← 叙利亚努斯

亚里士多德《形而上学》注释

§3.24-5.7

诸学科的等级序列与超感觉实体及其偶性

叙利亚努阐明了隶属于智慧的各门科学的等级序列与亲缘关系,并结合柏拉图的学说分析了感觉实体之外的实体究竟是单一形式的还是多种形式的(理知实体与推论实体),进而说明智慧不仅考察实体本身,也考察实体的自身偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

διόπερ οὐδ’ αὐταὶ πᾶσαι ὁμότιμοι, ἀλλ’ ἡ μὲν προσεχεστέρα τῇ σοφίᾳ τῆς ἀπωτέρω σεμνοτέρα, ἡ δὲ διὰ πλειόνων ἐπιστημῶν εἰς αὐτὴν ἀνατρέχουσα τῶν μεταξὺ πασῶν ἐστι καταδεεστέρα. ἀλλ’ οὐδὲ τὸ συγγενὲς ὁμοίως ἔχουσιν· ἀριθμητικὴ μὲν γὰρ γεωμετρίᾳ καὶ ταῖς ἄλλαις μαθηματικαῖς συγγενεστέρα ἤπερ τῇ φυσικῇ καὶ τῇ ἰατρικῇ· δι’ ἑνὸς γὰρ συνδέσμου τοῦ τῆς σοφίας ἐπὶ νοῦν μετ’ αὐτῶν ἀναπέμπεται. διαιρετικὴ δὲ καὶ ἀναλυτικὴ καὶ ὁριστικὴ καὶ ἀποδεικτικὴ ἀλλήλαις πλέον προσήκουσιν ἤπερ ἄλλαις τισίν, ἅτε προσεχῶς αὐτῆς ἐξηρτημέναι τῆς σοφίας καὶ δι’ αὐτῆς ἅμα φανοτάτῳ πυρὶ τῷ γένει δωρηθεῖσαι τῶν σωθήσεσθαι μελλουσῶν ψυχῶν.1 καὶ τοῦτο δὲ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας εἶναι μόνον φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας. αὐτὸς μὲν ἄξιον εἶναί φησι ζητήσεως, εἰ πρὸς ταῖς αἰσθηταῖς οὐσίαις οἷον οὐρανῷ, γῇ, τοῖς μεταξὺ στοιχείοις, ζῴοις τε καὶ φυτοῖς εἰσὶ καὶ ἄλλαι νοηταί τινες οὐσίαι. ζητήσειε δ’ ἄν τις εὐλογώτερον, εἰ πρὸς ταῖς ἀληθέσιν οὐσίαις καὶ τὴν φαινομένην διακόσμησιν οὐσίαν προσαγορεύεσθαι δίκαιον· μήποτε γὰρ αὐτῇ τὸ τῆς γενέσεώς ἐστι πρεπωδέστερον ὄνομα. καὶ πότερον μοναχῶς ἢ πλείονα γένη τῶν οὐσιῶν, οἷον οἱ ποιοῦντες τά τε εἴδη καὶ τὰ μαθηματικὰ μεταξὺ τούτων τε καὶ τῶν αἰσθητῶν. μόριον μὲν ἐστι καὶ τοῦτο τοῦ πρὸ αὐτοῦ προβλήματος· ὡς ἓν γὰρ αὐτὸ ἐν τοῖς ἑπομένοις ἐργάσεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. καὶ εἰ συγχωρηθείη, φησίν, εἶναί τις οὐσία παρὰ τὴν αἰσθητήν, ἆρα μονοειδής τις ἔσται ἢ τοὐλάχιστον δυοειδής; ἤδη γὰρ ὁ Πλάτων ἐδόκει μεταξὺ τῆς νοητῆς καὶ τῆς αἰσθητῆς τὴν διανοητὴν παραλαμβάνειν, ὑφ’ ἣν ἔταττε καὶ τὰ μαθήματα, οὐ τὰ φανταστὰ δηλονότι καὶ τὰ δοξαστά (ταῦτα γὰρ οὐκ οὐσίαι ἀλλ’ εἰκόνες οὐσιῶν), ἐκεῖνα δὲ ὅσα κατ’ οὐσίαν ἡ ψυχὴ περιέχειν ἐν ἑαυτῇ λέγεται, ὧν καὶ τὰς ἀρχὰς τάς τε γεωμετρικὰς καὶ τὰς ἀριθμητικὰς καὶ τὰς ἁρμονικὰς ὁ δημιουργικὸς νοῦς ἐντιθεὶς αὐτῇ κατὰ τὴν ψυχογονίαν ἐν Τιμαίῳ παραδέδοται. φήσομεν οὖν ὅτι δυνατὸν μὲν καὶ μίαν λέγειν εἶναι πᾶσαν τὴν νοητὴν οὐσίαν, ὅταν τὴν αἰσθητὴν αὐτῆς μόνην χωρίζωμεν, “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέποτε” κατὰ τὴν εἰς δύο διαίρεσιν τῶν ὅπως ποτὲ ὄντων· δυνατὸν δὲ καὶ τὴν ἀφανῆ καὶ λογισμῷ θεατὴν ὑποδιαιρεῖν εἴς τε τὴν κυρίως νοητὴν καὶ εἰς τὴν διανοητὴν κατὰ τὴν ἐν Πολιτείᾳ γραμμήν· ἐπεὶ καὶ ἑκατέραν τούτων ἔξεστιν ὑποδιαιρεῖν· νοητάς τε γὰρ καὶ νοερὰς πολλὰς τάξεις παρειλήφαμεν, καὶ τῶν ψυχῶν ὁ διάκοσμος πολλαχῇ τῷ κατ’ εἴδη τὰ ὄντα διακρίνειν μελετήσαντι πολλὴν ἔχων ἀναφανήσεται τὴν κατ’ οὐσίαν ἑτερότητα.2

因此,这些科学本身也并非全都同享尊荣,而是更邻近智慧的科学比更为遥远的科学更尊贵,而通过更多科学回溯至智慧的科学则低于所有介于其间的科学。然而它们拥有同族关系的方式也不尽相同:算术相对于物理学与医学而言,与几何学及其他数学科学更为同族;因为它是通过智慧这一唯一的纽带与它们一同被送达理智的。另一方面,划分术、分析术、定义术与论证术彼此之间的亲缘性高于对任何其他科学的亲缘性,因为它们直接依系于智慧本身,并经由智慧,与最明亮的火焰一同被赐予了注定得救的灵魂族类。 而探究这本身也是必要之事:“究竟应当说唯有感觉实体存在,还是在这些之外亦有其他的实体。”他自己说值得探究的是,除了感觉实体——例如天、地、居间的诸元素、动物与植物——之外,是否还有某些其他的理知实体。然而人们或许更有理由探究的是,除了真实的实体之外,将显现的宇宙秩序也称为实体是否合理;因为“生成”这一名称对于后者而言或许更为妥适。“实体的类是只有单一形式,还是有多个类,例如那些设立理念以及介于这些与感觉事物之间的数学对象的人所做的那样。”这也是前一个问题的一部分;因为他在接下来的论述中将把它作为一件事来处理。他的意思是这样的:他说,即便承认在感觉实体之外有某种实体存在,它究竟是单一种类的,还是至少是二种的呢?因为柏拉图此前已被认为在理知实体与感觉实体之间采纳了推论实体,并将数学对象也归列于其下——显而易见,这并不是指被表象的和被意见的对象(因为这些不是实体,而是实体的影像),而是指据说灵魂在自身中按其实质所包含的那些对象,在《蒂迈欧篇》中相传,创世理智在生成灵魂时将它们的几何学、算术与和谐学原理植入了灵魂之中。因此我们要说,根据存在无论如何存在的二分法,当我们仅仅将感觉实体从理知实体中分离出来时,“什么是永远存在而无生成的,什么是生成而从未存在的”,说整个理知实体是单一的也是可能的;但依据《国家篇》中的线段比喻,将这看不见的、由理性所观照的实体进一步细分为严格意义上的理知实体与推论实体,同样是可能的;因为对这二者中的每一者予以细分也是可行的;确实,我们继承了诸多理知的和智性的序列,并且对于致力于按种来区分存在者的人而言,灵魂的宇宙秩序在诸多方面将显现为具有许多按实体而论的差异性。

§1.3

"Περὶ τε τούτων οὖν, καθάπερ φαμέν, ἐπισκεπτέον, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ’ αὑτὰ ταῖς οὐσίαις." Ἡ σοφία, φησί, πότερον τὰς οὐσίας μόνας ἐπισκέπτεται τῶν πραγμάτων ἢ τὰ καθ’ αὑτὰ συμβεβηκότα; φήσομεν ὅτι καὶ τὰς οὐσίας καὶ τὰ οὕτως ὑπάρχοντα, διὰ μὲν τῆς ἀναλυτικῆς τὰς ἀρχὰς τοῦ ὄντος λαμβάνουσα, διὰ δὲ τῆς διαιρετικῆς καὶ τῆς ὁριστικῆς τὰς οὐσίας τῶν πάντων θεωροῦσα, διὰ δὲ τῆς ἀποδεικτικῆς τὰ καθ’ αὑτὰ ταῖς οὐσίαις ὑπάρχοντα συλλογιζομένη. τοῦτο δὲ οὐκ ἐν ταῖς ἁπλουστάταις καὶ κυρίως νοηταῖς οὐσίαις, αἳ πᾶν ὅπερ εἰσὶ τοῦτό εἰσι3 (διὸ μήτε ὁρισταὶ μήτε ἀποδεικταὶ γίγνονται, μόνῃ δὲ ἐπιβολῇ θεωροῦνται, καθά φησιν αὐτός τε πολλαχοῦ λέγων· ‘ὁ δὲ νοῦς εἴτε ἔθιγεν ἢ οὔ’, καὶ ὁ θεῖος Πλάτων· “ψυχῆς κυβερνήτῃ μόνῳ νῷ θεατή”), ἀλλ’ ἐν ταῖς μέσαις οὐσίαις, αἳ καὶ ἀποδεικταί εἰσι κατὰ τὰ ὑπάρχοντα ἑαυταῖς. ἔχει γὰρ οὕτω· τοῖς μὲν ἁπλουστάτοις τῶν ὄντων οὐδὲν ὑπάρχει παρὰ τὸ εἶναι αὐτῶν, ὥστε οὐκ ἔστιν αὐτῶν τὸ μὲν οὐσία τὸ δὲ ἄλλο τι· διὸ κρείττω ταῦτα καὶ ὁρισμοῦ καὶ ἀποδείξεως· τοῖς δὲ καθόλου λόγοις καθ’ ἑαυτούς τε θεωρουμένοις καὶ κοσμοῦσι τὴν αἰσθητὴν φύσιν τὰ καθ’ αὑτὰ συμβεβηκότα παραγίγνεται· διόπερ καὶ ἡ ἀπόδειξις περὶ αὐτὰ ἀναστρέφεται· τοῖς δὲ ἐνύλοις εἴδεσι καὶ ἀτόμοις καὶ αἰσθητοῖς ἤδη καὶ τὰ κυρίως συμβεβηκότα ἐμφαντάζεται, ἃ γίγνεται καὶ ἀπογίγνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. ταῦτα δὲ πάλιν καταδεέστερα ὄντα τῶν ἀποδεικτῶν διὰ τῆς εἰκοτολογίας ληπτὰ γίγνεται, οὔτι γε τῷ σοφῷ καθὸ σοφός, ἀλλ’ ἰατροῖς εἰ τύχοι καὶ φυσικοῖς καὶ παντὶ τῷ τοιούτῳ γένει.

“因此,正如我们所说,必须考察这些问题,以及观照仅仅关乎实体,还是也关乎实体自身的偶性。” 他说,智慧究竟仅仅考察事物的实体,还是也考察自身的偶性?我们要说,它既考察实体,也考察以这种方式归属于实体的事物:通过分析术把握有的原理,通过划分术与定义术观照万物的实体,并通过论证术推论出自身属于实体的偶性。然而这并不是在最单纯的且严格意义上的理知实体中成立的——这些实体是其所是的全部(因此它们既不可定义也不可论证,而唯有凭借单纯的直观来观照,正如他自己也在许多地方所说:‘理智是否触碰了它’,以及神圣的柏拉图所说:‘唯有灵魂的舵手理智方能观照’)——而是在中介的实体中成立的,这些中介实体就其自身所属的属性而言也是可论证的。因为事实是这样的:对于存在者中最单纯的事物而言,除了它们的存在之外别无所有,以至于在它们之中绝非一部分是实体而另一部分是别的东西(因此这些事物超越了定义与论证);而对于那些无论就自身而言被观照、还是秩序化感觉自然的普遍理性而言,自身的偶性伴随其出现(因此论证也是围绕它们展开的);至于具质料的形式、个别物与感觉事物,严格意义上的偶性已经在其中呈现出来,这些偶性在不毁灭底层基质的情况下产生与消亡。这些偶性反过来由于低于可论证之物,就通过或然性推理而被把握,但这绝非由作为智者的智者所把握,而是例如由医生、物理学家以及所有此类人所把握。

语法注3 条
  1. 1.2τῷ γένει δωρηθεῖσαι τῶν σωθήσεσθαι μελλουσῶν ψυχῶν

    与格短语 τῷ γένει 作被动分词 δωρηθεῖσαι 的间接宾语,属格短语 τῶν σωθήσεσθαι μελλουσῶν ψυχῶν 则是说明或限定 γένει 的同位语性属格(或部分属格),意为“赐予了注定得救的灵魂族类”。

  2. 1.2πολλαχῇ τῷ κατ’ εἴδη τὰ ὄντα διακρίνειν μελετήσαντι πολλὴν ἔχων ἀναφανήσεται τὴν κατ’ οὐσίαν ἑτερότητα

    与格分词短语 τῷ... μελετήσαντι 依存于动词 ἀναφανήσεται(将显现),用作判断者与格(或相关与格),意为“对于……练习过的人而言”。主语是前文的 ὁ διάκοσμος,分词 ἔχων 以阳性单数主格与其一致,并支配直接宾语 τὴν... ἑτερότητα。

  3. 1.3αἳ πᾶν ὅπερ εἰσὶ τοῦτό εἰσι

    关系从句 ὅπερ εἰσί(它们恰恰所是者)修饰 πᾶν,整组短语与指示代词 τοῦτο 结合构成述语,是表达绝对单纯性(实体与属性合一、其本性之外无偶性属性)的哲学固定句式,意为“它们是其所是的全部”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:3.24-5.7