← 叙利亚努斯

亚里士多德《形而上学》注释

§52.28-53.30

普遍与个别的难题及全部难题总结

叙利亚努阐释了《形而上学》B卷的最后一个难题(普遍与个别),批判性地考察了亚里士多德的辩证推论,并总结了B卷中全部难题的结构安排、被略去的内容以及随后各卷中的解决前景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76

" Ταύτας... καθ’ ἕκαστα." Ἔστι μὲν τοῦτο τεσσαρεσκαιδέκατον ἐν τοῖς πρώτοις λόγοις, σχεδὸν δὲ ταὐτόν ἐστι τῷ δεκάτῳ· ζητεῖ γὰρ καὶ ἐνταῦθα εἴτε καθόλου 〈αἱ〉 ἀρχαὶ εἴτε ἄτομοι, ὃ ταὐτόν ἐστι σχεδὸν τῷ εἴτε εἴδει ὡρισμέναι εἴτε ἀριθμῷ. φησὶ δὲ ὅτι 〈εἰ〉 καθόλου αὐτὰς ὑποθοίμεθα, τὸ οὐσιῶδες αὐτῶν ἀφαιροῦμεν· τὰ γὰρ καθόλου οὐκ οὐσίαι· εἰ γὰρ οὐσίαι, τρεῖς τοὐλάχιστον ὁ Σωκράτης οὐσίαι, ἡ ἄτομος ἡ ἐν εἴδει ἡ ἐν γένει.1 εἰ δὲ μὴ καθόλου αἱ ἀρχαί, ἢ ἄγνωστοί εἰσιν ἢ ἔχουσί τι πρὸ αὐτῶν. ὧν ἑκάτερον ἄλογον. εἴτε γὰρ μὴ γιγνώσκονται * * * αἱ ἀρχαί, διὰ τῶν καθόλου γνωσθήσονται·2 μόνως γὰρ οὕτω τὰ ἄτομά ἐστιν ἐπιστητά. ἔσται τι οὖν πρὸ αὐτῶν περιληπτικώτερον αὐτῶν. εἴρηται δὲ πολλάκις, ὅτι καὶ ὑπὲρ τὰ ἄτομα καὶ ὑπὲρ τοὺς καθόλου λόγους τούς τε ποιητικοὺς καὶ τοὺς γνωστικοὺς αἱ κυρίως ἀρχαί. οὐδὲ τὰ λεγόμενα δὲ ἀνάγκην οὐδεμίαν ἔχει· οὔτε γὰρ πᾶν τὸ καθόλου ἀνούσιον· οὐ γὰρ ἂν ἦν τι τῶν καθόλου ἀΐδιον καὶ δημιουργικὸν τοῦ καθ’ ἕκαστα· οὔτε τὰ τόδε τι διὰ τῶν καθόλου γιγνώσκομεν, εἰς οὐδὲν ὑστερογενὲς καθόλου καταφεύγοντες· καὶ τῶν ἀκινήτων γενῶν αὐτὸς οὐκ ἂν φαίη καθόλου τινὰ ἐπαναβεβηκέναι. Ἀλλὰ σχεδὸν πάντα ταῦτα διαλεκτικοῖς ἐπιχειρήμασι χρώμενος, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ἐπεσημήνατο, διεξῆλθεν ὁ φιλόσοφος. τὸ δὲ ἑκκαιδέκατον ἐν τῇ ἐκθέσει τῶν προβλημάτων σκέμμα, πότερον κινοῦνται ἢ ἀκίνητοί εἰσιν αἱ ἀρχαί, οὐδ’ ἐγύμνασεν ἐν τούτοις. προθεὶς τοίνυν ἑπτακαίδεκα προβλήματα καθ’ ἣν ἐξεθέμεθα τάξιν, τὸ μὲν ἕκτον καὶ τὸ ἑκκαιδέκατον οὐκ εἰργάσατο κατὰ τὴν εἰς ἑκάτερα ἐπιχείρησιν· τὸ μὲν ἕκτον, ὅτι πρὸς ταῖς ἤδη ῥηθείσαις αἰτίαις καὶ προείληπτο· ζητήσας γὰρ εἰ μὴ μόνων τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων αὐταῖς ὁ πρῶτος φιλόσοφος ἐπιστήμων ἐστίν, ἐζήτησε τρόπον τινὰ καὶ εἰ περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ ἴσου καὶ τῶν ἀντικειμένων τούτοις διαλήψεται· ταῦτα γὰρ ἦν τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ ὄντι ᾗ ὄν. τὸ δὲ ἑκκαιδέκατον, ὅτι πανταχοῦ συγχωρήσας τὰ μὲν εἶναι φθαρτὰ τῶν ὄντων τὰ δὲ ἀΐδια, εἶχεν ἐξ ἀνάγκης ἑπόμενον τὸ τὰς μὲν τῶν ἀρχῶν κινεῖσθαι τὰς δὲ εἶναι ἀκινήτους· δῆλον δὲ ποτέρας ποτέρων· ὅτι γὰρ ἀμφοῖν οὐχ αἱ αὐταί, μετρίως ἐπέστησε. ταῖς δὲ λοιπαῖς δέκα πέντε προσθεὶς τὸ ἐν τῇ ἐξεργασίᾳ τῶν προβλημάτων τέταρτον ἐπὶ δέκα τὸ πρὸς τὰς ἰδέας ἐνιστάμενον, τὰ πάντα δέκα καὶ ἓξ εἰς γυμνασίαν προήγαγε λογικήν, ὧν τὰ μὲν ἐν τῷ Γ διαίτης ἀξιώσει, τὰ δὲ ἐν τῷ Ζ Η Θ Ι, τὰ πλεῖστα δὲ ἐν τῷ Λ.3 πρὸς δὲ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς ἐν τοῖς τελευταίοις δύο βιβλίοις, τῷ τε Μ καὶ τῷ Ν, διαλεχθῆναι πειράσεται.

“这些……个别事物。” 这在最初的论述中是第十四个,但它与第十个几乎相同;因为在这里他也探究原理究竟是普遍的还是个别的,这与原理是在形式上被规定还是在数量上被规定几乎是一回事。他说,如果我们假定它们是普遍的,我们就剥夺了它们作为实体的性质;因为普遍者并非实体;因为如果它们是实体,苏格拉底就将至少是三个实体:个别的实体、种中的实体、属中的实体。但如果原理不是普遍的,它们要么是不可认识的,要么在它们之前具有某种东西。这二者都是不合理的。因为无论原理是不被认识……原理都将通过普遍者被认识;因为只有以这种方式,个别事物才是可被认识的。因此在它们之前将存在某种比它们更具涵括性的东西。然而我们已多次说过,严格意义上的原理既超越了个别事物,也超越了生产性的与认知性的普遍理路。而且所说的话也没有任何必然性;因为并非所有普遍者都是非实体的;否则普遍者中就不会有任何永恒且对个别事物具有生成创造作用者;我们也不是通过诉诸某种后生的普遍者,来凭借普遍者认识“这个”;并且对于不动之属,他自己也不会说有某种普遍者凌驾于其上。但哲学家几乎在所有这些问题上都使用了辩证的论证进行探讨,正如注解家亚历山大也指出的那样。至于在难题的罗列中第十六个探讨课题,即原理是运动的还是不动的,他在这些段落中甚至根本没有进行操练。因此,虽然他按照我们所列的次序提出了十七个难题,但他并未就第六个和第十六个按照向两方面的论证进行深入处理:关于第六个,是因为除了已经说明的原因之外它也已被预先论及;因为在探究第一哲学家是否不仅认识实体而且认识其自身偶性时,他在某种程度上也探究了他是否将判定相同、相似、相等以及与这些相反者;因为这些正是作为存在的存在所固有的自身偶性。而关于第十六个,是因为他在所有地方都承认存在者中有些是可毁灭的,有些是永恒的,因而必然随之而来的结论就是,原理中有些运动,有些不动;至于哪一类属于哪一类是显而易见的;因为两者的原理并非相同,对此他也作了适度的提示。在其余十五个之外,他又加上了在难题展开过程中的第十四个,即反驳理念的那一个,将全部十六个难题推进到逻辑训练之中;其中有些他将在伽马卷中予以裁断,有些在泽塔、埃塔、西塔、约塔卷中,而绝大多数在拉姆达卷中处理。至于反驳理念与数,他将试图在最后两卷,即缪卷和纽卷中进行辨析。

语法注3 条
  1. 1.76εἰ γὰρ οὐσίαι, τρεῖς τοὐλάχιστον ὁ Σωκράτης οὐσίαι, ἡ ἄτομος ἡ ἐν εἴδει ἡ ἐν γένει

    归结句中省略了主系动词(如 ἔσται)。表语名词“三个实体”(τρεῖς οὐσίαι)后面接了三个起同位语修饰作用的短语:“个别的”(ἡ ἄτομος)、“种中的”(ἡ ἐν εἴδει)和“属中的”(ἡ ἐν γένει)。

  2. 1.76ὧν ἑκάτερον ἄλογον. εἴτε γὰρ μὴ γιγνώσκονται * * * αἱ ἀρχαί, διὰ τῶν καθόλου γνωσθήσονται

    承接前文的二者择一(不可认识,或在其前有某物),ὧν ἑκάτερον 充当主语。紧随其后的 εἴτε γάρ 处存在文本脱漏(lacuna),虽然成对项之一(如原理不可知是荒谬的,但若可知……)有所缺失,但语法脉络仍引向原理必须通过普遍者被认识这一后果。

  3. 1.76ὧν τὰ μὲν ἐν τῷ Γ διαίτης ἀξιώσει, τὰ δὲ ἐν τῷ Ζ Η Θ Ι, τὰ πλεῖστα δὲ ἐν τῷ Λ

    关系代词 ὧν 是指代前文“全部十六个难题”(τὰ πάντα δέκα καὶ ἓξ)的部分属格。主干动词 ἀξιώσει 以亚里士多德为主语,支配宾语 τὰ μέν、τὰ δέ 与 τὰ πλεῖστα δέ 以及价值属格 διαίτης(认为值得裁决/决断),后续并列分句中承前省略了该动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:52.28-53.30