),并通过“健康的”与“善”的类比,以及对实体的变状、生成毁灭、缺失乃至否定的分析,说明了存在作为以实体为核心的“向一”多义性的运作方式。
ἄνω δὲ λοιπὸν στᾶσα κατὰ φύσιν ποιεῖται τὴν πρόοδον, διαιρετικῇ μὲν καὶ διοριστικῇ τὰς οὐσίας διαιροῦσα τῶν πραγμάτων, ἀποδεικτικῇ δὲ τὰ καθ’ αὑτὰ ὑπάρχοντα. ζητήσει τοίνυν αὕτη καὶ τὰς πρωτίστας καὶ ἀκροτάτας αἰτίας, αἳ οὔκ εἰσι τῶν ἐν ὑποκειμένῳ ἀλλ’ αὐτῶν τῶν οὐσιῶν, αἳ πεφύκασιν ἑαυτῶν εἶναι καὶ καθ’ αὑτὰς εἶναι. μήποτε δὲ καὶ οἱ πρεσβύτεροι τῶν φιλοσόφων1 τὰ στοιχεῖα ζητοῦντες τῶν ὄντων τοιαύτας ἀρχὰς ἠβούλοντο θεωρῆσαι, αἳ οὐ τῶν συμβεβηκότων ἦσαν (ταὐτὸν γὰρ 〈ἡ〉 κατὰ συμβεβηκὸς ἀρχὴ καὶ ἡ τῶν συμβεβηκότων ἀρχή), ἀλλὰ τῶν καθ’ αὑτὰ καὶ τῶν καθ’ αὑτὰς εἶναι δυναμένων οὐσιῶν. ἐκεῖνοι μὲν οὖν εἴτε κεκρατήκασι τῆς προθέσεως εἴτε μή, παρείσθω λέγειν τὰ νῦν· ἑαυτῷ δέ φησιν ὁ Ἀριστοτέλης ἀναγκαῖον εἶναι τοιαύτας αἰτίας ἐπιζητεῖν. Ὅτι μὲν οὖν οὐ συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν ὄντων ἁπάντων οὐδέ ἐστιν ἰσότιμα τὰ ὄντα ᾗ ὄντα, καὶ ἐν ἄλλοις ἔδειξε καὶ νῦν συγχωρεῖ. οὐ μὴν οὐδ’ ἁπλῶς ὁμώνυμά φησι τὰ ὄντα, ἀλλ’ εἰ καὶ πολλαχῶς λέγεται τὸ ὄν, ἀλλ’ οὖν ὡς πρὸς ἓν καὶ τὴν τῆς οὐσίας ἀναφερόμενον μίαν φύσιν. ὥσπερ γὰρ οὐ συνωνύμως μὲν τὸ ὑγιεινὸν κατὰ τοῦ γυμνασίου καὶ τοῦ σιτίου καὶ τοῦ χρώματος καὶ τοῦ σώματος, πρὸς ἓν δὲ καὶ ἀφ’ ἑνὸς τῆς ὑγιείας (τὸ μὲν γὰρ ὡς φυλακτικὸν αὐτῆς, τὸ δὲ ὡς ποιητικόν, τὸ δὲ ὡς σημεῖον, τὸ δὲ σῶμα ὡς δεκτικὸν αὐτῆς ὑγιεινὸν λέγεται), καὶ ἰατρικὸν παιδίον τὸ μὲν λέγεται τῷ μεμαθηκέναι καὶ ἔχειν τὴν ἰατρικήν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς μάθησιν, ἤδη δὲ καὶ ἰατρικὸν κέκληται τὸ ἀπὸ τῆς ἰατρικῆς ἐπιτελεσθέν, καὶ οὔτε συνωνύμως οὔθ’ ὁμωνύμως κατὰ τούτων τὸ ἰατρικόν, ἀλλὰ πρὸς ἓν καὶ δὴ ἀφ’ ἑνός· οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, οἷον τοῦ ἀγαθοῦ· καὶ γὰρ ὁ θεὸς καὶ ὁ καιρὸς ἀγαθὸν καὶ 〈ἡ〉 ἀρετὴ ἀγαθὸν καὶ τὸ εἶδος. οὕτω δὲ καὶ ἐπὶ τοῦ ὄντος· πολλαχῶς μὲν γὰρ καὶ τοῦτο λέγεται καὶ οὐ συνωνύμως κατηγορεῖται τῶν πραγμάτων, πρὸς δὲ τὴν οὐσίαν ἀναφέρεται πάντα καὶ ταύτης ἕνεκα λέγεται ὄντα· κυρίως μὲν γὰρ ὂν ἡ οὐσία καὶ πρώτως καὶ μάλιστα, ἤδη δὲ καὶ τὰ πάθη ταύτης ὄντα προσείπομεν, οἷον θερμότητας ψύξεις 〈ξηρότητας〉 ὑγρότητας καὶ πᾶν τὸ τοιοῦτον γένος. οὐ μὴν ἀλλὰ καὶ τὰς γενέσεις οἷον ὁδούς τινας εἰς οὐσίαν ἀγούσας θεωρήσαντες ὄντα προσείπομεν, καὶ οὐ τὰς γενέσεις μόνας, ἀλλὰ καὶ τὰς φθοράς, ὅτι δὴ καὶ αὗται οὐσιῶν εἰσι φθοραί· καὶ πηρώσεις δὲ καὶ κωφότητας ὄντα προσείπομεν, ὅτι περὶ τὴν οὐσίαν στερητικῶς ἐπιγιγνόμεναι θεωροῦνται· τά τε ποιητικὰ τῶν οὐσιῶν, οἷον τὰς ἐνεργείας τῶν ποιητικῶν οὐσιῶν ὄντα καλοῦμεν· ὁμοίως δὲ καὶ τὰ ποιητά, οἷον αἰσθόμενοι κατά τινα σῆψιν ὑγροῦ ζῴων γεννηθέντων καὶ ταῦτα τῶν ὄντων ἔφαμεν εἶναι· κἂν ποιότητος δέ τι ποιητικὸν ἢ γεννητικὸν ᾖ, τῆς τοῦ ὄντος ἀξιοῦμεν αὐτὸ προσηγορίας, ἐπειδὴ πάντα τὰ συμβεβηκότα πρὸς τὴν οὐσίαν λέγεται, κἂν σχέσεως μόνης, ἐπειδὴ τὰ πρός τι ταῖς οὐσίαις παραφύεται. πάντα οὖν πρὸς τὴν οὐσίαν ἀναφέροντες ὄντα προσαγορεύομεν. καὶ τί θαυμαστόν, ὅπου καὶ τὰς τῶν συμβεβηκότων ἀποφάσεις καὶ τὰς αὐτῆς τῆς οὐσίας εἶναί φαμεν;2 ἔστι γάρ πως καὶ τὸ μὴ λευκὸν καὶ τὸ οὐκ ἄνθρωπος. οὗ δὴ καὶ θαυμαστή τις καὶ δαιμονία τῷ ὄντι τῆς οὐσίας ἡ δύναμις ἀναφαίνεται· εἰ γὰρ καὶ τοῖς οἷον ἀντικειμένοις αὐτῇ τοῦ εἶναι μεταδίδωσι, πῶς οὐχὶ πάντα τοῦ ὄντος πληροῖ καὶ πᾶσιν ἀφθόνως τὴν παρ’ αὑτῆς ὀρέγει βοήθειαν; καθάπερ οὖν τἀγαθὸν καὶ τῶν λεγομένων κακῶν αἴτιον καὶ τὸ φῶς τοῦ σκότους, οὕτω καὶ ἡ οὐσία τοῦ καὶ τὸ μὴ ὂν εἶναί πως αἰτία· ὅταν γοῦν λέγωμεν τὸ μὴ ὂν εἶναι μὴ ὄν, ἀληθεύομεν τὸ εἶναι κατηγοροῦντες αὐτοῦ.3
而在站在上方之后,它接着按照本性进行推进,以划分法和定义法划分诸事物的实体,并以论证法[论证]本属性。因此,这门科学也将探求最首要和最崇高的原因,这些原因不是基底中之物[偶性]的原因,而是那些天生属于自身且依其自身而存在的实体本身的原因。也许早先的哲学家们在探求存在者的元素时,也曾意欲观照这样一些并非偶性的原理(因为偶合的原理与偶性的原理乃是同一回事),而是依其自身之物以及能够依其自身而存在的诸实体的原理。至于他们是否达成了他们的意图,暂且置之不论;但亚里士多德说对他自己而言探求此类原因乃是必然的。 因此,存在并非同义地述说全体存在者,存在者在其作为存在者而言也并非具有同等尊严,这一点他不仅在别处已作展示,如今也予以承认。然而他也并未说诸存在者是单纯同音异义的,而是说即便存在以多种方式被述说,但无论如何它是作为关联于一者、关联于实体的单一本性而被述说的。因为正如“健康的”对体操、食物、气色和身体并非同义地述说,而是向着一者且从一者(即健康)出发而被述说的(因为一者作为它的保持者,另一者作为产生者,另一者作为征兆,而身体作为它的接受者,都被称为健康的),又如“医术的”儿童,一个因已经学习并掌握医术而被这样称呼,另一个因天赋适于学习而被这样称呼,并且由医术所完成的事物也早已被称为医术的,而“医术的”对于这些事物既非同义地、亦非同音异义地述说,而是向着一者且正是从一者出发;在许多其他事物上亦是如此,例如关于“善”(因为神与适时是善,德性是善,形式亦是善)。 在关于存在的事上亦是如此。因为这虽然也以多种方式被述说,并且并非同义地述说诸事物,但一切事物都回溯到实体,并因实体的缘故被称为存在者。因为严格而言、最首要且最完满的存在者固然是实体,但我们早已把它的诸变状也称为存在者,诸如热、冷、干燥、湿润以及整个此类范畴。不仅如此,我们在将生成观照为通向实体的某种途径之后,也将它们称为存在者,而且不仅是生成,连同毁灭也是如此,因为这些确实也是实体的毁灭;我们甚至将残疾和耳聋称为存在者,因为它们被观照为以缺失的方式附加于实体之上。我们将实体的产生者,例如生产性实体的实现活动,称为存在者;同样地也将被产生者称为存在者,例如在察知动物通过某种湿气的腐败而生成时,我们曾说这些也属于存在者。即便某物是某种性质的产生者或生成者,我们也认为它配得上“存在者”这一称谓,因为一切偶性都是相对于实体而被述说的;即便它仅仅是关系的〔产生者或生成者〕,也是如此,因为关系者附生于实体。因此,我们将一切事物回溯到实体,并称它们为存在者。 既然我们甚至说偶性的否定以及实体本身的否定也存在,这又何足为奇呢?因为“非白”与“非人”在某种意义上确实也是存在的。正是在这里,实体某种真正令人惊叹且神圣的力量显现出来;因为如果它甚至将存在分享给那些宛如与它对立的事物,它又怎能不以存在充盈万物,并不吝向一切事物伸出自身所出的助益呢?因此,正如善也是所谓恶的原因、光是暗的原因一样,实体也是连非存在都在某种意义上存在的原因;无论如何,当我们说“非存在是非存在”时,我们把存在述说于它,所说的乃是真理。
- 2.1μήποτε δὲ καὶ οἱ πρεσβύτεροι τῶν φιλοσόφων
μήποτε 在此并非表示疑问或否定性的担忧,而是用作委婉的断定(“也许确实……”),这在晚期希腊语注疏中极为常见。它与未完成式直陈语气动词 ἠβούλοντο 连用,表达注疏者对早期哲学家意图的审慎推断。
- 2.1ὅπου καὶ τὰς τῶν συμβεβηκότων ἀποφάσεις καὶ τὰς αὐτῆς τῆς οὐσίας εἶναί φαμεν
连词 ὅπου 在此非指物理处所,而是引出原因或既定事实(“既然……”、“在……的情况下”)。随后的不定式 εἶναι 充当 φαμέν 的宾语,宾格短语 τὰς ... ἀποφάσεις 则是该不定式的逻辑主语。
- 2.1ὅταν γοῦν λέγωμεν τὸ μὴ ὂν εἶναι μὴ ὄν, ἀληθεύομεν τὸ εἶναι κατηγοροῦντες αὐτοῦ
在 λέγωμεν 的宾语结构中,前一个带冠词分词 τὸ μὴ ὄν 作逻辑主语(主格性宾格),后一个 μὴ ὄν 作宾格补足语(表语),εἶναι 为系词(即“非存在是非存在”)。后半句的分词 κατηγοροῦντες 表示方式或手段,属格代词 αὐτοῦ 是动词 κατηγορέω 所要求的宾格性属格(“述说它[非存在]”)。
