- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:50.1-51.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺注解《形而上学》卷B第5章关于几何界限(面、线、点)是否为实体的难题。他探讨了它们在可感觉界、数学对象和智性界各层级中的存在方式,并考察了关于“分割不是实体”以及“界限因缺乏时间性的生成与毁灭故非实体”的论证。
" Ἀλλὰ... οὐδεμία." Εἰ ταῦτα μὲν μᾶλλον οὐσίαι τῶν σωμάτων, οὐκ ἔστι δὲ ταῦτα (οὔτε γὰρ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασιν οὔτ’ ἐν ἄλλοις· δεῖ δὲ αὐτὰ εἶναι ἐν σώμασιν), πῶς μέν τις ἂν εἴη οὐσία; ῥητέον δὲ ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι σώμασι φυσικῶς τε καὶ ἐνύλως (διὸ καὶ οὐ φυλάττει τὴν φύσιν ἣν ἐπαγγέλλεται, ὡς οὐδ’ ἄλλο τι τῶν ἐνύλων εἰδῶν), οὐ μὴν ἀλλὰ1 καὶ ἐν τῷ μαθηματικῷ σώματι, ὃ εἰ καὶ μὴ αἰσθητόν, ἀλλ’ οὖν φανταστόν ἐστιν, ἔτι δὲ ἐν τοῖς δοξαστοῖς λόγοις καὶ τοῖς νοητοῖς εἴδεσιν· καὶ ὅμως τοσαυταχῶς αὐτῶν ὄντων οὐ κωλύονται καὶ ἄλλαι εἶναι οὐσίαι καθ’ ἑκάστην τάξιν τῶν ὄντων.
“然而……[没有任何实体]。” 如果这些比起物体来更是实体,而这些又不存在(因为它们既不存在于可感觉物体中,也不存在于其他事物中;但它们必定存在于物体中),那么怎么还会有任何实体呢?对此应当说:它们甚至以自然的方式和质料性的方式存在于可感觉物体中(因此正如任何其他具质料形式一样,它们无法保持其所宣称的本性),不仅如此,还存在于数学物体中——数学物体即使不可感觉,但至少也是可想象的——,此外还存在于意见的理性观念以及智性形式之中;尽管它们以如此众多的方式存在,但每一存在者的位阶中仍不妨碍有其他的实体存在。
"Ἔτι... μῆκος." Αἱ διαιρέσεις οὔκ εἰσιν οὐσίαι· διαιρέσεις δὲ μεγέθους ἐπιφάνεια μὲν εἰς βάθος, γραμμὴ δὲ εἰς πλάτος, σημεῖον δὲ εἰς μῆκος· οὐκ ἄρα οὐσίαι ταῦτα. ῥητέον δὲ πρὸς τὴν μείζονα πρότασιν, ὅτι αἱ μὲν ἐνυπάρχουσαι τοῖς σώμασι διαιρέσεις τῶν μοναδικῶν ἀριθμῶν τυχὸν οὐκ ἂν εἶεν οὐσίαι, ἡ δὲ πρώτη ἑτερότης πάντα διακρίνουσα καὶ ὅλως τὰ θεῖα γένη, ὅσα τῆς διαιρέσεως ἐπάρχει, πῶς οὐχὶ τὴν κατ’ εἴδη καὶ κατ’ οὐσίαν ἱσταμένην διαίρεσιν τοῖς ὅλοις ἐπιφέρουσι;2 πρὸς... ἥμισυ. † ὁ λόγος· οὔτε τὰ σχήματα 〈τὰ〉 δυνάμενα ἐγγενέσθαι τῷ λίθῳ ἔστιν ἐν αὐτῷ, οὔθ’ αἱ διαιρέσεις αἱ μηδέπω ἐνεργείᾳ οὖσαι. † εἰ τοῦτο ἡ ἐπιφάνεια, οὐδ’ ἂν ἄλλη εἴη. πρὸς ὃ φαίη τις ἄν, ὅτι [οὐκ] ἀνάγκη τῆς ἐνεργείᾳ οὔσης καὶ τὴν δυνάμει εἶναι ἢ ταύτης μηδέπω οὔσης μηδὲ τὴν ἐνεργείᾳ εἶναι, εἶναι δὲ μίαν ἐνεργείᾳ οἷον τὴν διχοτομοῦσαν τὸν κύβον οὐδὲν κωλύει· αἱ μὲν γὰρ ἄπειροι διαιρέσεις δυνάμει, τῶν δὲ πεπερασμένων † ἐνεργείᾳ οὐδὲν κωλύει καὶ ἐνεργείᾳ θεωρεῖσθαι.
“此外……长度。” 分割不是实体;而量度的分割在深度上是面,在广度上是线,在长度上是点;因此这些不是实体。对此针对大前提应当说:内在于物体的分割以及单子数的分割或许不是实体,但辨析万物的最初异他性,以及总括而言统领分割的神圣诸属,岂能不把依形式和依实体而确立的分割施加于全体?“关于……一半。”†论证[如下]:能够在石头中生成的那些形状既不存在于其中,那些尚未现实存在的分割也不存在。†如果面是这一个,也不会有另一个。对此人们可以说,[并非]现实存在的面必然伴随着潜在的面,或者因潜在的面尚未存在现实存在的面便也不存在;但现实存在着一个面(例如平分正方体的那一面),这毫无妨碍。因为无限的分割是潜在的,但有限的分割在现实中†在现实中†被观照,并无妨碍。
"Πρὸς... ἄλογα." Τὸ ἐπιχείρημα τοιοῦτον· πᾶσα οὐσία ἡ ποτὲ μὲν οὖσα ποτὲ δὲ οὐκ οὖσα διὰ γενέσεως μὲν εἰς τὸ εἶναι, διὰ δὲ φθορᾶς εἰς τὸ μὴ εἶναι περιάγεται· ταῦτα δὲ τὰ πέρατα τῶν μεγεθῶν ἢ ἔστιν ἢ οὐκ ἔστιν ἀχρόνως· οὐκ ἄρα οὐσίαι. καὶ δοκεῖ τὸ ἐπιχείρημα ἔχειν ἀλήθειαν, ἐπεὶ καὶ πᾶσα μὲν οὐσία γιγνομένη καὶ φθειρομένη δεῖται ὑλικοῦ αἰτίου, ταῦτα δὲ οὐκ ἔνυλα. τεκμήριον δὲ τοῦ μὴ πρότερον οὖσαν τὴν στιγμὴν καὶ οἷον λανθάνουσαν ὕστερον ἀναφαίνεσθαι τὸ καὶ διαιρεθείσης γραμμῆς δύο σημεῖα γίγνεσθαι ποιεῖται·3 οὐ γὰρ δὴ μία, φησίν, οὖσα διῃρέθη εἰς δύο ἡ ἀδιαίρετος, ἀλλὰ δηλονότι οὐκ οὖσαι πρότερον ἀχρόνως καὶ ἄνευ γενέσεως ὑπέστησαν ἐκ τῆς διαιρέσεως. παραπλησίως... χρόνῳ. ὅτι ἔστι τινά, ἃ μὴ ὄντα πρότερον ἔξω γενέσεως ἀναφαίνεται καὶ χωρὶς φθορᾶς ἀφανίζεται, καὶ οὐδὲν τούτων οὐσία, μαρτυρεῖν φησι καὶ τὴν χρονικὴν διαίρεσιν τὸ νῦν, ᾧ καὶ ἡ στιγμὴ ἀναλογεῖ· οὐδὲν οὖν τούτων οὐσία. πρὸς ὃ φαίης ἄν, ὅτι καὶ εἰ μὴ οὐσία ταῦτα, ἀλλ’ οὖν ὄντα εἶναι οὐ κωλύεται· πολλαχῶς γὰρ τὸ ὄν.
“对于……荒谬。” 其论辩如下:凡有时存在有时不存在的实体,都是通过生成被引向存在,通过毁灭被引向非存在;但量度的这些界限或存在或不存在都是无时间的;因此它们不是实体。这一论据似乎确有真理,因为每一生成和毁灭的实体都需要质料因,而这些界限并非具质料者。为了证明点并非先前就存在、好似潜藏着而在后来才显现,他指出当一条线被分割时便形成了两个点这一证据;因为他说,那不可分割者绝非原先为一个而被分割成了两个,而是显然先前并不存在,从分割中无时间地、未经生成而成立。“同样地……在时间中。”表明有些事物先前并不存在,而在生成之外显现,并且未经毁灭而消失,且这些没有一个是实体,他说时间的分割即“现在”(点亦与之相对应)也为此作证;因此这些无一是实体。对此人们可以说:即使这些不是实体,但也绝不妨碍它们是存在者;因为存在是有多种含义的。
- 1.69οὐ μὴν ἀλλὰ
表示强烈递进的惯用语,意为“不仅如此,而且……”,用以补充说明几何对象不仅存在于可感觉物体中,也存在于数学物体与智性界中。
- 1.70πῶς οὐχὶ τὴν κατ’ εἴδη καὶ κατ’ οὐσίαν ἱσταμένην διαίρεσιν τοῖς ὅλοις ἐπιφέρουσι;
带有否定词 οὐχί 的修辞反问句,表示强烈的肯定。主语是前置的名词短语 ἡ δὲ πρώτη ἑτερότης πάντα διακρίνουσα καὶ ὅλως τὰ θεῖα γένη(第一异他性及神圣诸属),与前句中内在于物体的物理分割(αἱ μὲν ἐνυπάρχουσαι...)形成对比。
- 1.71τεκμήριον δὲ τοῦ μὴ πρότερον οὖσαν τὴν στιγμὴν καὶ οἷον λανθάνουσαν ὕστερον ἀναφαίνεσθαι τὸ καὶ διαιρεθείσης γραμμῆς δύο σημεῖα γίγνεσθαι ποιεῖται
主动词 ποιεῖται 的直接宾语是带冠词的不定式短语 τὸ καὶ διαιρεθείσης γραμμῆς δύο σημεῖα γίγνεσθαι,与 τεκμήριον 构成谓述补足结构(“把……作为证据”)。前面的属格短语 τοῦ ... ἀναφαίνεσθαι 修饰并说明名词 τεκμήριον 的内容。
