- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:48.32-49.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出亚里士多德转入讨论数学对象(面、线、点、数)是否为实体的第十三条疑难是因其与前一论题的亲缘性,在梳理了何以认为这些对象先于物体而更具实体性的论据后,通过区分超越性的界定与内在构造成分而予以驳斥。
" Τούτων δὲ.. οὔ." Ἐν μὲν τῇ ἐκθέσει τῶν προβλημάτων τοῦτο τελευταῖόν ἐστι καὶ ἑπτακαιδέκατον, νυνὶ δὲ τρίτον ἐστὶν ἐπὶ δέκα διὰ τὴν πρὸς τὸ προγυμνασθὲν οἶμαι συγγένειαν· ζητήσας γὰρ ἐν ἐκείνῳ, εἰ τὸ ἓν καὶ τὸ ὂν οὐσία, αἳ δὴ ἀρχαὶ εἶναι τῶν νοητῶν ἐδόκουν οὐσιῶν, νῦν εἰ αἱ μαθηματικαὶ θεωρίαι περὶ οὐσίαν ἀναστρέφονται, θελήσει σκέψασθαι· εἴρηται δὲ ἐν τοῖς πρώτοις, τίνα μὲν τούτων οὐσίας, τίνα δὲ χρὴ νομίζειν εἶναι συμβεβηκότα· διὸ τοῖς ἐπιχειρήμασι νυνὶ προσεκτέον.
“紧接着这些……还是不是。” 在提出疑难时,这是最后且第十七个,但现在由于我认为它与先前演练的[论题]之亲缘性,成了第十三;因为在彼处探求了“一”与“存在”是否为实体之后(这二者曾被认为是智性实体的原理),他现在意欲考查数学的观照是否围绕实体而展开;而在最初的诸篇中已经说过,应当认为这些之中哪些是实体,哪些是偶性;因此现在应当注意这些论辩。
"Εἰ μὴ γάρ εἰσι, διαφεύγει τί τὸ ὂν καὶ τίνες αἱ οὐσίαι τῶν ὄντων." Ἐάν τις, φησί, μὴ λέγῃ ταῦτα οὐσίας, οὔπω ἴσμεν τίς ἐστιν ἡ οὐσία· οὐ γὰρ δὴ ἡ λευκότης ἢ ἡ λεύκανσις οὐσία, ἀλλὰ τὸ μὲν πάθος οὐσίας, τὸ δὲ κίνησις· οὐ μὴν οὐδὲ τὸ δεξιὸν ἤ τι τῶν πρός τι λεγομένων οὐσία οὐδ’ ἡ ὑγεία οὐδ’ οἱ περὶ τούτων λόγοι, ἀλλὰ τὸ μὲν διάθεσις οὐσίας, τὸ δὲ φωναὶ σημαντικαί. διὸ καὶ ἐν ὑποκειμένῳ πάντα ἐστὶ ταῦτα καὶ οὐδὲν καθ’ αὑτὸ ὄν· ὕδωρ δὲ καὶ πῦρ καὶ ἀὴρ καὶ γῆ κατὰ μὲν τὰς ποιότητας οὐκ οὐσίαι, κατὰ δὲ τὸ σῶμα τὸ ἄποιον, ὃ καὶ διαμένειν φαμὲν 〈ἐν〉 ταῖς παντοίαις μεταβολαῖς, ἴσως ἂν οὐσιῶδες ἔχοι τι. πλὴν καὶ τούτου δοκεῖ μᾶλλον εἶναι ἡ ἐπιφάνεια καὶ ταύτης ἡ γραμμὴ καὶ τῆς γραμμῆς ἡ στιγμὴ καὶ ταύτης ἡ μονάς· πανταχοῦ γὰρ τὸ περατοῦν καὶ ὁρίζον τοῦ περατουμένου μᾶλλον οὐσίωται, καὶ ὃ συναναιρεῖ μὲν οὐ συναναιρεῖται δὲ τῇ οὐσίᾳ πρότερον ἂν εἴη. μονὰς μὲν οὖν πάντα ὁρίζει, στιγμὴ δὲ τὰ διαστατά, γραμμὴ δὲ τὰ ἐπίπεδα καὶ τὰ στερεά, ἡ δὲ ἐπιφάνεια τὰ σώματα· καὶ μονάδος μὲν μὴ οὔσης οὐδέν ἐστι τῶν ἐφεξῆς, οὐδὲ σημείου τῶν διαστατῶν· σώματος δὲ μὴ ὄντος οὐ κωλύεται εἶναι τὰ πρὸ αὐτοῦ. διὸ εἴτε σώματά ἐστι τὰ ὄντα κατὰ τοὺς φυσικούς, αἱ ἀρχαὶ τῶν σωμάτων οὐσίαι· εἴτε ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους, ἥ τε ἀρχὴ τῶν ἀριθμῶν εἴη ἂν οὐσία καὶ τὰ τῇ μονάδι συγγενῆ. τούτων δὲ οὕτω κατεσκευασμένων οὐδέτερον τῶν λόγων φαμὲν ἔχειν ἰσχὺν ἀληθινήν· οὔτε γὰρ τὸ περατοῦν ἀεὶ τοῦ περατουμένου μᾶλλον ὄν, ἀλλ’ ὅταν ἐξῃρημένον αὐτοῦ τῆς φύσεως1 πέρας αὐτῷ ἐπιφέρῃ, ὡς ἡ τέχνη καὶ ἡ φύσις τοῖς τεχνητοῖς καὶ φυσικοῖς σώμασιν, οὐ μὴν ὅταν ἑαυτὸ ἐπιδιδῷ πρὸς τὴν τῶν ὁριζομένων ἀποπεράτωσιν· οὔτε ἀεὶ τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον μᾶλλον οὐσία τοῦ ἀντικειμένως ἔχοντος, ἐπεὶ οὕτως ἂν καὶ οἱ λίθοι μᾶλλον ἦσαν τῆς οἰκίας2 καὶ τὰ ξύλα τῆς νεὼς καὶ ὅλως αἱ ὗλαι τῶν εἰδοπεποιημένων, ἀλλ’ ὅταν μὴ ᾖ τι μέρος τοῦ συναναιρουμένου τὸ ἀναιροῦν μηδὲ στοιχεῖον ἢ πέρας ἢ τῶν ὅλως ἑαυτὰ ἐπιδιδόντων εἰς 〈τὴν〉 ἐκείνου σύστασιν. τὰ μὲν οὖν ἀληθῆ γένη πρότερα τῶν εἰδῶν καὶ ἡ οὐσία τῶν συμβεβηκότων, ἡ δὲ ἐπιφάνεια ὡς μὲν ἀυλοτέρα προτέρα τοῦ σώματος, ὡς δὲ μᾶλλον οὐσία οὐ προτέρα. δῆλον δὲ ὅτι περὶ ἐπιφανείας τῆς ἐνυπαρχούσης τοῖς σώμασιν οἱ λόγοι.
“因为如果它们不是,存在是什么以及存在者们的实体是什么就会逃遁无踪。” 他[亚里士多德]说,如果有人不说这些是实体,我们就还不知道什么是实体;因为白或漂白绝非实体,前者是实体的情状,后者是运动;诚然,右或任何被称为关系者之物不是实体,健康不是,关于这些的言述也不是,相反,前者是实体的定势,后者是有意义的话音。因此,这一切都在基质之中,没有一个是自身存在的;至于水、火、气、土,就性质而言并非实体,但就无性质的物体而言——我们正是主张它在各种各样的变化中持存的——,或许具有某种实体性的东西。然而,比这更具有[实体的]存在似乎是面,比面更具的是线,比线更具的是点,比点更具的是单子;因为在任何地方,限定和规定者都比被限定者更为实体化,且一并消灭〔他物〕而自身不被一并消灭者,在实体上当属更先。于是,单子规定一切,点规定有展延之物,线规定平面与立体,面规定物体;单子若不存在,后续之物无一存在,点若不存在,有展延之物无一存在;但物体若不存在,并不妨碍它先前之物的存在。因此,若按照自然哲学家们的说法存在者是物体,物体的诸原理就是实体;若按照毕达哥拉斯派的说法存在者是数,数的原理以及与单子同族之物便会是实体。尽管这些论点已经如此建立起来,我们却主张这两个论辩都不具有真正的效力;因为限定者并不总是比被限定者更具有存在,而只有当它超越于其本性并将界限施加于其上时(正如技艺与自然对人造物体与自然物体所做的那样)才是如此,当它将自身投入被规定者的完成时则绝非如此;一并消灭〔他物〕而自身不被一并消灭者,也并不总是比处于相反状态者更属实体,因为若是那样,石头也会比房屋、木材比船、且概言之质料比被形式化之物更是实体;而只有当消灭者并非被一并消灭之物的任何部分,亦非要素或界限,亦非一般而言将自身投入于后者的构成之物时,才是如此。因此,真正的属先于种,实体先于偶性,而面作为更为非质料者虽先于物体,但作为更具实体性却并非在先。显然,这些论辩是关于内在于物体之中的面的。
- 1.68ἐξῃρημένον αὐτοῦ τῆς φύσεως
中动态/被动态完成时分词 ἐξῃρημένον 不带介词而直接支配分离属格 αὐτοῦ τῆς φύσεως,意为“超越于/脱离于其本性”。在新柏拉图主义的句法语境中,此结构用以表达对于被限定者而言保持超越而非内在的限定原因。
- 1.68ἐπεὶ οὕτως ἂν καὶ οἱ λίθοι μᾶλλον ἦσαν τῆς οἰκίας
原因连词 ἐπεί(“因为”)之后,由副词 οὕτως(“若是那样”)代替反事实假定条件引出后结句,其中 ἄν 配合未完成过去时直陈式(ἦσαν)表示非现实的结果。比较属格 τῆς οἰκίας 依存于比较副词 μᾶλλον,上下文承前省略了表语实体(οὐσία),构成归谬论证:“否则石头也会比房屋更[是实体]了”。
