- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:54.16-56.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《形而上学》第四卷第一章(1003a22)关于存在一门“关于作为存在的存在的科学”的论断,叙利亚努斯论证了这门科学的必然性及其至高地位,化解了关于善在存在之上的柏拉图式异议,并阐明了该科学如何作为先于部分的整体来论证存在的固有属性。
" Ἔστιν... τῶν ἄλλων ἡ αὐτή." Ὅτι μὲν εἰ ἔστι τις αὕτη ἐπιστήμη, οὐδεμιᾷ τῶν ἄλλων ἐστὶν ἡ αὐτή, καὶ ὁ φιλόσοφος ὑπέμνησεν εἰπὼν οὐδεμία... συμβεβηκός· καὶ ἡ ἐπαγωγικὴ πίστις ἀπὸ τῶν μαθημάτων, γεωμετρίας ἀστρολογίας ἀριθμητικῆς. ἀλλὰ τίς ἀνάγκη τοιαύτην εἶναι ἐπιστήμην, ἥτις παντός ἐστι τοῦ ὄντος ᾗ ὄν; ἢ μάλιστα μέν,1 ὡς εἴωθε πολλαχοῦ ποιεῖν, ὃ μέλλει δεικνύναι προαναφωνεῖ, μετ’ ὀλίγα δὲ σαφῶς δείξει, τοῦτο αὐτὸ λαβὼν ὅτι καὶ εἰ μὴ συνωνύμως τὸ ὂν κατὰ πάντων λέγεται, ἀλλ’ οὖν οὐδὲ ὁμωνύμως, ἀλλ’ ἔοικε τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, προσθεὶς δὲ ὅτι τούτων μία ἐπιστήμη. ἔπειτα δὲ καὶ ἀπὸ τῶν προκαταβεβλημένων αὐτῷ λόγων τοῦτο συναγάγοις ἄν. εἰ γὰρ τοῦ μάλιστα ὄντος ἡ μάλιστα γνῶσις, καὶ ὅσῳ τιμιότητι διαφέρει τι, τοσούτῳ καὶ ἀληθείᾳ καὶ γνώσεως ἐναργείᾳ, ὡς ἐν τῷ ἐλάττονι τῶν α λέλεκται, εἴη ἂν καὶ τοῦ ὄντος ᾗ ὂν ἐπιστήμη τις, καὶ οὐ μόνον γε ἀλλὰ καὶ ἡ καλλίστη καὶ ἀρίστη τῶν ἐπιστημῶν. οὐ γάρ ἐστι σεμνότερον τοῦ ὄντος οὐδέν· εἴτε γάρ ἐστί τι ὂν οὐκ ἄλλο τι ὄν, οἷον νοῦς ἢ ψυχὴ ἢ οὐρανὸς ἢ κόσμος, ὃ μόνως ὄν ἐστιν αὐτοὸν ὑπάρχον, δηλονότι πάντων ἐστὶ τῶν ἄλλων σεμνότερον, αὐτὸ μὲν οὐ δεόμενον τοῦ εἶναι2 κόσμος ἢ οὐρανὸς ἢ ψυχή, τῶν δὲ ἄλλων ἁπάντων τὸ εἶναι παρ’ αὐτοῦ κομιζομένων· εἴτε [τι] τὸ ὂν ἀνάγκη τι τούτων εἶναι, ἀλλ’ οὖν καθὸ ὂν τιμιώτερον ἔσται ἢ καθὸ ἄλλ’ ὁτιοῦν. πανταχοῦ γὰρ τὸ ὂν καὶ ἡ οὐσία τὰ πρωτεῖα φέρεται, καὶ ἡ ἑστία τοῦ πράγματος αὕτη. πῶς ἂν οὖν ἢ τοῦτο ἄγνωστον μένοι, πάντων ὂν ἄριστον τῶν ὅπως ποτὲ ὄντων, ἢ περὶ ἄλλο τι ἂν σχοίη ἥ γε ἀληθινὴ φιλοσοφία; ἡ γὰρ πρώτη τῶν ἐπιστημῶν τοῦ πρώτου καὶ ἡ ἀρίστη τοῦ ἀρίστου καὶ ἡ ὅλη τοῦ ὅλου δικαίως ἂν εἶναι νομισθείη. τί δέ; οὐ τἀγαθὸν καὶ τοῦ ὄντος ἐπέκεινα; πῶς οὖν οὐχ ἡ πρωτίστη τῶν ἐπιστημῶν περὶ τἀγαθόν; καθάπερ ὁ Πλάτων ἐν Πολιτείᾳ δοκεῖ λέγειν “ἐπεὶ ὅτι γε ἡ τοῦ ἀγαθοῦ ἰδέα μέγιστον μάθημα, πολλάκις ἀκήκοας ᾗ καὶ δίκαια καὶ τὰ ἄλλα προσχρησάμενα χρήσιμα καὶ ὠφέλιμα γίγνεται” ἢ μάλιστα μὲν οὐχ ἕτερον τἀγαθὸν τοῦ ὄντος κατ’ Ἀριστοτέλην· τὸ γὰρ πρώτιστον αὐτῷ καὶ ὂν καὶ τἀγαθόν, ὡς ἐν τῷ Ν σαφῶς παραδίδωσιν· ὅθεν καὶ ἐν τοῖς Φυσικοῖς εἰς ταὐτὸν ἄγει τῷ εἴδει τὸ τέλος· ἥκει γὰρ τὸ μὲν εἶδος ἐκ τοῦ ὄντος, τὸ δὲ τέλος ἐκ τοῦ ἀγαθοῦ. ὥστε καὶ οὕτως ἡ πρωτίστη καὶ ἀρίστη τῶν ἐπιστημῶν περὶ τὸ ὂν ᾗ ὂν διατρίψει κατ’ αὐτὸν Ἀριστοτέλην. ἔπειτα δὲ καὶ παρ’ οἷς ἐξῄρηται τοῦ ὄντος τἀγαθόν, ἄγνωστόν ἐστι καὶ ὑπὲρ πᾶσαν ἐπιστήμην, ὡς ἐν Παρμενίδῃ σαφῶς ὁ Πλάτων βοᾷ· τὰ δὲ ἐκ τῆς Πολιτείας παρατεθέντα περὶ τῆς ἰδέας τῆς τἀγαθοῦ μᾶλλον διαλέγεται, ἥτις ἐν τοῖς οὖσιν ἐνορᾶται καὶ σὺν τοῖς οὖσι. σύζυγος οὖν πάλιν ἡ πρωτίστη τῶν ἐπιστημῶν τῷ ὄντι ᾗ ὂν καὶ κατὰ τοὺς θεωρητικωτέρους τῶν φιλοσόφων. καὶ τοῦτο μὲν οὐκ ἂν ἄλλως ἔχοι, καὶ αὐτοῦ γε τοῦ Πλάτωνος ἐν τῇ κατατομῇ τῆς ἐν Πολιτείᾳ γραμμῆς ἱκανῶς ἡμῖν αὐτὸ σαφηνίσαντος. εἰ δὲ μὴ μόνον τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων αὐτῷ εἴη [ἂν] ἡ σοφία γνῶσις, ἵνα καὶ τὸ ἀγαθὸν τὸ ἐν αὐτῷ γιγνώσκῃ καὶ ὅλως τελέαν αὐτοῦ γνῶσιν ἔχῃ, εἴη ἂν καὶ ἀποδεικτική τις, μᾶλλον δὲ ἡ σύμπασα ἀποδεικτική, σύμπασα δὲ οὐχ ἡ ἐκ τῶν μερικωτέρων συντεθεῖσα, ἀλλ’ ἡ πρὸ τῶν μερῶν ὅλη· διὸ καὶ τὰς ἀρχὰς τῆς ἀποδείξεως ταῖς ἄλλαις χορηγεῖ. ἀνιοῦσα μὲν οὖν δι’ ἀποδείξεως τὰ καθ’ αὐτὰ τοῖς οὖσιν ὑπάρχοντα θεωρεῖ, δι’ ὧν ἐπὶ τὴν ἰδιότητα τοῦ ὄντος ἀνατρέχει.
“有一门……与其余的都不相同。” 如果确有这样一门科学,它绝不与其余任何一门科学相同,哲学家也通过说“没有一门……偶性”提醒了这一点;并且从数学各门学科——几何学、天文学、算术——中也能得到归纳性的确证。然而,何以必然存在这样一门以作为存在的全体存在者为对象的科学呢? 抑或最主要的是,正如他在许多地方惯常所做的那样,他预先宣告了他将要论证的内容,并且不久之后就将清晰地证明这一点,这是通过采纳这一前提:即便存在并非同义地述说一切事物,但也决不是同音异义地述说,而是类似于“从一”且“向一”的事物,并且他还补充道,关于这些事物存在一门单一的科学。 其次,人们也可以从他先前确立的论述中推导出这一点。因为如果对最完满存在的认识是最崇高的认识,并且某物在尊贵程度上超胜多少,在真理性和认识的清晰性上也相应超胜多少(正如在《小阿尔法》中所说的那样),那么也就当存在一门关于作为存在的存在的科学,而且它不仅存在,更是诸科学中最优美且最完满者。因为没有任何东西比存在更尊贵;因为无论是否存在着某种不是任何别物、唯独作为存在且作为自身存在而存立的存在者(诸如理智、灵魂、天或宇宙),它自身无需成为宇宙、天或灵魂,而其余一切事物都从它那里获得存在,它显见比其余一切事物都更为尊贵;还是说存在者必然是这些事物中的某一个,但无论如何,在其作为存在者而言,都要比在其作为任何别物而言更为尊贵。因为在一切地方,存在与实体都居于首位,而这乃是事物的核心基石。 那么,这在无论何种方式存在的万物中最为至善者,怎能依然不被认识?抑或真正的哲学又怎能关涉其他任何事物呢?因为第一的科学理应被合理地认为是关于第一者的,最优秀的科学是关于最优秀者的,而总体的科学则是关于总体的。 那么又当如何?善难道不甚至在存在之上吗?那么最首要的科学怎会不是关于善的呢?正如柏拉图在《理想国》中似乎所说的那样:“既然关于善的理念是最大的学问,你已多次听闻,正义与其余事物正是因着借用它才成为有用和有益的。” 抑或最主要的是,按照亚里士多德的看法,善与存在并非相异;因为对他而言,最首要者既是存在又是善,正如他在《Ν》卷中清楚传达的那样;由此他在《物理学》中也将目的与形式归于同一;因为形式来自存在,而目的来自善。因此即便如此,最首要且最优秀的科学按照亚里士多德本人也是探讨作为存在的存在。 其次,即便在那些将善从存在中截然超拔出来的人们看来,善也是不可知的,并且超越了一切科学,正如柏拉图在《巴曼尼得斯篇》中清楚宣称的那样;而从《理想国》中引述的那些话,谈论的宁可说是善的理念,而这一理念是在诸存在者之中并与诸存在者一同被观照的。 因此,即便按照那些更具观照性的哲学家,最首要的科学也依然与作为存在的存在相配。而这不可能有别的情况,柏拉图本人在《理想国》中对线段的划分中也已为我们充分阐明了这一点。 再者,如果智慧不仅是对作为存在的存在的认识,而且是对其自身偶性的认识——以便它也能认识其内在的善,并对它具有完全彻底的认识——那么智慧也将是某种论证性的科学,或者说宁可说是全面的论证科学;而这全面的科学并不是由较特殊的各门科学组合而成的,而是先于各部分的整体;正因如此,它也将论证的诸原理提供给其余诸科学。 因此,它通过论证上升,观照本质上属于诸存在者的固有属性,并通过这些属性回溯到存在的特有本质。
- 2.1ἢ μάλιστα μέν
承接前文疑问(ἀλλὰ τίς ἀνάγκη...“何以必然存在……?”)的解答惯用结构。选言连词 ἤ 引入对疑难的直接解答(“抑或……”),μάλιστα μέν 确立最核心的解说(“首先/最主要的是……”),并与后文的 ἔπειτα δέ(“其次……”)相呼应,构成递进式的论点展开。
- 2.1εἴτε γάρ ἐστί τι ὂν ... εἴτε [τι] τὸ ὂν ἀνάγκη τι τούτων εἶναι
由关联连词 εἴτε... εἴτε...(“无论……还是……”)构成的选言条件句。在第一个选支中,条件分句带关系从句(ὃ μόνως ὄν ἐστιν...),其主句(δηλονότι... σεμνότερον)后接并置的主格分词短语(αὐτὸ μὲν οὐ δεόμενον...)与属格独立结构(τῶν δὲ ἄλλων ἁπάντων... κομιζομένων)的对比。在第二个选支中,主句通过 ἀλλ’ οὖν(“无论如何/至少”)收束,从而构成一个穷尽性的两难推论:无论存在者是独立自存之物还是诸别物之一,在其作为存在而言均是最尊贵的。
