- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:51.11-52.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯注解了《形而上学》卷B第六章中的两个难题:前半部分重构了关于理念在数量上是否为一的难题并从柏拉图主义立场予以辩护,后半部分则分析了关于原理是潜在还是现实的第十五个难题,剖析了亚里士多德的论证结构及其刻意隐去术语的用意。
" Ὅλως... εἴδη." Τοῦτο ἰδίᾳ μὲν ἐν τοῖς πρώτοις οὐ προὔτεινεν, ἔοικε δὲ μέρος εἶναι τοῦ πέμπτου (ἀπορεῖ γὰρ ἐν τούτῳ πρὸς τὰς ἰδέας) ἢ τοῦ ἐνάτου· καὶ γὰρ ἐν ἐκείνῳ πρὸς αὐτὰς ἠπόρησεν. ἡ δὲ κατασκευὴ τοῦ παντὸς λόγου τοιαύτη· εἰ διὰ τοῦτο παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ τίθεμεν εἶναι τὰ εἴδη, ἐπειδὴ τὰ μὲν αἰσθητὰ πολλά ἐστιν ἕκαστα, οἷον ἵπποι πολλοὶ καὶ βόες καὶ ἄνθρωποι, ὁμοίως δὲ καὶ τὰ μαθηματικά (πολλὰ γὰρ τρίγωνα καὶ κύκλοι καὶ σφαῖραι καὶ πυραμίδες), χρή δὲ ἡμᾶς μὴ στῆναι ἐπὶ τοῦ πλήθους ἀλλ’ ἐπὶ τὰς ἑκάστων ἐλθεῖν μονάδας, τὸν ἕνα ἄνθρωπον τὸ ἓν τρίγωνον τὸν ἕνα κύκλον, ἀνάγκη ἕκαστον τῶν εἰδῶν ἓν εἶναι τῷ ἀριθμῷ· ἀλλὰ μὴν οὐ δύνανται 〈αἱ〉 ἀρχαὶ ἓν εἶναι τῷ ἀριθμῷ ὡς δέδεικται ἐν τῷ δεκάτῳ προβλήματι· οὐκ ἄρα δύναται εἶναι τὰ εἴδη. πρὸς ὃ φαίης ἄν, ὅτι τάχα μὲν οὐδὲ τὰ ὑλικὰ αἴτια δέδεικται πάντα μὴ δυνάμενα τῷ ἀριθμῷ ὡρίσθαι· * * * φησὶν ὁ Ἐμπεδοκλῆς. εἰ δ’ οὖν ἐπὶ τῶν ἐνυπαρχουσῶν τοῖς ἀποτελέσμασιν ἀρχῶν ἀδύνατον ἐφάνη τὸ τὰς ἀρχὰς ὅρον ἔχειν ἀριθμητικόν, οὐ δήπου καὶ ἐπὶ τῶν γεννητικῶν καὶ ὑπερτάτων αἰτίων ἐκεῖνα χώραν ἔχει τὰ ἐπιχειρήματα· οὕτω γὰρ ἂν οὐδ’ οἱ κατ’ αὐτὸν χωριστοὶ γίνοιντο ἀριθμοί, εἰ 〈μὴ〉 εἶεν ὡρισμένοι. καὶ τοῦτο δὲ ψευδῶς εἴληπται τὸ διὰ ταύτην μόνην τὴν αἰτίαν ἐπὶ τὰ εἴδη δραμεῖν τοὺς τῆς ἀληθείας φιλοθεάμονας.1 ὅτι μέντοι πᾶν ὃ ἔχει τὰ εἴδη οὐσία ἐστὶ καὶ οὐδὲν κατὰ συμβεβηκός, ὀρθῶς τε καὶ ἡμεῖς προσιέμεθα.
“总的说来……形式[理念]。” 他在最初的论述中并未将此作为单独一条提出,但它似乎是第五个难题(因为在其中他针对理念提出了疑问)或第九个难题的一部分;因为在那个难题中他也针对它们提出了疑问。整个论证的构造如下:如果我们之所以在感觉对象与数学对象之外设定形式存在,是因为感觉对象在每一类中都是众多的,如许多马、牛与人,数学对象同样也是如此(因为有许多三角形、圆、球与棱锥),而我们不应当停留在众多上,却当走向各自的单一体,即一个单一人、一个单一三角形与一个单一圆,那么每一个形式就必然在数量上为一;然而原理不可能在数量上为一,正如在第十个难题中已被指出的;因此形式不可能存在。对此有人可以说,或许甚至连质料因也并没有全被证明无法在数量上被限定;……正如恩培多克勒所言。无论如何,即便在内在存在于结果之中的原理上,原理拥有数量上的界限显得不可能,那些推论也绝不可能在生成性的、最高的原因上占据地位;因为那样的话,根据他的学说,分离的数如果不被限定,也就根本无法成立了。并且,仅仅因为这个原因那些真理的爱观者就奔向形式,这也是虚假地被设定的。然而,凡拥有形式者皆为实体而非偶性,这一点我们也正当地加以接受。
"Σύνεγγυς... τρόπον." Τοῦτο καὶ ἐν τῇ ἐκθέσει τῶν προβλημάτων πεντεκαιδέκατόν ἐστιν. ζητεῖ δὲ ἐν αὐτῷ πότερον αἱ ἀρχαὶ δυνάμει ἢ ἐνεργείᾳ· τὸ γὰρ ἤ τινα ἕτερον τρόπον τὸ ἐνεργείᾳ σημαίνει,2 ἀποκρύψας ἐξεπίτηδες οἶμαι τοῦτο τὸ ὄνομα, ἵνα μὴ ἀνέλῃ τὸ ἄπορον τοῦ προβλήματος· τίς γὰρ οὐκ ἂν τὸ τέλειον τοῦ ἀτελοῦς ἀρχικώτερον ἔφησεν εἶναι; διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οὐδὲ αἴτια ἢ ἀρχὰς εἶπεν, ἀλλὰ στοιχεῖα, ἐν οἷς τῷ ὄντι πολὺ τὸ ἀτελές. πῶς δὲ ἔχει τὸ πρᾶγμα, εἴπομεν ἐν τοῖς πρώτοις.
“紧密相连……方式。” 这在难题的罗列中也是第十五个。在其中他探究原理究竟是潜在的还是现实的;因为“或以某种别的方式”指的就是“在现实上”,我想他是故意隐去了这个名称,以免消解难题的困惑性;因为谁会不说完全者比不完全者更具有原理性呢?由于同样的原因,他也没有说“原因”或“原理”,而是说“元素”,在元素中确实含有大量的不完全性。事情究竟如何,我们在最初部分已经讲过了。
"Εἰ μὲν... ἄλλο." Ὡς εἰ ἔλεγεν, εἰ μὲν γὰρ ἐνεργείᾳ θήσεταί τις εἶναι τὰς ἀρχάς, ἐπειδὴ παντὸς τοῦ ἐνεργείᾳ τὸ δυνάμει προηγεῖται, ἔσται τι πρὸ τῶν ἀρχῶν· ἀπέκρυψεν δὲ καὶ νῦν τὸ τῆς ἐνεργείας ὄνομα, μετὰ τοῦ καὶ λογικὸν εἶναι τὸ ἐπιχείρημα· ἐπὶ γὰρ ἑκάστου τῶν γενητῶν πρὸ τοῦ ἐνεργείᾳ τὸ δυνάμει, οὐκ ἐπὶ τῶν ὅλων οὐδὲ τῶν θείων, ὡς αὐτὸς ἡμᾶς ἐν ἄλλοις ἐδίδαξεν. τὸ δὲ δυνατὸν... ἔχειν. οὐ πᾶν, φησί, τὸ δυνάμει ἀνάγκη ἐνεργείᾳ γενέσθαι· τὸ δὲ ἐνεργείᾳ νῦν ὂν πρότερον ἦν δυνάμει.
“如果一方面……其他。” 这犹如他在说:因为如果有人设定原理在现实上存在,那么既然潜在者先于一切现实者,在原理之前就会有某种东西;但他此刻也隐去了现实的名称,此外这一论证也是形式性的(辩证的);因为在每一个生成物中潜在者先于现实者,但在全体与神圣事物中并非如此,正如他自己在别处教导我们的那样。“然而能够……拥有。”他说,并非所有潜在者都必然变成现实,但现在处于现实中的东西以前是处于潜在中的。
"Εἰ... ὄντων." Εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖ, ὅτι οὐ χρὴ δυνάμει τὰ στοιχεῖα ὑποτίθεσθαι. ἡ δὲ κατασκευὴ τοῦ λόγου τοιαύτη· τὸ δυνατὸν μόνον γίγνεται, οὐ γὰρ τὸ ἀδύνατον οὔτε τὸ ἤδη ὄν· τὸ γιγνόμενον οὔπω ἔστι· τὸ μήπω ὂν ἐνδέχεται μὴ γενέσθαι· ὥστε εἰ δυνάμει αἱ ἀρχαί, ἐνδέχεται μηδὲν εἶναι τῶν ὄντων ἐξ αὐτῶν. ἡρμήνευσε δὲ τὴν ἐλαχίστην πρότασιν οὕτως· οὐδὲν γίγνεται τῶν ἀδυνάτων, ᾧ ἰσοδυναμεῖ τὸ μόνον γίγνεσθαι τὸ δυνατόν. τὴν δὲ μέσην οὕτω· γίγνεται μὲν γὰρ τὸ μὴ ὄν· τὸ γὰρ γιγνόμενον μὴ ὄν ἐστι, διὸ οὐδὲ τὸ ἤδη ἐνεργείᾳ ὂν γιγνόμενον ἄν τις λέγοι. ὅτι δὲ ἐνδέχεται τὸ μήπω ὂν μηδὲ γενέσθαι ὡς πρόδηλον συνέθηκε ταύταις ταῖς προτάσεσιν, ἐπεὶ καὶ τοῦτό ἐστιν αὐτῷ τὸ δυνατῷ εἶναι τὸ πεφυκέναι μὲν εἰς ἐνέργειαν προϊέναι, οὐ πάντως μέντοι συμβαίνειν.3 ταῦτα δὲ πάντα πολλὴν ἰσχὺν ἔχει, ἐὰν πάσας τις τὰς ἀρχὰς δυνάμει λέγῃ εἶναι καὶ μηδεμίαν ἐνεργείᾳ.
“如果……存在者。” 他针对相反的一方进行论证,即不应当假定元素是在潜在中的。论证的结构如下:唯有能够存在者才生成,因为不可能者与已经存在者都不生成;生成者尚未存在;尚未存在者可能不生成;因此如果原理处于潜在中,就可能没有任何出自它们的存在者存在。他把小前提解释如下:在不可能的事物中没有任何东西生成,这等同于唯有能够存在者才生成。他把中前提解释如下:因为非存在者生成;生成者是非存在者,所以没有人会把已经处于现实中的事物说成是正在生成的。至于尚未存在者可能根本不生成,他将此作为显而易见的命题与那些前提连接起来,因为对他而言,“能够存在”也正在于此:具有向现实推进的自然倾向,然而并非必然发生。但是,如果有人主张所有原理都在潜在中而没有任何原理在现实中,所有这些论据才具有极大的效力。
- 1.72καὶ τοῦτο δὲ ψευδῶς εἴληπται τὸ διὰ ταύτην μόνην τὴν αἰτίαν ἐπὶ τὰ εἴδη δραμεῖν τοὺς τῆς ἀληθείας φιλοθεάμονας
主语是由中性冠词引导的不定式短语 τὸ ... δραμεῖν,主谓语为完成时被动态 εἴληπται,并由副词 ψευδῶς 修饰(“……这一点也是被错误设定的”)。指示代词 τοῦτο 在此起先导预示(prolepsis)作用,前指紧随其后的名词化不定式从句。
- 1.73τὸ γὰρ ἤ τινα ἕτερον τρόπον τὸ ἐνεργείᾳ σημαίνει
此处涉及两个带有冠词的引语短语的结构:在前的 τὸ ἤ τινα ἕτερον τρόπον 是句子的主语(“‘或以某种别的方式’这一表达”),在后的 τὸ ἐνεργείᾳ 是宾语(“‘在现实上’”,受动词 σημαίνει 支配)。
- 1.75ἐπεὶ καὶ τοῦτό ἐστιν αὐτῷ τὸ δυνατῷ εἶναι τὸ πεφυκέναι μὲν εἰς ἐνέργειαν προϊέναι, οὐ πάντως μέντοι συμβαίνειν
αὐτῷ 是表示评判者的与格,指亚里士多德(“对他而言”)。τὸ δυνατῷ εἶναι 是亚里士多德式的本质定义表达式(“‘潜在/有能力存在’的本质”),而名词化不定式短语 τὸ πεφυκέναι ... προϊέναι, οὐ πάντως μέντοι συμβαίνειν 则与 τοῦτο 同格,详细说明潜在的具体定义内容。
